Τρίτη 7 Αυγούστου 2018

"Φεύγειν τους ψευδόχριστους Οικουμενιστάς τους επ' ονόματι Χριστού πολεμούντας Χριστώ!


ΔΙΔΑΧΑΙ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ


«Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν. Οὗτοι ψευδόχριστοι  και ψευδαπόστολοι, δι' οὓς ψηγήσεται ἡ τῶν πολλῶν ἀγάπη· ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται»!


Constitutiones Apostolorum
(fort. compilatore Juliano Ariano): Book 6, chapter 12, line 93

«Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ· …τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς. Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνηροι … Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι…, οἱ Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες, οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ' ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ' ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες...
Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι “Οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος”. Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ
κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντελείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι “Ἆρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;”. Καί· “Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα ἐν τῷ οὐρανῷ, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς ἀπατῆσαι”. … Καὶ γὰρ καὶ ἡμεῖς, διερχόμενοι τὰ ἔθνη καὶ ἐπιστηρίζοντες τὰς Ἐκκλησίας, τοὺς μὲν ἐν πολλῇ νουθεσίᾳ καὶ λόγῳ ἰατικῷ ὑγιάσαντες ἐπανηγάγομεν μέλλοντας ὅσον οὐδέπω θνήσκειν ἀπάτῃ, τοὺς δὲ ἀνιάτως ἔχοντας ἐξεβάλομεν τῆς ποίμνης, ἵνα μὴ ψωραλέας νόσου μεταδῶσιν καὶ τοῖς ὑγιαίνουσιν ἀρνίοις, ἀλλὰ καθαρὰ καὶ ἄχραντα, ὑγιῆ καὶ ἄσπιλα διαμείνῃ Κυρίῳ τῷ Θεῷ».
ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ (fort. compilatore Juliano Ariano): Book 6,chapter 18, line 1-62.



Constitutiones Apostolorum: Constitutiones apostolorum (fort. compilatore Juliano Ariano): Book 7, chapter 32, line 1


Constitutiones Apostolorum: Constitutiones apostolorum (fort. compilatore Juliano Ariano): Book 7, chapter 32, line 1



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου