Κυριακή 3 Ιουνίου 2012

ΠΕΡΙ ΒΑΠΤΙΣΜΑΤΟΣ ΚΑΙ ΠΕΡΙ ΧΡΙΣΜΑΤΟΣ - Αγίου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς τοῦ σοφωτάτου Νικολάου Καβάσιλα

Λόγος δεύτερος· τίνα συντέλειαν τὸ θεῖον αὐτῇ παρέχεται βάπτισμα.


3. Καὶ δὴ βαπτιζόμεθα μέν, ἵνα τὸν θάνατον ἀποθάνωμεν ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἀναστῶμεν· χριόμεθα δέ, ἵνα τοῦ χρίσματος τοῦ βασιλικοῦ τῆς θεώσεως αὐτῷ γενώμεθα κοινωνοί· σιτούμενοι δὲ τὸν ἱερώτατον ἄρτον καὶ τοῦ θειοτάτου πίνοντες ποτηρίου, αὐτῆς μετέχομεν τῆς σαρκός, αὐτοῦ τοῦ αἵματος, τῶν τῷ Σωτῆρι προσειλημμένων· καὶ τοῦτον τὸν τρόπον συναπτόμεθα τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι καὶ θεωθέντι καὶ ἀποθανόντι καὶ ἀναστάντι.

5. Ἄλλως τε οὐδ’ ἐξῆν ἑτέρως, αὐτῶν ἕνεκα τῶν πραγμάτων. Τὸ μὲν γὰρ βάπτισμα γέννησις· τὸ δὲ μύρον ἐνεργείας καὶ κινήσεως ἐν ἡμῖν ἔχει λόγον· ὁ δὲ τῆς ζωῆς ἄρτος καὶ τὸ ποτήριον τῆς εὐχαριστίας βρῶσίς ἐστι καὶ πόσις ἀληθινή. Οὐκ ἔστι δὲ κινηθῆναι ἢ τραφῆναι πρὶν γεννηθῆναι.

11. Ἡ μὲν οὖν Γέννησις ἐπιεικῶς οὐδὲν ἄλλο ἢ τοῦτο δοκεῖ σημαίνειν, καὶ ἡ Ἀναγέννησις καὶ ἡ Ἀνάπλασις ἐκεῖνο προσσημαίνουσαι μόνον· τοὺς νῦν γεννωμένους καὶ πλαττομένους καὶ ἄλλοτε γεννηθῆναι καὶ ἀπολέσαντας τὴν μορφὴν νῦν δευτέρᾳ γεννήσει πρὸς τὸ πρῶτον εἶδος αὖθις ἐπανιέναι· καθάπερ ἀνδριάντος ὕλῃ τὸ εἶδος ἀπολωλεκότος ἀποδιδοὺς ὁ τεχνίτης ἀναγεννᾷ τὴν εἰκόνα καὶ ἀναπλάττει· ἐπεὶ καὶ αὐτὸ ὅ τι ποτέ ἐστιν ἐν ἡμῖν τὸ τοῦ βαπτίσματος ἔργον, εἶδός ἐστι καὶ μορφή. Καὶ γάρ τινα εἰκόνα ἐγγράφει καὶ μορφὴν ἐντίθησι ταῖς ψυχαῖς, συμμόρφους ἀποφαῖνον τοῦ θανάτου καὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος.

12. Ὑπὲρ οὗ καὶ Σφραγὶς καλεῖται, πρὸς τὴν βασίλειον πλάττον εἰκόνα καὶ τὸ μακάριον εἶδος. Ὅτι δὲ τὸ εἶδος τὴν ὕλην περιβάλλει καὶ ἀφανίζει τὴν ἀμορφίαν, καὶ Ἔνδυμα καλοῦμεν καὶ Βάπτισμα τὸ μυστήριον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος τὸ ἔνδυμα καὶ τὴν σφραγῖδα πρὸς ταὐτὸν φέρειν, νῦν μὲν ἐγγραφῆναι καὶ μορφωθῆναί φησι τὸν Χριστόν, νῦν δὲ περιτεθῆναι χριστιανοῖς ὥσπερ ἱμάτιον, τὸ μὲν Γαλάταις γράφων· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καί· «Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος»· τὸ δὲ Κορινθίοις· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.»

15. Διὰ ταῦτα τὸ βάπτισμα φώτισμα, ὅτι τὸ ἀληθινὸν εἶναι παρέχον, γνωρίμους καθίστησι τῷ Θεῷ, καὶ πρὸς τὸ φῶς ἄγον ἐκεῖνο τῆς ἀφανοῦς ἀφίστησι πονηρίας. Διὰ τοῦτο καὶ λουτρὸν διότι φώτισμα· οὕτω γὰρ παρέχει τῷ φωτὶ καθαρῶς ὁμιλῆσαι, πάντα μολυσμὸν ὃς τὴν θείαν ἀκτῖνα τῶν ψυχῶν τῶν ἡμετέρων διείργει, καθάπερ τι μεσότοιχον ἐξελόν.

17. Χρίσμα δὲ ὅτι τὸν δι’ ἡμᾶς χρισθέντα τὸν Χριστὸν ἐγγράφει τοῖς τελουμένοις, καὶ σφραγίς ἐστιν αὐτὸν ἐνσημαίνουσα τὸν Σωτῆρα. Τὸ γὰρ χρίσμα πανταχοῦ διὰ πασῆς ἀκριβῶς τῆς μορφῆς ἀφιγμένον τοῦ σώματος τοῦ δεξαμένου καὶ προσαρμόσας, αὐτὸν ἐν αὐτῷ φέρει τὸν ἀληλιμμένον ἐνσημανθέντα, καὶ τὸ εἶδος δείκνυσι καὶ σφραγίς ἐστιν ἀτεχνῶς.

18. Δέδεικται δὲ τοῖς εἰρημένοις, τῇ γεννήσει ταὐτὸν δύνασθαι τὴν σφραγῖδα, καθάπερ καὶ τῇ σφραγῖδι τὸ ἔνδυμα καὶ τὸ βάπτισμα. Ἐπεὶ δὲ καὶ τὸ χάρισμα καὶ τὸ φώτισμα καὶ τὸ λουτρὸν τῇ πλάσει καὶ γεννήσει πρὸς ταὐτὸν φέρει, δῆλον ἐγένετο πᾶσαν τοῦ βαπτίσματος ἐπωνυμίαν τὸ ἓν ἐκεῖνο σημαίνειν ὡς ἄρα γέννησις καὶ τῆς ἐν Χριστῷ ζωῆς ἡμῖν ἐστιν ἀρχὴ τὸ λουτρόν.
πηγή Orthodox Fathers

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου