Πέμπτη 20 Ιουνίου 2019

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος τρίτος (Γ΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Γ΄)
Λόγος τρίτος· καὶ τίνα συντέλειαν αὐτῇ παρέχεται τὸ θεῖον μύρον.
1. Οὕτω δὲ πνευματικῶς συστάντας καὶ τοῦτον γεγεννημένους τὸν τρόπον, καὶ ἐνεργείας ἀκόλουθον ἂν εἴη τυγχάνειν, ἣ τοιᾷδε γεννήσει προσήκει, καὶ κινήσεως καταλλήλου. Καὶ τοῦτο ἡμῖν ἡ τελετὴ τοῦ θειοτάτου δύναται μύρου· καὶ γὰρ ἐνεργοὺς ποιεῖ τὰς πνευματικὰς ἐνεργείας, τὸν μὲν ταύτην, τὸν δὲ ἐκείνην, τὸν δὲ πλείους, ὡς ἕκαστος πρὸς τὸ μυστήριον ἔχει παρασκευῆς. Καὶ γίνεται νῦν τοῖς τελουμένοις, ὅπερ ἐπὶ τῶν προτέρων χρόνων αἱ τῶν ἀποστόλων χεῖρες τοῖς ἐπ’ ἐκείνων βαπτιζομένοις· καὶ γὰρ «ἐπιτιθέντων τὰς χεῖρας τῶν ἀποστόλων τοῖς μεμυημένοις, φησί, τὸ Πνεῦμα ἐδίδοτο», καὶ νῦν ὁ Παράκλητος χριομένοις ἐπιδημεῖ.
2. Τεκμήριον δέ· πρῶτον μὲν τοῦ παλαιοῦ νόμου καὶ βασιλέας χρίοντος τὸν ἴσον τρόπον καὶ ἱερέας, ὁ τῆς Ἐκκλησίας θεσμός, ἐκείνους τῷ μύρῳ βασιλεύων, τοῖς ἱερεῦσιν ἐπιτίθησι χεῖρας καὶ τὴν τοῦ Πνεύματος εὔχεται χάριν, ὅπερ ἐστὶ δεικνύντος, καὶ τοῦτο κἀκεῖνο πρὸς ταὐτὸν φέρειν καὶ τὴν αὐτὴν ἄμφω δύναμιν ἔχειν. Ἔπειτα καὶ τῶν ὀνομάτων κοινωνοῦσιν ἀλλήλοις, καὶ χρῖσμα μὲν ἐκεῖνο, Πνεύματος δὲ κοινωνία τοῦτο· τήν τε γὰρ τῶν ἱερέων χειροτονίαν οἱ θειότατοι τῶν ἱερέων χρῖσιν καλοῦσι, καὶ ἔμπαλιν οὓς τὸ μυστήριον τοῦ μύρου τελοῦσι, κοινωνοὺς τοῦ Ἁγίου Πνεύματος εἶναι καὶ εὔχονται καὶ πιστεύουσι. Καὶ τὴν τελετήν, ὅ τι ποτέ ἐστι, τοῖς τελουμένοις δεικνῦντες πνευματικῆς δωρεᾶς Σφραγῖδα καλοῦσι· τοῦτο γὰρ ἐπᾴδουσι χριομένοις.
3. Ἔτι δὲ καὶ Χριστὸς αὐτὸς ὁ Δεσπότης οὐ χεθὲν τῇ κεφαλῇ δεξάμενος μύρον, ἀλλὰ διὰ τὸ Πνεῦμα τὸ Ἅγιον, ὅτι τῆς πνευματικῆς ἐνεργείας ἁπάσης, τῆς σαρκὸς ἕνεκα τῆς ἀναληφθείσης, ἐγένετο θησαυρός. Καὶ οὐ Χριστὸς μόνος, ἀλλὰ καὶ χρῖσμα· «Μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι», τὸ μὲν ἐξ ἀρχῆς, τὸ δ’ ὕστερον. Ἕως μὲν γὰρ οὐκ ἦν, ᾧ τῶν αὑτοῦ μετέδωκεν ἂν ὁ Θεός, μύρον ἦν ἐφ’ ἑαυτοῦ μένον· ἐπεὶ δὲ ἡ μακαρία συνέστη σὰρξ ἡ «τῆς θεότητος ἅπαν τὸ πλήρωμα» δεξαμένη, ᾗ φησὶν Ἰωάννης «οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα», πάντα δὲ τὸν φυσικὸν ἐνέθηκε πλοῦτον, τηνικαῦτα εἰς αὐτὴν ἐκκενωθὲν ἤδη τὸ μύρον εἰκότως χρῖσμα καί ἐστι καὶ λέγεται. Τὸ γὰρ μεταδοθῆναι, τοῦτο ἦν αὐτῷ χρῖσμά τε γενέσθαι καὶ κενωθῆναι.
4. Οὐ γὰρ ἤμειψε τόπον, οὐδὲ διεῖλε τεῖχος οὐδ’ ὑπερέβη, ἀλλὰ τὸ διεῖργον τῶν ἡμετέρων αὐτόν, ὅπερ αὐτὸς ἀποδείξας, οὐδὲν ἀφῆκε μέσον. Ἀνθρώπων γὰρ ὁ Θεὸς οὐ τόπῳ διέφερεν, ὅ γε πάντα τόπον κατέχων, ἀλλὰ διαφορᾷ διΐστατο, καὶ ἡ φύσις αὑτὴν αὐτὴ τοῦ Θεοῦ διεῖργε τῷ πᾶσιν οἷς εἶχε διαφέρειν, καὶ πρὸς αὐτὸν μηδὲν κοινὸν ἔχειν· ὅτι Θεὸς μὲν αὐτὸς μόνον, ἡ δὲ φύσις ἄνθρωπος μόνον.
5. Ἐπεὶ δὲ σὰρξ ἐθεώθη, καὶ φύσις ἀνθρώπων ὑπόστασιν αὐτὸν ἔλαχε τὸν Θεόν, τὸ τειχίον μύρον ὑπῆρξεν ἤδη· καὶ ἡ διαφορὰ ἐκείνη χώραν οὐκ ἔχει, τῆς μιᾶς ὑποστάσεως τοῦτο μὲν οὔσης, ἐκεῖνο δὲ γενομένης, ἣ τὴν διάστασιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀναιρεῖ, κοινὸς ὅρος ἑκατέρας φύσεως οὖσα, ἐπεὶ τῶν διεστώτων οὐκ ἂν γένοιτο κοινὸς ὅρος. Καθάπερ τοίνυν, εἰ τὸ ἀλάβαστρον μηχανῇ τινι γένοιτο μύρον καὶ πρὸς αὐτὸ μετασταίη, ἀκοινώνητον οὐκέτι τοῖς ἔξω τὸ μύρον, οὐδ’ ἔνδον οὐδ’ ἐφ’ ἑαυτοῦ μένον· τὸν ἴσον τρόπον τῆς ἡμετέρας φύσεως ἐπὶ τοῦ σωτηρίου σώματος θεωθείσης, τὸ διεῖργον ἀπὸ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος οὐδέν, ὅθεν καὶ τῶν αὐτοῦ μετέχειν χαρίτων ἐμποδὼν ἡμῖν οὐδὲν ἦν πλὴν τῆς ἁμαρτίας.
6. Ἐπεὶ δὲ διττὸν ἦν τὸ τεῖχος, τὸ μὲν τῆς φύσεως, τὸ δὲ τῆς γνώμης πονηρίᾳ διαφθαρείσης, τὸ μὲν ἀνεῖλε σαρκωθεὶς ὁ Σωτήρ, τὸ δὲ σταυρωθείς· τὴν γὰρ ἁμαρτίαν ὁ σταυρὸς ἔλυσε. Διὰ τοῦτο μετὰ τὸ βάπτισμα τὰ τοῦ σταυροῦ δυνάμενον ἐκείνου καὶ τοῦ θανάτου, ἐπὶ τὸ μύρον χωροῦμεν τὴν τοῦ Πνεύματος κοινωνίαν. Τῶν γὰρ κωλυμάτων ἀμφοτέρων ἀνῃρημένων, τὸ ἐπισχῆσον οὐδὲν «χεθῆναι ἐπὶ πᾶσαν σάρκα» τὸ Πνεῦμα τὸ Ἅγιον· λέγω δὲ ὅσον ἐπὶ τοῦ παρόντος ἔξεστι βίου. Πρὸς γὰρ τὴν ἄμεσον μετὰ Θεοῦ συναυλίαν καὶ τρίτον ὁ θάνατος κώλυμα, καὶ τοὺς θνητὸν φέροντας ἔτι σῶμα «τὸ αἴνιγμα καὶ τὸ ἔσοπτρον» ὑπερβαίνειν οὐ συγχωρεῖ.
7. Ὥστε τριχῶς τοῦ Θεοῦ τοὺς ἀνθρώπους διϊσταμένους, διὰ τὴν φύσιν, διὰ τὴν ἁμαρτίαν, διὰ τὸν θάνατον, καθαρῶς τυχεῖν καὶ ἀμέσως αὐτῷ συνελθεῖν ἐποίησεν ὁ Σωτήρ, ἃ προσίστατο πάντα ἐφεξῆς ἀνελών· τοῦτο μὲν ἀνθρωπότητος μετασχών, ἐκεῖνο δὲ νεκρωθεὶς ἐπὶ τοῦ σταυροῦ, τὸ δὲ τελευταῖον τεῖχος, τὴν τοῦ θανάτου τυραννίδα, παντάπασι τῆς φύσεως ἐξέβαλεν ἀναστάς. Διὰ τοῦτο Παῦλος· «Ἔσχατος ἐχθρός, φησί, καταργεῖται ὁ θάνατος», οὐχ ἂν ἐχθρὸν αὐτὸν προσειπών, εἰ μὴ πρὸς τὴν ἀληθινὴν ἡμῖν εὐδαιμονίαν ἐμποδὼν ἦν. Τοὺς γὰρ τοῦ ἀθανάτου Θεοῦ κληρονόμους ἀνάγκη δὴ φθορᾶς ἀπηλλάχθαι. «Οὐ γὰρ ἡ φθορά, φησί, τὴν ἀφθαρσίαν κληρονομεῖ». Μετὰ γὰρ τὴν κοινὴν τῶν ἀνθρώπων ἀνάστασιν, ἧς αἴτιον ἡ τοῦ Σωτῆρος ἀνάστασις, τὸ μὲν ἔσοπτρον ὑποχωρεῖ καὶ τὸ αἴνιγμα, ὄψονται δὲ «πρόσωπον πρὸς πρόσωπον» τὸν Θεὸν οἵ γε «τὴν καρδίαν κεκαθαρμένοι».
8. Τὸ μὲν οὖν τῆς τελετῆς ἔργον τῶν ἐνεργειῶν τοῦ ἀγαθοῦ Πνεύματος μεταδοῦναι· τὸ μύρον δὲ αὐτὸν εἰσάγει τὸν Κύριον Ἰησοῦν, ἐν ᾧ πᾶσα μὲν ἀνθρώποις ἡ σωτηρία, πᾶσα δὲ ἐλπὶς ἀγαθῶν, καὶ ὅθεν μὲν ἡμῖν ἡ τοῦ Ἁγίου Πνεύματος μετουσία, δι’ οὗ δὲ ἡ πρὸς τὸν Πατέρα προσαγωγή. Τῆς γὰρ τῶν ἀνθρώπων ἀναπλάσεως κοινῇ μὲν ἡ Τριὰς τεχνίτης, αὐτουργὸς δὲ μόνος ὁ Λόγος, οὐχ ὅτε διατριβῶν ἀνθρώποις ἐκοινώνησε μόνον καὶ «προσηνέχθη, φησὶ Παῦλος, εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας», ἀλλ’ ἐξ ἐκείνου μέχρι παντός, ἕως τὴν φύσιν ἔτι φέρει τὴν ἡμετέραν, δι’ ἣν παράκλητον αὐτὸν ἔχομεν πρὸς τὸν Θεόν· δι’ ἑαυτοῦ μὲν «καθαρίζει τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων», δι’ ἑαυτοῦ δὲ τὸ Πνεῦμα δίδωσι.
9. Τοῦτο τὸ μυστήριον ἐπὶ μὲν τῶν προτέρων χρόνων χαρίσματα ἰαμάτων καὶ προφητείας καὶ γλωσσῶν καὶ τοιαῦτα τοῖς βαπτιζομένοις παρεῖχεν, ἃ τῆς ὑπερφυοῦς τοῦ Χριστοῦ δυνάμεως ἀνθρώποις ἅπασιν ἀπόδειξιν εἶχε προφανῆ· τούτων γὰρ ἔδει τηνικαῦτα, τοῦ χριστιανισμοῦ πηγνυμένου καὶ τῆς εὐσεβείας ἔτι καθισταμένης. Νῦν δὲ καὶ τοιαῦτα μὲν ἐνίοις ἐκεῖθεν ὑπῆρξε, καὶ ἐφ’ ἡμῶν, καὶ ἐπὶ τῶν ὀλίγῳ προτέρων· καὶ περὶ τῶν μελλόντων εἶπον, καὶ δαίμονας ἐξέβαλον καὶ νόσων ἀπήλλαξαν εὐξάμενοι μόνον, καὶ οὐ περιόντες ἔτι τῷ βίῳ μόνον, ἀλλ’ ἤδη καὶ τάφοι τὸ ἴσον ἐδυνήθησαν, τῆς πνευματικῆς ἐνεργείας οὐδὲ νεκρῶν ἀφισταμένης τῶν μακαρίων.
10. Ἃ δὲ χριστιανοῖς ἑκάστοτε προμνᾶται τὸ μύρον, καὶ ὧν καιρὸς ἅπας ὁ χρόνος, χάρισμα εὐσεβείας καὶ εὐχῆς καὶ ἀγάπης καὶ σωφρονισμοῦ καὶ τῶν ἄλλων, ἃ τοῖς δεχομένοις αὐτοῖς ἐστὶν ἐν καιρῷ. Εἰ καὶ τοὺς πολλοὺς τῶν χριστιανῶν ταυτὶ διαφεύγει, καὶ ὅση τίς ἐστὶν ἡ τοῦ μυστηρίου δύναμις λέληθε, καὶ κατὰ τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον· «οὐδ’ ὅτι Πνεῦμα Ἅγιόν ἐστιν ἔγνωσαν»-  παρ’ αὐτὸ μὲν τὸ τελεῖσθαι τῷ πρὸ τῆς ἡλικίας τοῦ μυστηρίου τυγχάνειν τῶν δώρων ἀναισθήτως διατεθέντες, ἐπὶ δὲ τῆς ἡλικίας, ἐφ’ ἃ μὴ δεῖ τετραμμένοι καὶ τὸν τῆς ψυχῆς ἀποτυφλώσαντες ὀφθαλμόν -ὡς τό γε ἀληθὲς τὸ Πνεῦμα κοινωνεῖ τοῖς τελουμένοις τῶν ἑαυτοῦ, «διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· καὶ οὐκ ἐπέλιπεν ἡμᾶς ὁ Δεσπότης εὐεργετῶν, οἷς ἐπηγγείλατο συνεῖναι μέχρι παντός.
11. Οὐ γὰρ ἡ τελετὴ μάτην, ἀλλὰ καθάπερ ἄφεσιν ἁμαρτιῶν ἀπὸ τοῦ θεσπεσίου λουτροῦ, καὶ τῆς ἱερᾶς τραπέζης Χριστοῦ κομιζόμεθα σῶμα, καὶ οὐκ ἂν παύσαιτο ταῦτα μέχρις ἂν αὐτὸς φανερῶς ἡ τούτων ὑπόθεσις ἐπιστῇ· τὸν ἴσον τρόπον καὶ τοῦ θειοτάτου μύρου χριστιανοὺς ἀπολαύειν ἃ προσῆκε καὶ τῶν δωρεῶν τοῦ Ἁγίου Πνεύματος μετέχειν πᾶσα ἀνάγκη. Ποῦ γὰρ ἀκόλουθον, τῶν ἱερῶν τελετῶν τὰς μὲν ἐνεργοὺς εἶναι, τῆς δὲ μηδὲν ὄφελος εἶναι, καὶ περὶ μὲν ἐκείνων κατὰ Παῦλον ἡγεῖσθαι «τὸν ἐπαγγειλάμενον εἶναι πιστόν», περὶ δὲ ταύτης ἀμφιγνοεῖν; Δέον ἢ μηδεμιᾶς ἢ καὶ τῶν ἄλλων τὰ ἴσα καταψηφίζεσθαι, τῆς αὐτῆς δυνάμεως διὰ πασῶν ἐνεργούσης καὶ μιᾶς σφαγῆς ἑνὸς ἀμνοῦ καὶ ταὐτοῦ θανάτου καὶ αἵματος τὴν τελείωσιν ἁπάσαις παρεχομένων.
12. Δίδοται τοίνυν ἀληθῶς τὸ Πνεῦμα τὸ Ἅγιον, τοῖς μὲν ἵνα τοὺς ἄλλους εὖ ποιῆσαι δυνηθῶσι καί, ᾗ φησὶ Παῦλος, «Ἐκκλησίαν οἰκοδομῆσαι», περὶ τοῦ μέλλοντος εἰπόντες, ἢ μυστήρια διδάξαντες, ἢ νόσων ἀπαλλάξαντες λόγῳ· τοῖς δὲ ὅπως αὐτοὶ γένωνται βελτίους, εὐσεβείᾳ λάμψαντες ἢ σωφροσύνης ἢ ἀγάπης ἢ ταπεινοφροσύνης ὑπερβολῇ.
13. Καὶ γὰρ ἔστι μὲν σωφρονῆσαι λογισμῷ καὶ ἔθει χρησάμενον, καὶ τὸ ἦθος εἰς δικαιοσύνην ἀσκῆσαι καὶ εὔξασθαι καὶ ἀγαπῆσαι καὶ τἄλλα δὴ γενέσθαι σπουδαῖον· ἔστι δὲ καὶ παρὰ Θεοῦ κινούμενον τὴν γνώμην, παθῶν κρατῆσαι καὶ φιλανθρωπεύσασθαι καὶ δικαιοπραγῆσαι, καὶ τὴν ἄλλην ἐπιδεδεῖχθαι φιλοσοφίαν. Καθάπερ γὰρ κακίαι θηριώδεις εἰσὶν ἐν ἀνθρώποις ὑπὸ τῶν πονηρῶν ἐνεργουμένοις πνευμάτων, οὕτω καὶ τοὐναντίον ἀρεταὶ θεῖαι καὶ ὑπὲρ τὸν ἀνθρώπινον νόμον αὐτοῦ κινοῦντος τοῦ Θεοῦ, ὃν τρόπον ἠγάπησε μὲν ὁ μακάριος Παῦλος, πρᾷος δὲ ἦν ὁ Δαβίδ, καὶ ἄλλος ἄλλο τι τῶν ἐπαινουμένων ὑπὲρ τὸν εἰκότα τοῖς ἀνθρώποις ἐπεδείξατο λόγον. Ὁ μὲν γὰρ φιλεῖν ἔγραψε Φιλιππησίοις «ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ»· περὶ δὲ τοῦ Δαβίδ· «Εὗρον, φησὶν ὁ Θεός, ἄνδρα κατὰ τὴν καρδίαν μου». Καὶ μὴν καὶ πίστις δῶρόν ἐστι πνευματικόν, ὃ δέονται λαβεῖν οἱ ἀπόστολοι τοῦ Σωτῆρος, «Πρόσθες ἡμῖν, λέγοντες, πίστιν»· καὶ αὐτὸς εὔχεται αὐτοῖς ἁγιασμὸν παρὰ τοῦ Πατρός, «ἁγίασον αὐτούς, λέγων, ἐν τῇ ἀληθείᾳ σου»· καὶ «δίδωσιν ὁ Θεὸς εὐχὴν τῷ εὐχομένῳ», καὶ «αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις», δύναμιν εὐχῆς οἶμαι παρέχον. Καὶ ὅλως τὸν λόγον τοῦτον «πνεῦμα σοφίας» ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ «πνεῦμα συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ εὐσεβείας» καὶ τῶν ἄλλων ὧν ἐπωνύμους δείκνυσιν, οἷς μεταδίδωσι τῶν αὐτοῦ.
14. Πάντας μὲν οὖν τοὺς μεμυημένους τὰ ἑαυτοῦ ποιεῖ τὸ μυστήριον· αἴσθησις δὲ τῶν δώρων καὶ σπουδὴ περὶ τὸν πλοῦτον ὥστε χρήσασθαι τοῖς δεδομένοις, οὐ πᾶσι· τοῖς μὲν διὰ τὴν ἡλικίαν οὔπω λαβεῖν νοῦν δυνηθεῖσι, τοῖς δὲ τῷ μὴ παρεσκευάσθαι μηδὲ τὴν γιγνομένην ἐπιδείξασθαι προθυμίαν· ὧν ἐνίοις ὕστερον ὧν ἥμαρτον μετάνοια καὶ δάκρυα καὶ βίος κατὰ τὸν ὀρθὸν λόγον τὴν ἐντεθεῖσαν ταῖς ψυχαῖς ὑπέδειξε χάριν. Ὅθεν καὶ Παῦλος Τιμοθέῳ γράφων «Μὴ ἀμέλει, φησί, τοῦ ἐν σοὶ χαρίσματος», ὡς οὐδὲν ὂν πλέον ἡμῖν καὶ τὸ δῶρον δεξαμένοις ἂν ῥᾳθυμῶμεν, καὶ ὅτι δεῖ πόνου καὶ ἀγρυπνίας τοῖς βουλομένοις ἐνεργὸν τὰ τοιαῦτα τὴν ψυχὴν ἔχειν.
15. Ὥστε εἴ τις τῶν σπουδαίων ἀγάπῃ φαίνεται διενεγκὼν ἢ καθαρότητι σωφροσύνης ἢ ταπεινοφροσύνης ὑπερβολῇ ἢ εὐσεβείας ἢ τῶν τοιούτων τινὸς ὑπὲρ τὸ εἰκὸς τῶν ἀνθρώπων, τούτων αἰτιᾶσθαι δεῖ τὸ θειότατον μύρον καὶ πιστεύειν αὐτῷ δεδόσθαι μέν, ὅτε τοῦ μυστηρίου μετεῖχε τὸ δῶρον, γενέσθαι δὲ ἐνεργὸν ὕστερον· τὸν ἴσον τρόπον καὶ περὶ τῶν ἀκριβῶς μελλόντων λέγειν εἰδέναι, καὶ τοῖς τὴν γνώμην ἐλαυνομένοις καὶ ἄλλως ἀσθενοῦς ἀσθενοῦσι, σωτῆρας εἶναι πέρα μηχανῆς ἁπάσης, καὶ τἄλλα τοὺς ἐπιδειξαμένους, ἀπὸ τοῦ μυστηρίου λαβόντας ἔχειν.
16. Εἰ γὰρ μήτε παρ’ αὐτὸ τὸ τελεῖσθαι τὸ μυστήριον ἐνεργοὺς δείκνυσι τοὺς τελουμένους τὰς πνευματικὰς ἐνεργείας, μήτε ὧν χρόνῳ ὕστερον αὐτοὶ πνευματικῶς ἐνεργοῦσι, τὴν τελετὴν αἰτιᾶσθαι προσῆκε, τί δεῖ καὶ μυηθῆναι; πρὸς τί δ’ ἂν ἡμῖν ἡ τοῦ μύρου τοῦ θείου μύησις ἔτι φέροι, χορηγεῖν ὑπὲρ οὗ ζητεῖται μὴ δυναμένη;
17. Καὶ οὐδὲ ἐκεῖνο εἰκότως ἔστιν εἰπεῖν, ὡς εἰ μὴ ταῦτα ἀπολαύσομεν τοῦ χρίσματος, ἄλλο τι δύναιτ’ ἂν ἡμῖν ἡ τελετὴ βοηθεῖν. Εἰ γὰρ ἅπερ ἐπαγγέλλεται, καὶ πρὸς ἃ πᾶσα φέρεται, καὶ περὶ ὧν ὁ τελεστὴς εὔχεται, καὶ ἃ πείθει τὸν τελούμενον ὡς αὐτίκα λήψεται, τούτων τυχεῖν οὐ δίδωσιν, ἄλλο τῇ τῶν ἀγαθῶν ἐκεῖθεν σχολῇ γε δεῖ προσδοκᾶν. Εἰ δ’ οὐ μάτην τὸ μυστήριον, ὅτι μηδὲ ἄλλο τῶν χριστιανικῶν οὐδέν -«Οὐ γὰρ κενόν, φησί, τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν»· εἴ τινα πνευματικὴν ἐνέργειαν εὑρεῖν ἔστιν ἐν ἀνθρώποις καὶ τοῦ κύκλου τῶν ἐκεῖθεν χαρίτων, εἰς τὰς εὐχὰς ἀναφέρειν ἀνάγκη ταύτας καὶ τὸ χρῖσμα τὸ ἱερόν.
18. Ὅλως γὰρ οὔτε ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀγαθόν, ὃ τῷ Θεῷ διαλλαγεῖσιν ὑπῆρξεν ἐκεῖθεν ἀνθρώποις, ὃ μὴ διὰ τοῦ καταστάντος Θεοῦ καὶ ἀνθρώπων ἡμῖν παρεσχέθη μεσίτου· οὔτε τὸν μεσίτην εὑρεῖν καὶ λαβεῖν καὶ τῶν ἐκείνου τυχεῖν ἄλλο τι δίδωσιν ἡμῖν τῶν ἁπάντων ἢ τὰ μυστήρια. Ταῦτα γὰρ συγγενεῖς ἡμᾶς ποιεῖ τῶν αἱμάτων ἐκείνων, καὶ ὧν εἴληφε διὰ τὴν σάρκα χαρίτων καὶ ὧν παθεῖν ἠνέσχετο κοινωνούς.
19. Ἐπεὶ γὰρ δυοῖν ὄντοιν, ἃ τῷ Θεῷ συνίστησι καὶ ἐν οἷς πᾶσα τῶν ἀνθρώπων ἡ σωτηρία, τοῦ τε τὰ ἱερώτατα μυστήρια μυηθῆναι, καὶ τοῦ πρὸς ἀρετὴν ἀσκῆσαι τὴν γνώμην, τοῦ δευτέρου, λέγω δὴ τῆς ἀνθρωπείας σπουδῆς, οὐδὲν ἄλλο γένοιτ’ ἂν ἔργον ἢ τὰ δοθέντα σῶσαι καὶ μὴ προδοῦναι τὸν θησαυρόν· λείπεται δὴ μόνην χορηγὸν ἡμῖν τῶν ἀγαθῶν ἁπάντων τὴν τῶν μυστηρίων δύναμιν εἶναι.
20. Καὶ μὴν τῶν τελετῶν ἄλλης μὲν ἔργον ἄλλο τι, Πνεύματος δὲ καὶ τῶν ἐκείνου μετειληφέναι δώρων, τοῦ παναγοῦς ἐξήρτηται μύρου· διὰ ταῦτα κἂν μὴ παρ’ αὐτὸν τὸν τῆς τελετῆς χρόνον, ὕστερον δὲ πολλῷ πνευματικὴν δυνηθῇ τις ἐπιδείξασθαι δωρεάν, οὐ δεῖ τὴν αἰτίαν καὶ ὅθεν ἡ δύναμις ἀγνοεῖν· ἐπεὶ καὶ ὁ τοῦ βαπτίσματος φωτισμὸς ἐνίεται μὲν εὐθὺς λουσαμένων ταῖς τῶν τελουμένων ψυχαῖς, ἔστι δὲ τηνικαῦτα δῆλος οὐ πᾶσιν, ἐνίοις δὲ τῶν σπουδαίων διὰ χρόνου φαίνεται, ἱδρῶσι πολλοῖς καὶ πόνοις, καὶ τῇ περὶ τὸν Χριστὸν ἀγάπῃ τὸν τῆς ψυχῆς καθάρασιν ὀφθαλμόν.
21. Διὰ τοῦτο τὸ μύρον προσευχῆς μὲν οἶκοι πρὸς τὰς εὐχὰς ἡμῖν βοηθοῦσι· χριόμενοι γὰρ τῷ μύρῳ τοῦτ’ αὐτὸ γίνονται ἡμῖν ὃ καλοῦνται, διότι τὸ «κενωθὲν μύρον» «παράκλητος» ἡμῖν ἐστι «πρὸς τὸν Θεὸν καὶ Πατέρα», δι’ αὐτὸ τοῦτο ὅτι κεκένωται καὶ χρῖσμα γέγονε, καὶ μέχρι τῆς φύσεως ἐχέθη τῆς ἡμετέρας. Τὰ θυσιαστήρια δὲ τὴν τοῦ Σωτῆρος μιμεῖται χεῖρα, καὶ τὸν ἄρτον ἀπὸ τῆς ἀληλιμμένης τραπέζης ὥσπερ ἀπὸ τῆς ἀκηράτου χειρὸς ἐκείνης Χριστοῦ κομιζόμεθα σῶμα, καὶ πίνομεν τοῦ αἵματος αὐτοῦ, καθάπερ οἷς πρώτοις ὁ Δεσπότης τῆς ἱερᾶς ἐκοινώνησε τραπέζης, τῆς φρίκης γέμουσαν φιλοτησίαν προπίνων.
22. Ἐπεὶ γὰρ ὁ αὐτὸς καὶ ἱερεύς ἐστι καὶ θυσιαστήριον καὶ θυσία, καὶ προσάγων καὶ δι’ οὗ προσάγει καὶ ὃ προσάγει, τοῖς μυστηρίοις διεῖλεν, ἐκεῖνο μὲν τῷ τῆς εὐλογίας ἄρτῳ, ταῦτα δὲ τῷ μύρῳ διδούς. Καὶ γὰρ θυσιαστήριον μέν ἐστιν ὁ Σωτὴρ καὶ θύων διὰ τὸ χρῖσμα· τό τε γὰρ θυσιαστήριον ἄνωθεν οὕτω καθίστατο χριόμενον, τοῖς τε ἱερεῦσι τοῦτο ἦν ἱερεῦσι εἶναι τὸ χριστοῖς εἶναι. Θυσία δὲ διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον ἀνθ’ ὧν ὑπὲρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἀπέθανε δόξης· «τὸν θάνατον δὲ καταγγέλλομεν ἐκεῖνον καὶ τὴν σφαγήν, ὁσάκις, φησί, τὸν ἄρτον τοῦτον ἐσθίομεν».
23. Ἔτι δέ, μύρον μέν ἐστιν ὁ Χριστὸς καὶ χρῖσμα διὰ τὸ Πνεῦμα τὸ Ἅγιον, δι’ ὃ δρᾶσαι μὲν τὰ ἱερώτατα πάντων καὶ ἁγιάσαι, ἁγιασθῆναι δὲ καὶ ὁτιοῦν παθεῖν οὐδὲν εἶχε· ταῦτα δὲ θυσιαστηρίου τε ἦν καὶ θύοντος καὶ προσάγοντος, οὐ προσαγομένου καὶ θυομένου· καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἁγιάζειν λέγεται· «Τὸ θυσιαστήριον γάρ, φησί, τὸ ἁγιάζον τὸ δῶρον». Ἄρτος δὲ τῆς σαρκὸς ἕνεκα τῆς ἁγιασθείσης καὶ θεωθείσης, καὶ ἄμφω ταῦτα, τό τε χρῖσμα δεξαμένης καὶ τὴν πληγήν. «Ὁ γὰρ ἄρτος, φησίν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν»· «ἣν ἐγὼ δώσω» δηλονότι θύων, «ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς». Διὰ ταῦτα προσάγεται μὲν ὡς ἄρτος, προσάγει δὲ ὡς μύρον, καὶ ἑαυτὸν τὴν σάρκα θεώσας, καὶ ἡμᾶς λαμβάνων τοῦ χρίσματος κοινωνούς.
24. Ὧν Ἰακὼβ ὑποφαίνων τὸν τύπον ἐλαίῳ λίθον ἀλείψας ἀνέθηκε τῷ Θεῷ, τούτῳ δὴ τῷ χρῖσαι προσαγαγών· εἴτε τὴν σάρκα τοῦ Σωτῆρος «τὸν ἀκρογωνιαῖον» αἰνιττόμενος λίθον, ᾗ τὸ τῆς θεότητος ἐπέχεε μύρον ὁ ἀληθινὸς Ἰσραήλ, ὁ νοῦς ὁ μόνος «εἰδὼς τὸν Πατέρα»· εἴτε ἡμᾶς, οὓς «ἐκ τῶν λίθων αὐτὸς ἐγείρει τέκνα τῷ Ἀβράαμ» τῷ μεταδοῦναι τοῦ χρίσματος. Τὸ γὰρ Πνεῦμα τὸ Ἅγιον ἐπιχεόμενον χριομένοις τά τε ἄλλα ἡμῖν καὶ «πνεῦμα υἱοθεσίας» ἐστὶ καὶ «μαρτυρεῖ, φησί, τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ», «ἐν ταῖς καρδίαις ἡμῶν κρᾶζον Ἀββᾶ ὁ Πατήρ». Τοιαῦτα βοηθεῖ τὸ θειότατον μύρον τοῖς ζῆν ἐν Χριστῷ βουλομένοις.
Πηγή : orthodoxfathers.com

Δεν υπάρχουν σχόλια: