Δευτέρα 24 Δεκεμβρίου 2018

ΔΕΥΤΕ ΙΔΩΜΕΝ ΠΙΣΤΟΙ», «ΤΙ ΘΑΥΜΑΖΕΙΣ ΜΑΡΙΑΜ;», «Ο ΑΧΩΡΗΤΟΣ ΠΑΝΤΙ», ΚΑΘΙΣΜΑΤΑ ΤΟΥ ΟΡΘΡΟΥ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ, ΗΧΟΣ Δ´ ΣΚΛΗΡΟΣ ΧΡΩΜΑΤΙΚΟΣ ΝΕΝΑΝΩ, ΜΕΛΟΣ ΑΘΑΝΑΣΙΟΥ ΠΑΝΑΓΙΩΤΙΔΟΥ (†1989). ΨΑΛΛΕΙ Ο ΧΟΡΟΣ ΨΑΛΤΩΝ ΠΡΕΒΕΖΑΣ ΥΠΟ ΤΗΝ ΔΙΕΥΘΥΝΣΗ ΤΟΥ ΠΡΩΤΟΨΑΛΤΟΥ ΝΕΚΤΑΡΙΟΥ ΘΑΝΟΥ.


Κάθισμα Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ 
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Κάθισμα ὅμοιον
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
Κάθισμα ὅμοιον
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι’ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. (Δίς)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου