Παρασκευή 5 Αυγούστου 2022

(3) ῾Αγίου Γρηγορίου τοῦ Παλαμᾶ, ῾Ομιλία ΝΓʹ, Εἰς τὴν πρὸς τὰ ῞Αγια τῶν ῾Αγίων Εἴσοδον... (Μέρος Ϛʹ: §§ 51-54)

Συνέχεια από: Πέμπτη 4 Αυγούστου 2022


᾿Απόδοσις ῾Οσίου Νικοδήμου ῾Αγιορείτου

[51.] Εἰ δὲ καὶ ἡ μεταφυσικὴ ἐπιστήμη (τὴν
ὁποίαν οἱ ῞Ελληνες πρώτην φιλοσοφίαν ὠνό-
μασαν, μὲ τὸ νὰ μὴν ἤξευραν ἄλλο εἶδος
θεωρίας ὑψηλότερον), εἰ δὲ λέγω καὶ ἡ μετα-
φυσικὴ καταγίνεται εἰς τοὺς περὶ Θεοῦ λό-
γους, καὶ φιλοσοφεῖ διὰ τὰ ὅλως ἄϋλα καὶ
νοερά, πλὴν καὶ αὐτή, ἀγκαλὰ καὶ νὰ
εὑρίσκῃ τὴν ἀλήθειαν, ὅμως πολὺ ἀπέχει
ἀπὸ τὴν θεοπτίαν, ἤτοι τὴν τοῦ Θεοῦ θεωρί-
αν· καὶ τόσον εἶναι μακρὰν ἀπὸ τὴν συν-
ομιλίαν τοῦ Θεοῦ, ὅσον εἶναι μακρὰν καὶ
τὸ νὰ ἠξεύρῃ κανεὶς ἕνα πρᾶγμα ἀπὸ τὸ νὰ
τὸ ἔχῃ. ῎Αλλο γὰρ εἶναι νὰ λαλῇ τινὰς διὰ
τὸν Θεὸν καὶ ἄλλο τὸ νὰ συνομιλῇ μὲ τὸν
Θεόν. ᾿Επειδὴ εἰς τὸ νὰ λαλῇ τινὰς διὰ τὸν
Θεόν, χρειάζεται καὶ λόγον προφορικὸν καὶ
τέχνην τοῦ λέγειν διὰ νὰ μεταδίδῃ καὶ εἰς
τοὺς ἄλλους τὴν γνῶσιν καὶ τέχνην δια-
φόρων συλλογισμῶν καὶ ἀποδείξεις ἀναγκαί-
ας, καὶ παραδείγματα κοσμικά, τὰ ὁποῖα ὡς
ἐπὶ τὸ πλεῖστον συναθροίζονται ἀπὸ τὴν ὅρα-
σιν καὶ ἀκοήν. Καὶ διὰ νὰ εἰπῶ μὲ συν-
τομίαν, ἡ τοιαύτη Θεολογία ἀσχολεῖται εἰς
τούτου τοῦ κόσμου τὰ πράγματα καὶ ἠμπο-
ροῦν νὰ τὰ ἔχουν καὶ οἱ σοφοὶ τοῦ αἰῶνος
τούτου, κἄν καὶ εἶναι ἀκάθαρτοι κατὰ τὴν
ψυχὴν καὶ τὴν ζωήν. Μὰ τὸ νὰ συνομιλῇ
τινὰς μὲ τὸν Θεὸν καὶ νὰ ἑνωθῇ κατὰ
ἀλήθειαν εἶναι ἀδύνατον ἀνίσως δὲν καθα-
ρισθῇ πρῶτον ἀπὸ τὰ πάθη· καὶ μετὰ τὴν
κάθαρσιν νὰ γένῃ ἔξω τοῦ ἑαυτοῦ του, ἢ
μᾶλλον εἰπεῖν ν᾿ ἀναβῇ ὑπεράνω ἀπὸ τὸ
εἶναι του· νὰ ἀφίσῃ κάτω ὅλα τὰ αἰσθητὰ
ὁμοῦ καὶ τὴν αἴσθησιν, νὰ γένῃ ἀνώτερος
ἀπὸ τοὺς συλλογισμοὺς καὶ ἀπὸ κάθε γνῶσιν
καὶ ἀπὸ αὐτὴν τὴν διάνοιαν, καὶ ὅλως δι᾿
ὅλου νὰ γένῃ τῆς κατ᾿ αἴσθησιν νοερᾶς ἐνερ-
γείας, τὴν ὁποίαν ὁ Σολομῶν θείαν αἴσθησιν
προωνόμασε· καὶ ἔτζι ἀπὸ αὐτὰ ὅλα ὕστερα
νὰ ἐπιτύχῃ τὴν ὑπὲρ πᾶσαν γνῶσιν ἀγνωσίαν,
ταὐτὸν εἰπεῖν νὰ γένῃ ἀνώτερος ἀπὸ κάθε
εἶδος τῆς πολυθρυλήτου τῶν ἀνθρώπων
σοφίας, ὡσὰν ὅπου τῆς μὲν ἀνθρωπίνης
σοφίας τὸ τέλος εἶναι ἡ γνῶσις, τῆς δὲ θείας
σοφίας εἶναι ἡ ἀγνωσία.

[52.] Αὐτὸ λοιπὸν —τὸ νὰ συνομιλήσῃ καὶ
νὰ ἑνωθῇ μὲ τὸν Θεὸν— ἡ Παρθένος ζητοῦσα
(ἐπειδὴ εἶναι ἀναγκαῖον εἰς τοὺς μεσίτας
νὰ συνομιλήσουν εἰς τοὺς μεσιτευομένους
αὐθέντας), εὑρίσκει εἰς τοῦτο συμβοηθὸν τὴν
ἡσυχίαν· ἡσυχίαν τὴν στάσιν τοῦ νοὸς καὶ
ὅλου τοῦ κόσμου, τὴν ἀλησμονησίαν τῶν
γηΐνων καὶ μαθήτριαν τῶν οὐρανίων· τὴν
ἀποθησαύρισιν τῶν πνευματικῶν νοημάτων.
Αὕτη ἡ ἡσυχία τοῦ νοὸς εἶναι μία πρᾶξις,
ἢτις ἀληθῶς γίνεται ἐπίβασις τῆς ἀληθοῦς
θεωρίας, ἢ μᾶλλον εἰπεῖν θεοπτίας· ἡ ὁποία
θεοπτία εἶναι μία μοναχὴ ἀπόδειξις τῆς
ὑγιαινούσης ψυχῆς. Διότι κάθε ἄλλη ἀρετὴ
εἶναι ὡσὰν ἕνα ἰατρικὸν εἰς τὰς ἀσθενείας
τῆς ψυχῆς καὶ εἰς τὰ πονηρὰ πάθη ὁποὺ
ἐρριζώθησαν εἰς αὐτήν. ῾Η δὲ θεωρία εἶναι
ὁ καρπὸς τῆς ψυχῆς τῆς ὑγιοῦς, καὶ τὸ
σκοπιμώτατον τέλος καὶ ἡ θεοποιὸς ἀρετή,
διὰ μέσου τῆς ὁποίας θεοποιεῖται ὁ ἄνθρω-
πος· καὶ ὄχι διὰ μέσου τῆς ἐξωτερικῆς φιλο-
σοφίας, ἡ ὁποία ἀποκτᾶται ἀπὸ τοὺς λόγους
καὶ τὴν ἀναλογίαν τῶν ὁρωμένων κτισμάτων·
μὴ γένοιτο, ἡ τοιαύτη γὰρ φιλοσοφία εἶναι
γήϊνος καὶ ταπεινή, ἀλλὰ διὰ μέσου, ὡς
εἶπον, τῆς ἐν ἡσυχίᾳ μελέτης καὶ θεωρίας.
᾿Επειδὴ διὰ μέσου αὐτῆς χωρίζεται τινὰς ἀ-
πὸ τὰ γήϊνα, καὶ ἑνώνεται μὲ τὸν Θεόν· διὰ
μέσου αὐτῆς προσκαρτερεῖ πάντοτε εἰς προσ-
ευχὰς καὶ δεήσεις, ὡσὰν ἐπάνω ἐν ὑπερώῳ
τοῦ κόσμου τούτου, καὶ πλησιάζει τρόπον
τινὰ εἰς τὴν ἀπλησίαστον ἐκείνην καὶ μακα-
ρίαν τοῦ Θεοῦ φύσιν.

[53.] ᾿Αφοῦ δὲ ἑνωθῇ ἀπορρήτως καὶ συγ-
κερασθῇ εἰς τὸ τοιοῦτον ὑπὲρ αἴσθησιν καὶ
νοῦν τοῦ Θεοῦ φῶς, τότε αὐτὸς ὡς καθαρίσας
τὴν καρδίαν μὲ τὴν ἡσυχίαν βλέπει εἰς τὸν
ἑαυτόν του ὡσὰν εἰς καθαρώτατον καθρέπτην
τὸν Θεόν. Τοιαύτης κατὰ νοῦν ἡσυχίας παρά-
δειγμα σύντομον καὶ ὠφελιμώτατον ἀπὸ κάθε
ἄλλο ἐστάθη ἡ Παρθένος αὕτη, ἢτις ἐξ
ἁπαλῶν ὀνύχων ἡνώθη μὲ τὸν Θεὸν διὰ
τῆς ἱερᾶς ἡσυχίας. ᾿Επειδὴ μοναχὴ αὐτὴ ἀπὸ
ὅλους ἀπὸ τόσον μικρὸν παιδίον ὑπὲρ φύσιν
ἡσύχασε, καὶ μοναχὴ αὐτὴ τὸν Θεάνθρωπον
Λόγον ἀπειράνδρως ἐκυοφόρησε.

[54.] Πρέπει ὅμως νὰ ἀναβιβάσωμεν τὸν
λόγον μας ὀλίγον ἀνωτέρω, διὰ νὰ γένῃ
εὔληπτον εἰς τοὺς ἀκροατὰς τὸ μέγα τοῦτο
θεώρημα ὁποὺ θέλω διηγηθῶ. ᾿Εγὼ ἐπαινῶ
τὸν τρόπον ἐκεῖνον τῶν ἐγκωμίων, ὁ ὁποῖος,
ὄχι μόνον ἐγκωμιάζει, ἀλλὰ καὶ ὠφελεῖ τοὺς
ἀκροατάς, φανερώνοντας εἰς αὐτοὺς τὴν
στράταν τῆς σωτηρίας. Καὶ ἂν καὶ νὰ εἶναι
κανένα δυσκολονόητον ἀπὸ τὰ λεγόμενα,
νομίζω ὅτι δὲν πρέπει νὰ τὸ ἀπορρίπτωμεν·
διατὶ μήτε τὴν στράταν τῆς ζωῆς ἀποφεύγο-
μεν καὶ μὲ ὅλον ὅπου αὐτὴ εἶναι δύσκολος
καὶ στενή. ᾿Ελᾶτε λοιπόν, ὦ ἀνδρειωμένοι
εἰς τὸν νοῦν, ὅσοι δὲν προτιμᾶτε τὸ εὐκολο-
απόκτητον χῶμα, ἀπὸ τὸ δυσκολεύρετον
χρυσάφι, καὶ ἄς συμμαζώξῃ καθένας σας
τὸν νοῦν του εἰς τὸν ἑαυτόν του, καθὼς
μαζώνουσι τὰ ροῦχα τους ἐκεῖνοι ὁποὺ ἔχουν
νὰ ἀπεράσουν ἀπὸ δρόμους στενούς· καὶ
ὅλοι μὲ προθυμίαν ἀσηκώσατε τὸν νοῦν σας
εἰς τὸ ὕψος τῶν νοημάτων. ᾿Επειδὴ οἱ ὑψηλοὶ
ἀναβαθμοὶ ἐπάνω εἰς τοὺς ὁποίους ἀναβαίνει
ἡ Θεοτόκος εἶναι παντελῶς ἄβατοι εἰς τοὺς
γηϊνόφρονας. ᾿Εὰν γὰρ ἀσηκώσετε τὸν νοῦν
σας ἀπὸ τὰ γήϊνα, καὶ μελετᾶτε πάντοτε εἰς
τὴν θεοειδῆ ζωήν, ὁποὺ ἐπέρασεν ἡ Θεοτό-
κος εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ βάλητε προ-
θυμίαν διὰ νὰ καταλάβητε ἐν ταυτῷ κανένα
ἀπὸ τὰ ἐκεῖσε θεῖα μυστήρια καὶ οὐρανό-
φρονα νοήματα, καὶ νὰ τὰ μιμηθῆτε, ἴσως
μετ᾿ ὀλίγον διάστημα ἠθέλατε ἀποκτήσει τὴν
μακαρίαν ἐκείνην ἀπόλαυσιν τῶν καθαρῶν
τῇ καρδίᾳ, καὶ νὰ βλέπετε ἀοράτως τὰ ἀγαθὰ
τοῦ μέλλοντος ἐκείνου αἰῶνος.

Το πρωτότυπον κείμενο

51. Εἰ δὲ καὶ θεολογοῦμεν καὶ περὶ τῶν
πάντῃ χωριστῶν τῆς ὕλης φιλοσοφοῦμεν, ὃ
καὶ πρώτην φιλοσοφίαν ῾Ελλήνων παῖδες, μᾶλ-
λον δὲ οἱ πατέρες καὶ προστάται τῆς τέχνης,
φασί, μηδὲν εἰδότες θεωρίας εἶδος πρεσβύτε-
ρον· ἀλλὰ καὶ τοῦτο, κἂν ἀληθείας ἔχηται,
θεοπτίας ἀπέχει καὶ τῆς πρὸς Θεὸν ὁμιλίας
ἐπὶ τοσοῦτο κεχώρισται, καθ᾿ ὅσον καὶ τὸ
κεκτῆσθαι τοῦ εἰδέναι διώρισται. Περὶ Θεοῦ
γάρ τι λέγειν καὶ Θεῷ συντυγχάνειν οὐχὶ ταὐ-
τόν· ἐκεῖνο μὲν γὰρ καὶ λόγου δεῖται, τούτου
τοῦ προφερομένου δηλαδή, ἴσως δὲ καὶ τῆς
κατὰ τοῦτον τέχνης, εἰ μὴ μέλλοι τις ἔχειν
μόνον, ἀλλὰ καὶ χρῆσθαι καὶ διαδιδόναι τὴν
εἴδησιν· ἔτι δὲ συλλογισμῶν παντοδαπῆς ὕ-
λης καὶ τῶν ἐξ ἀποδείξεως ἀναγκῶν καὶ τῶν
κατὰ κόσμον παραδειγμάτων, ὧν ἐκ τοῦ ὁρᾶν
καὶ ἀκούειν τὸ πᾶν ἢ τὸ πλεῖστον ἀθροίζεται,
καὶ σχεδὸν τῶν ἐν τῷ κόσμῳ τούτῳ στρεφο-
μένων ἐστί, καὶ γένοιτ᾿ ἂν δήπου καὶ τοῖς τοῦ
αἰῶνος τούτου σοφοῖς, κἂν μὴ κεκαθαρμένοι
τελέως τὸν βίον ὦσι καὶ τὴν ψυχήν. Θεῷ δὲ
συγγενέσθαι κατ᾿ ἀλήθειαν τῶν ἀδυνάτων, εἰ
μὴ πρὸς τῇ καθάρσει καὶ ἡμῶν αὐτῶν ἔξω,
μᾶλλον δὲ ὑπεράνω γενοίμεθα, καταλιπόντες
μὲν πᾶν ὅ,τι τῶν αἰσθητῶν μετὰ τῆς αἰσθή-
σεως, ὑπεραρθέντες δὲ λογισμῶν καὶ συλλο-
γισμῶν καὶ γνώσεως πάσης καὶ τῆς διανοίας
αὐτῆς, ὅλοι δὲ γενόμενοι τῆς κατ᾿ αἴσθησιν
νοερὰν ἐνεργείας, ἣν θείαν αἴσθησιν ὁ Σολο-
μῶν προεῖπε, καὶ τυχόντες τῆς ὑπὲρ τὴν γνῶ-
σιν ἀγνοίας, ταὐτὸν δ᾿ εἰπεῖν τῆς ὑπὲρ πᾶν
εἶδος τῆς πολυθρυλήτου φιλοσοφίας εἴπερ τῆς
κατ᾿ ἐκείνην διαφερούσης μοίρας τέλος ἡ γνῶ-
σις ἐστίν.

52. Τοῦτο τοίνυν ἡ Παρθένος ζητοῦσα (καὶ
γὰρ ἀναγκαιότατον πρέσβεσι συντυχεῖν ἐκεί-
νοις, πρὸς οὓς ἡ πρεσβεία), τὴν ἱερὰν ἡσυχίαν
εὑρίσκει χειραγωγόν· ἡσυχίαν τὴν νοῦ καὶ κό-
σμου στάσιν, τὴν λήθην τῶν κάτω, τὴν μύ-
ησιν τῶν ἄνω, τὴν τῶν νοημάτων ἐπὶ τὸ
κρεῖττον ἀπόθεσιν· αὕτη πρᾶξις ὡς ἀληθῶς,
ἐπίβασις τῆς ὡς ἀληθῶς θεωρίας ἢ θεοπτίας,
εἰπεῖν οἰκειότερον, ἣ μόνη δεῖγμα τῆς ὡς ἀ-
ληθῶς εὐεκτούσης ψυχῆς· ἀρετὴ μὲν γὰρ ἄλ-
λη πᾶσα οἷον φάρμακον ἀλεξιτήριόν ἐστι πρὸς
τὰς ἀσθενείας τῆς ψυχῆς καὶ τὰ κατεῤῥιζω-
μένα ὑπὸ ῥᾳθυμίας πονηρὰ παθήματα, θεωρία
δέ ἐστι τῆς ὑγιαινούσης ὁ καρπός, οἷόν τι
τέλος οὖσα καὶ εἶδος θεουργόν· δι᾿ αὐτῆς γὰρ
θεοποιεῖται ἄνθρωπος, οὐ τῆς ἀπὸ τῶν λόγων
ἢ τῆς τῶν ὁρωμένων στοχαστικῆς ἀναλογί-
ας, ἄπαγε (χαμαίζηλος γὰρ αὕτη καὶ ἀνθρω-
πίνη), ἀλλὰ τῆς ἀπὸ τῆς καθ᾿ ἡσυχίαν ἀγω-
γῆς· ὅτι δι᾿ αὐτῆς ἀπολυόμεθα τῶν κάτω καὶ
συννεύομεν πρὸς τὸν Θεόν, καὶ καθάπερ ἐν
ὑπερώῳ τοῦ βίου νυκτὸς καὶ ἡμέρας εὐχαῖς
καὶ δεήσεσι προσκαρτεροῦντες θίγομέν πως
τῆς ἀθίκτου καὶ μακαρίας φύσεως ἐκείνης.

53. Καὶ οὕτως αὐτοῖς ἀνακραθέντος ἀποῤῥή-
τως τοῦ ὑπὲρ αἴσθησιν καὶ νοῦν φωτός, ἐν
ἑαυτοῖς ὡς ἐν ἐσόπτρῳ θεωροῦσι τὸν Θεὸν οἱ
τὴν καρδίαν δι᾿ ἱερᾶς ἡσυχίας καθαρθέντες.
῟Ης σύντομος ἀπόδειξις, ὡς λυσιτελεστάτη
καὶ Θεῷ συνιστᾶσα τοὺς χρωμένους μᾶλλον
παντός, ἡ ἐξ ἁπαλῶν, ὡς εἰπεῖν, ὀνύχων ταύ-
τῃ συγγεγενημένη Παρθένος αὕτη· μόνη γὰρ
ἁπάντων ἐξ οὕτω πάνυ παιδὸς ὑπερφυῶς ἡ-
συχάσασα, μόνη πάντων θεάνθρωπον Λόγον
ἀπειράνδρως ἐκυοφόρησεν.

54. ᾿Αλλὰ γὰρ μικρὸν ἀναληπτέον τὸν λό-
γον, ἵν᾿ εὔληπτον τοῖς ἔχουσιν ὦτα γένοιτο
τὸ μέγα τοῦτο θεώρημα. ᾿Εγὼ τὸν τρόπον
ἐκεῖνον τῶν ἐγκωμίων ἄγαμαι, ὃς καὶ τοὺς
ἀκροωμένους ὀνίνησι τὴν σωτήριον ἀνακαλύ-
πτων ὁδόν· κἂν δυσξύμβλητον ὂν τυγχάνῃ τι
τῶν λεγομένων καὶ τῷ μετεώρῳ τῆς διανοί-
ας οὐ ῥᾳδίως ληπτόν, οὐκ ἔξω ῥιπτεῖν οἴομαι
τῆς ἱερᾶς αὐλῆς· ἐπεὶ μηδὲ τὴν πρὸς τὴν
ζωὴν ἀπάγουσαν ἐκκλίνομεν ὅτι στενὴ καὶ
δυσχερὴς ἀνῦσαι. Δεῦρ᾿ ἴτε τοίνυν, ὦ γενναῖ-
οι, ὅσοι μὴ τοῦ δυσπορίστου χρυσοῦ τὸν χοῦν
ὡς εὐπόριστον προτίθεσθε, καὶ τὸν νοῦν ἕκα-
στος εἰς ἑαυτὸν συναγαγόντες, ὥσπερ οἱ διὰ
στενωπῶν ἰόντες τὰ ἱμάτια, πρὸς τὸ μέγεθος
τῆς διανοίας συντόνως ἐπάρατε· καὶ γὰρ οὐ-
δὲ τὰ τῶν ἀναβαθμῶν ὑψοῦ ταύτης αἰρομέ-
νης τοῖς ἰλυσπωμένοις βάσιμα. Τῶν μέντοι
προσύλων ἀπαναστήσαντες τὸν νοῦν καὶ τῷ
ἐν ἁγίοις ἀδύτοις θεοειδεστάτῳ βίῳ τῆς Θεο-
μήτορος ἐμμελετᾶν ἀναπεισθέντες, πρὸς τῷ
συνιέναι τι τῶν ἐκεῖ καὶ ζηλοῦν εἰς δύναμιν
προθυμηθέντες, τάχ᾿ ἂν οὐκ εἰς μακρὰν τὸ
μακαριστὸν ἐκεῖνο λῆμμα σχοίητε τῶν κεκα-
θαρμένων τὴν καρδίαν, ὡς ἀθανάτου κόσμου
γέρα φύσεως ἀοράτως καθορᾶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου