tag:blogger.com,1999:blog-4170710744433168987.post2908594321330931304..comments2024-03-28T22:39:29.191+02:00Comments on amethystos: Η βλάσφημη Εγκύκλιος του Αυστραλίας Στυλιανού και η Αναγόρευσή του σε Διδάκτορα του Πανεπιστημίου Κρήτης (ΒΙΝΤΕΟ)amethystoshttp://www.blogger.com/profile/10739409640674793441noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-4170710744433168987.post-55979915103034717482019-03-28T22:46:56.851+02:002019-03-28T22:46:56.851+02:00 Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν
Ὁμολογοῦμε... Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν<br /><br />Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ Δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα,ἀλλ᾿ ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ᾿ ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων<br />βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι. Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ὅπως ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι᾿ ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα.<br />Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν, ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ Κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται. Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, ὅτε οὐ προηγεῖτο ἐν τῷ Κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ᾿ αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν.χαλαρωσεnoreply@blogger.com