Παρασκευή 29 Δεκεμβρίου 2017

ΡΩΜΑΝΟΥ ΤΟΥ ΜΕΛΩΔΟΥ - Εἰς τὴν ἁγίαν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἕτερον κοντάκιον 

εἰς τὴν ἁγίαν γέννησιν
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
φέρον ἀκροστιχίδα τήνδε·
τοῦ ταπεινοῦ Ῥωμανοῦ
ἦχος πλ. β´, ἰδιόμελον.

Προοίμιον

Ὁ πρὸ ἑωσφόρου * ἐκ Πατρὸς ἀμήτωρ γεννηθεὶς
ἐπὶ γῆς ἀπάτωρ * ἐσαρκώθη σήμερον ἐκ σοῦ·
ὅθεν ἀστὴρ * εὐαγγελίζεται μάγοις,
ἄγγελοι δὲ * μετὰ ποιμένων ὑμνοῦσι
τὸν ἄσπορον τόκον σου, * ἡ κεχαριτωμένη.

Οἶκοι

Τὸν ἀγεώργητον βότρυν * βλαστήσασα ἡ ἄμπελος
ὡς ἐπὶ κλάδων ἀγκάλαις * ἐβάσταζε καὶ ἔλεγεν·
«Σὺ καρπός μου, * σὺ ζωή μου,
<σὺ> ἀφ᾿ οὗ ἔγνων * ὅτι καὶ ὃ ἤμην εἰμί, * σύ μου Θεός,
τὴν σφραγῖδα τῆς παρθενίας μου * ὁρῶσα ἀκατάλυτον,
κηρύττω σε ἄτρεπτον * Λόγον σάρκα γενόμενον.
Οὐκ οἶδα σποράν, * οἶδά σε λύτην τῆς φθορᾶς·
ἁγνὴ γάρ εἰμι, * σοῦ προελθόντος ἐξ ἐμοῦ·
ὡς γὰρ εὗρες ἔλιπες * μήτραν ἐμήν,
φυλάξας σώαν αὐτήν· * διὰ τοῦτο συγχορεύει
πᾶσα κτίσις βοῶσά μοι· * Ἡ κεχαριτωμένη.
Οὐκ ἀθετῶ σου τὴν χάριν * ἧς ἔχω πεῖραν, δέσποτα·
οὐκ ἀμαυρῶ τὴν ἀξίαν * ἧς ἔτυχον τεκοῦσά σε·
τοῦ γὰρ κόσμου * βασιλεύω·
ἐπειδὴ κράτος * τὸ σὸν ἐβάστασα γαστρί, * πάντων κρατῶ·
μετεποίησας τὴν πτωχείαν μου * τῇ συγκαταβάσει σου,
σαυτὸν ἐταπείνωσας * καὶ τὸ γένος μου ὕψωσας.
Εὐφράνθητέ μοι * νῦν ἅμα, γῆ καὶ οὐρανός·
τὸν γὰρ ποιητὴν * ὑμῶν βαστάζω ἐν χερσί·
γηγενεῖς, ἀπόθεσθε * τὰ λυπηρά,
θεώμενοι τὴν χαρὰν * ἣν ἐβλάστησα ἐκ κόλπων
ἀμιάντων, καὶ ἤκουσα· * Ἡ κεχαριτωμένη.»
Ὑμνολογούσης δὲ τότε * Μαρίας ὃν ἐγέννησε,
κολακευούσης δὲ βρέφος * ὃ μόνη ἀπεκύησεν,
ἤκουσεν ἡ * ἐν ὀδύναις
τεκοῦσα τέκνα, * καὶ γηθομένη τῷ Ἀδὰμ * Εὔα βοᾷ·
«Τίς ἐν τοῖς ὠσί μου νῦν ἤχησεν * ἐκεῖνο ὃ ἤλπιζον;
Παρθένον τὴν τίκτουσαν * τῆς κατάρας τὴν λύτρωσιν,
ἧς μόνη φωνὴ * ἔλυσέ μου τὰ δυσχερῆ
καὶ ταύτης γονὴ * ἔτρωσε τὸν τρώσαντά με·
ταύτην ἣν προέγραψεν * υἱὸς Ἀμώς,
ἡ ῥάβδος τοῦ Ἰεσσαὶ * ἡ βλαστήσασά μοι κλάδον
οὗ φαγοῦσα οὐ θνήξομαι, * ἡ κεχαριτωμένη.
Τῆς χελιδόνος ἀκούσας * κατ᾿ ὄρθρον κελαδούσης μοι,
τὸν ἰσοθάνατον ὕπνον, * Ἀδάμ, ἀφεὶς ἀνάστηθι·
ἄκουσόν μου * τῆς συζύγου·
ἐγὼ ἡ πάλαι * πτῶμα προξενήσασα βροτοῖς * νῦν ἀνιστῶ.
Κατανόησον τὰ θαυμάσια, * ἰδὲ τὴν ἀπείρανδρον
διὰ τοῦ γεννήματος * ἰωμένην τοῦ τραύματος·
ἐμὲ γάρ ποτε * εἷλεν ὁ ὄφις καὶ σκιρτᾷ,
ἀλλ᾿ ἄρτι ὁρῶν * τοὺς ἐξ ἡμῶν φεύγει συρτῶς·
κατ᾿ ἐμοῦ μὲν ὕψωσε * τὴν κεφαλήν,
νυνὶ δὲ ταπεινωθεὶς * κολακεύει, οὐ χλευάζει,
δειλιῶν ὃν ἐγέννησεν * ἡ κεχαριτωμένη.»
Ἀδὰμ ἀκούσας τοὺς λόγους * οὓς ὕφανεν ἡ σύζυγος,
ἐκ τῶν βλεφάρων τὸ βάρος * εὐθέως ἀποθέμενος
ἀνανεύει * ὡς ἐξ ὕπνου
καὶ οὖς ἀνοίξας * ὃ ἔφραξε παρακοὴ * οὕτως βοᾷ·
«Γλυκεροῦ ἀκούω κελαδήματος, * τερπνοῦ μινυρίσματος,
ἀλλὰ τοῦ μελίζοντος * νῦν ὁ φθόγγος οὐ τέρπει με·
γυνὴ γάρ ἐστιν, * ἧς καὶ φοβοῦμαι τὴν φωνήν·
ἐν πείρᾳ εἰμί, * ὅθεν τὸ θῆλυ δειλιῶ·
ὁ μὲν ἦχος θέλγει με * ὡς λιγυρός,
τὸ ὄργανον δὲ δονεῖ * μὴ ὡς πάλαι με πλανήσῃ
ἐπιφέρουσα ὄνειδος * ἡ κεχαριτωμένη.
—Πληροφορήθητι, ἄνερ, * τοῖς λόγοις τῆς συζύγου σου·
οὐ γὰρ εὑρήσεις με πάλιν * πικρά σοι συμβουλεύουσαν·
τὰ ἀρχαῖα * γὰρ παρῆλθε
καὶ νέα πάντα * δείκνυσιν ὁ τῆς Μαριὰμ * γόνος Χριστός.
Τούτου τῆς νοτίδος ὀσφράνθητι * καὶ εὐθέως ἐξάνθησον,
ὡς στάχυς ὀρθώθητι· * τὸ γὰρ ἔαρ σε ἔφθασεν,
Ἰησοῦς Χριστὸς * πνέει ὡς αὔρα γλυκερά·
τὸν καύσωνα ᾧ ἦς * ἀποφυγὼν τὸν αὐστηρόν,
δεῦρο ἀκολούθει μοι * πρὸς Μαριάμ,
καὶ αὐτῆς πρὸ τῶν ποδῶν * ἐῤῥιμένους θεωροῦσα
εὐθέως σπλαγχνισθήσεται * ἡ κεχαριτωμένη.
—Ἔγνων, ὦ γύναι, τὸ ἔαρ * καὶ τῆς τρυφῆς ὀσφραίνομαι
ἧς ἐξεπέσαμεν πάλαι· * καὶ γὰρ ὁρῶ παράδεισον
νέον, ἄλλον, * τὴν παρθένον
φέρουσαν κόλποις * αὐτὸ τὸ ξύλον τῆς ζωῆς * ὅπερ ποτὲ
Χερουβὶμ ἐτήρει τὸ ἅγιον * πρὸς τὸ μὴ ψαῦσαι <ἐ>μέ·
τοῦτο τοίνυν ἄψαυστον * ἐγὼ βλέπων φυόμενον,
ᾐσθόμην πνοῆς, * σύζυγε, τῆς ζωοποιοῦ
τῆς κόνιν ἐμὲ * ὄντα καὶ ἄψυχον πηλὸν
ποιησάσης ἔμψυχον· * ταύτης νυνὶ
τῇ εὐοσμίᾳ ῥωσθείς, * πορευθῶ πρὸς τὴν ἀνθοῦσαν
τὸν καρπὸν τῆς ζωῆς ἡμῶν, * τὴν κεχαριτωμένην.
Ἰδού εἰμι πρὸ ποδῶν σου, * παρθένε, μῆτερ ἄμωμε,
καὶ δι᾿ ἐμοῦ πᾶν τὸ γένος * τοῖς ἴχνεσί σου πρόσκειται.
Μὴ παρίδῃς * τοὺς τεκόντας,
ἐπειδὴ τόκος * ὁ σὸς ἀνεγέννησε νῦν * τοὺς ἐν φθορᾷ·
τὸν ἐν Ἅιδῃ παλαιωθέντα με, * Ἀδὰμ τὸν πρωτόπλαστον
οἰκτείρησον, θύγατερ, * τὸν πατέρα σου στένοντα·
τὰ δάκρυά μου * βλέπουσα, σπλαγχνίσθητί μοι
καὶ τοῖς ὀδυρμοῖς * κλῖνον τὸ οὖς σου εὐμενῶς·
τὰ δὲ ῥάκη βλέπεις μου * ἅπερ φορῶ,
ἃ ὄφις ὕφανέ μοι· * ἄμειψόν μου τὴν πενίαν
ἐνώπιον οὗ ἔτεκες, * ἡ κεχαριτωμένη.
—Ναί, ἡ ἐλπὶς τῆς ψυχῆς μου, * κἀμοῦ τῆς Εὔας ἄκουσον
καὶ τῆς ἐν λύπαις τεκούσης * τὸ αἶσχος ἀποσόβησον,
ὡς ἰδοῦσα * ὅτι πλέον
ἐγὼ ἡ τλήμων * τοῖς ὀδυρμοῖς τοῦ Ἀδὰμ * τήκω τὴν ψυχήν·
τῆς τρυφῆς γὰρ οὗτος μνησκόμενος * ἐμοὶ ἐπανίσταται
κραυγάζων ὡς· Εἴθε μὴ * τῆς πλευρᾶς μου ἐβλάστησας·
καλὸν ἦν μή σε * λαβεῖν εἰς βοήθειάν μου·
οὐκ ἔπιπτον γὰρ * νυνὶ εἰς τοῦτον τὸν βυθόν.
Καὶ λοιπὸν μὴ φέρουσα * τοὺς ἐλεγμοὺς
μηδὲ τὸν ὀνειδισμόν, * κατακάμπτω τὸν αὐχένα
ἕως οὗ ἀνορθώσῃς με, * ἡ κεχαριτωμένη.»
Οἱ ὀφθαλμοὶ δὲ Μαρίας * τὴν Εὔαν θεωρήσαντες
καὶ τὸν Ἀδὰμ κατιδόντες * δακρύειν κατηπείγοντο·
ὅμως στέγει * καὶ σπουδάζει
νικᾶν τὴν φύσιν * ἡ παρὰ φύσιν τὸν Χριστὸν * σχοῦσα υἱόν·
ἀλλὰ τὰ σπλάγχνα ἐταράττετο * γονεῦσι συμπάσχουσα·
τῷ γὰρ ἐλεήμονι * μήτηρ ἔπρεπεν εὔσπλαγχνος.
Διὸ πρὸς αὐτούς· * «Παύσασθε τῶν θρήνων ὑμῶν,
καὶ πρέσβις ὑμῖν * γίνομαι πρὸς τὸν ἐξ ἐμοῦ·
ὑμεῖς δὲ ἀπώσασθε * τὴν συμφοράν,
τεκούσης μου τὴν χαράν· * διὰ τοῦτο τὰ τῆς λύπης
ἐκπορθήσουσα ἥκω νῦν * ἡ κεχαριτωμένη.
Υἱὸν οἰκτίρμονα ἔχω * καὶ λίαν ἐλεήμονα,
ἐξ ὧν τῇ πείρᾳ ἐπέγνων· * προσέχω ὅπως φείδεται·
πῦρ ὑπάρχων, * ᾤκησέ με
τὴν ἀκανθώδη * καὶ οὐ κατέφλεξεν ἐμὲ * τὴν ταπεινήν·
ὡς πατὴρ οἰκτείρει υἱοὺς αὐτοῦ, * οἰκτείρει ὁ γόνος μου
τοὺς φοβουμένους αὐτόν, * ὡς Δαυὶδ προεφήτευσε.
Τὰ δάκρυα οὖν * στείλαντες, ἐκδέξασθέ με
μεσῖτιν ὑμῶν * γενέσθαι πρὸς τὸν ἐξ ἐμοῦ·
χαρᾶς γὰρ παραίτιος * ὁ γεννηθεὶς
ὁ πρὸ αἰώνων Θεός· * ἡσυχάσατε ἀλύπως,
πρὸς αὐτὸν γὰρ εἰσέρχομαι * ἡ κεχαριτωμένη.»
Ῥήμασι τούτοις Μαρία * καὶ ἄλλοις δὲ τοῖς πλείοσι
παρακαλέσασα Εὔαν * καὶ ταύτης τὸν ὁμόζυγα,
εἰσελθοῦσα * πρὸς τὴν φάτνην,
αὐχένα κάμπτει * καὶ δυσωποῦσα τὸν υἱὸν * οὕτω φησί·
«Ἐπειδή με, ὦ τέκνον, ὕψωσας * τῇ συγκαταβάσει σου,
τὸ πενιχρὸν γένος μου * δι᾿ ἐμοῦ νῦν σοῦ δέεται.
Ἀδὰμ γὰρ πρός με * ἤλυθε στενάζων πικρῶς·
Εὔα δὲ αὐτῷ * ὀδυνωμένη συνθρηνεῖ·
ὁ δὲ τούτων αἴτιος * ὄφις ἐστὶν
τιμῆς γυμνώσας αὐτούς· * διὰ τοῦτο σκεπασθῆναι
ἐξαιτοῦσι βοῶντές μοι· * Ἡ κεχαριτωμένη.»
Ὡς δὲ τοιαύτας δεήσεις * προσήγαγεν ἡ ἄμωμος
Θεῷ κειμένῳ ἐν φάτνῃ, * λαβὼν εὐθὺς ὑπέγραφεν·
ἑρμηνεύων * τὰ ἐσχάτως,
φησίν· «Ὦ μῆτερ, * καὶ διὰ σὲ καὶ διὰ σοῦ * σῴζω αὐτούς.
Εἰ μὴ σῶσαι τούτους ἠθέλησα, * οὐκ ἂν ἐν σοὶ ᾤκησα,
οὐκ ἂν ἐκ σοῦ ἔλαμψα, * οὐκ ἂν μήτηρ μου ἤκουσας·
τὴν φάτνην ἐγὼ * διὰ τὸ γένος σου οἰκῶ,
μαζῶν δὲ τῶν σῶν * βουλόμενος νῦν γαλουχῶ,
ἐν ἀγκάλαις φέρεις με * χάριν αὐτῶν·
ὃν οὐχ ὁρᾷ Χερουβὶμ * ἰδοὺ βλέπεις καὶ βαστάζεις
καὶ ὡς υἱὸν κολακεύεις με, * ἡ κεχαριτωμένη.
Μητέρα σε ἐκτησάμην * ὁ πλαστουργὸς τῆς κτίσεως
καὶ ὥσπερ βρέφος αὐξάνω * ὁ ἐκ τελείου τέλειος·
τοῖς σπαργάνοις * ἐνειλοῦμαι
διὰ τοὺς πάλαι * χιτῶνας δερματίνους * φορέσαντας,
καὶ τὸ σπήλαιόν μοι ἐράσμιον * διὰ τοὺς μισήσαντας
τρυφὴν καὶ παράδεισον * καὶ φθορὰν ἀγαπήσαντας·
παρέβησάν μου * τὴν ζωηφόρον ἐντολήν·
κατέβην εἰς γῆν * ἵνα ἔχουσι τὴν ζωήν.
Ἂν δὲ καὶ τὸ ἕτερον * μάθῃς, σεμνή,
ὃ μέλλω δρᾶν δι᾿ αὐτούς, * μετὰ πάντων τῶν στοιχείων
σὲ δονεῖ τὸ γενόμενον, * ἡ κεχαριτωμένη.»
Ἀλλὰ τοιαῦτα εἰπόντος * τοῦ πᾶσαν γλῶσσαν πλάσαντος
καὶ τῆς μητρὸς τῇ δεήσει * ταχέως ὑπογράψαντος,
ἔτι εἶπεν * ἡ Μαρία·
«Ἐὰν λαλήσω, * μὴ ὀργισθῇς μοι τῇ πηλῷ, * ὦ πλαστουργέ·
ὡς πρὸς τέκνον παῤῥησιάσομαι· * θαῤῥῶ ὡς σὲ γεννήσασα·
σύ μοι γὰρ τῷ τόκῳ σου * πᾶσαν καύχησιν δέδωκας.
Ὃ μέλλεις τελεῖν * τί ἐστι θέλω νῦν μαθεῖν·
μὴ κρύψῃς ἐμοὶ * τὴν ἀπ᾿ αἰῶνός σου βουλήν·
ὅλον σε ἐγέννησα· * φράσον τὸν νοῦν
ὃν ἔχεις περὶ ἡμᾶς, * ἵνα μάθω καὶ ἐκ τούτου
ὅσης ἔτυχον χάριτος * ἡ κεχαριτωμένη.
—Νικῶμαι διὰ τὸν πόθον * ὃν ἔχω πρὸς τὸν ἄνθρωπον»,
ὁ ποιητὴς ἀπεκρίθη. * «Ἐγώ, δούλη καὶ μῆτερ μου,
οὐ λυπῶ σε· * γνωριῶ σοι
ἃ θέλω πράττειν * καὶ θεραπεύσω σου ψυχήν, * ὦ Μαριάμ.
Τὸν ἐν ταῖς χερσί σου φερόμενον * τὰς χεῖρας ἡλούμενον
μετὰ μικρὸν ὄψει με, * ὅτι στέργω τὸ γένος σου·
ὃν σὺ γαλουχεῖς * ἄλλοι ποτίσουσι χολήν·
ὃν καταφιλεῖς * μέλλει πληροῦσθαι ἐμπτυσμῶν·
ὃν ζωὴν ἐκάλεσας, * ἔχεις ἰδεῖν
κρεμάμενον ἐν σταυρῷ * καὶ δακρύσεις ὡς θανόντα,
ἀλλ᾿ ἀσπάσει με ἀναστάντα, * ἡ κεχαριτωμένη.
Ὅλων δὲ τούτων ἐν πείρᾳ * βουλήσει μου γενήσομαι,
καὶ πάντων τούτων αἰτία * διάθεσις γενήσεται
ἣν ἐκ πάλαι * ἕως ἄρτι
πρὸς τοὺς ἀνθρώπους * ἐπεδειξάμην ὡς Θεός, * σῶσαι ζητῶν.»
Μαριὰμ δὲ τούτων ὡς ἤκουσεν * ἐκ βάθους ἐστέναξε
βοῶσα· «Ὦ βότρυς μου, * μὴ ἐκθλίψωσί σε ἄνομοι·
βλαστήσαντός σου * μὴ ὄψωμαι τέκνου σφαγήν.»
Ὁ δὲ πρὸς αὐτὴν * ἔφησεν οὕτως εἰπών·
«Παῦσαι, μῆτερ, κλαίουσα * ὃ ἀγνοεῖς·
ἐὰν γὰρ μὴ τελεσθῇ, * ἀπολοῦνται οὗτοι πάντες
ὑπὲρ ὧν ἱκετεύεις με, * ἡ κεχαριτωμένη.
Ὕπνον δὲ νόμισον εἶναι * τὸν θάνατόν μου, μῆτερ μου·
τρεῖς γὰρ ἡμέρας τελέσας * ἐν μνήματι θελήματι,
μετὰ ταῦτα * σοὶ ὁρῶμαι
ἀναβιώσας * καὶ ἀνακαινίσας τὴν γῆν * καὶ τοὺς ἐκ γῆς.
Ταῦτα, μῆτερ, πᾶσιν ἀνάγγειλον, * ἐν τούτοις πλουτίσθητι,
ἐκ τούτων βασίλευσον, * διὰ τούτων εὐφράνθητι.»
Ἐξῆλθεν εὐθὺς * ἡ Μαριὰμ πρὸς τὸν Ἀδάμ,
εὐαγγελισμὸν * φέρουσα τῇ Εὔᾳ φησί·
«Τέως ἡσυχάσατε * ὅσον μικρόν·
ἠκούσατε γὰρ αὐτοῦ * ἅπερ εἶπεν ὑπομεῖναι
δι᾿ ὑμᾶς τοὺς βοῶντάς μοι· * Ἡ κεχαριτωμένη.»

πηγή

Τῌ 

ΕΠΑΥΡΙΟΝ
ΤΗΣ
ΧΡΙΣΤΟΥ
ΓΕΝΝΗΣΕΩΣ

Προοίμιον

Ἐκεῖνος ποὺ πρὶν τὸν Ἑωσφόρο ἀπ᾿ τὸν Πατέρα ἐγεννήθη δίχως μητέρα,
στὴ γῆ χωρὶς πατέρα σήμερα ἐσαρκώθη ἀπὸ Σένα·
Γι᾿ αὐτὸ ἕνα ἄστρο φέρνει στοὺς μάγους τὸ χαρμόσυνο μήνυμα,
καὶ ἄγγελοι μαζὶ μὲ τοὺς βοσκοὺς ὑμνοῦνε
τὴν ἀνείπωτη γέννα Σου, ὦ Κεχαριτωμένη.

Οἶκοι

α´. Τὸ Σταφύλι τὸ ἄσπαρτο ὅταν ἔβγαλε ἡ Ἄμπελος
σὰν κλῆμα πάνω σε κλαδιὰ στὴν ἀγκαλιὰ τῆς Τὸ κράταγε κι ἔλεγε·
«Εἶσαι Σὺ ὁ καρπός μου, εἶσαι Σὺ ἡ ζωή μου,
ἀπ᾿ τὸν Ὁποῖο ἔμαθα ὅτι καὶ τώρα εἶμαι αὐτὸ ποὺ ἤμουνα·
Εἶσαι Σὺ ὁ Θεός μου.
Τὴ σφραγίδα τῆς παρθενίας μου, καθὼς βλέπω ἀπείραχτη,
Σὲ κηρύττω ἀμετάβλητο Λόγο ποὺ σάρκα ἐφόρεσε.
Πῶς σὲ συνέλαβα δὲν ξέρω, σὲ ἀναγνωρίζω ὅμως
καταλύτη τῆς φθορᾶς.
Γιατὶ εἶμαι ἁγνὴ ἂν καὶ Σὲ γέννησα,
γιατὶ ἄφησες τὴ μήτρα μου ὅπως τὴν εὑρῆκες, τὴν
ἐφύλαξες ἄθικτη.
Γι᾿ αὐτὸ μαζί μου γιορτάζει ἡ πλάσι ὁλόκληρη καὶ μοῦ
φωνάζει· ῾ὦ Κεχαριτωμένη᾿.
β´. Δὲν ἀρνιέμαι τὴ Χάρι Σου ποὺ δοκίμασα, Δέσποτα.
οὔτε λιγοστεύω τὴν τιμὴ ποὺ ἔλαβα μὲ τὸ νὰ Σὲ γεννήσω.
Γιατὶ εἶμαι τοῦ κόσμου Βασίλισσα.
Ἐπειδὴ τὴ δύναμί Σου στὰ σπλάχνα μου βάσταξα,
κυβερνάω τὰ πάντα.
Ἄλλαξες τὴ φτώχειά μου σὲ πλούτη μὲ τὸν ἐρχομό Σου.
Τὸν Ἑαυτό Σου ταπείνωσες καὶ τὸ γένος μου ὕψωσες.
Χαρῆτε τώρα μὲ μένα ἐπίγεια κι οὐράνια.
Γιατὶ κρατῶ στὰ χέρια μου τὸν Δημιουργό σας.
Ἄνθρωποι, ἀφῆστε πιὰ τὴ λύπη καθὼς βλέπετε τὴ Χαρὰ
ποὺ γέννησα ἀπὸ ἁγνὴ κοιλιὰ κι ἄκουσα τὴν προσφώνησι
ἡ Κεχαριτωμένη.»
γ´. Καὶ καθὼς ὑμνολογοῦσε τότε ἡ Μαρία τὸ Παιδὶ ποὺ ἐγέννησε,
κι ἔλεγε λόγια τρυφερὰ στὸ Θεῖο Βρέφος ποὺ ἔφερε στὸν κόσμο μόνη Της,
τὴν ἄκουσε ἐκείνη ποὺ μὲ πόνους
γέννησε παιδιά, κι ὁλόχαρη ἡ Εὔα λέει στὸν Ἀδάμ·
«Ποιὸς ἔκαμε τώρα τ᾿ αὐτιά μου ν᾿ ἀκούσουν αὐτὸ ποὺ περίμενα,
δηλ. τὴν Παρθένο ποὺ γεννᾶ τὴ λευτεριὰ ἀπ᾿ τὴν κατάρα;
Αὐτῆς καὶ ἡ φωνὴ μονάχα τὶς δυσκολίες μου ἀφάνισε,
καὶ τὸ Παιδὶ Τῆς ἔδεσε ἐκεῖνον ποὺ μ᾿ ἐπλήγωσε.
Αὐτή, ποὺ τὴν προφήτεψε τὸ τέκνο τοῦ Ἀμῶς, τοῦ Ἰεσσαὶ τὸ Ῥαβδί,
ποὺ βλάστησε Δέντρο γιὰ μένα καὶ δὲν θὰ πεθάνω ἂν
φάω ἀπ᾿ αὐτό,
ἡ Κεχαριτωμένη.
δ´. Ἄκουσε τὴν Χελιδόνα ποὺ μοῦ κελαηδεῖ τὰ χαράματα,
τὸν ἰσοθάνατο ὕπνο, Ἀδάμ, ἄφησε καὶ σήκω·
ἄκουσε ἐμένα, τὴ γυναίκα σου.
Ἐγὼ ποὺ παλιὰ προξένησα τὴν ἠθικὴ κατάπτωσι τῶν
ἀνθρώπων τώρα καὶ πάλι τοὺς σηκώνω.
Προσπάθησε νὰ καταλάβης τὰ θαυμαστὰ γεγονότα.
Κύτταξε πῶς αὐτὴ ἡ Κόρη, ποὺ ἄντρα δὲ γνώρισε,
γιατρεύει τὸ τραῦμα σου μὲ τὸ Παιδὶ ποὺ γέννησε.
Ἐμένα βέβαια κάποτε τὸ φίδι παρέσυρε καὶ σκιρτάει ἀπὸ χαρά.
Μὰ τώρα ποὺ βλέπει τοὺς ἀπογόνους μας φεύγει μὲ σύρσιμο.
Σήκωσε τότε κεφάλι σὲ μένα μὰ τώρα ποὺ ταπεινώθηκε
κολακεύει, δὲν χλευάζει, γιατὶ τρέμει Αὐτὸν ποὺ γέννησε
ἡ Κεχαριτωμένη.»
ε´. Καθὼς ὁ Ἀδὰμ ἄκουσε τὰ λόγια ποὺ σύνταξε ἡ γυναίκα του,
ἀμέσως ἐδίωξε τὸν ὕπνο ποὺ τοῦ ἐβάραινε τὰ βλέφαρα
καὶ τὸ κεφάλι τοῦ τίναξε σὰν αὐτὸν ποὺ ξυπνάει
καὶ τέντωσε τ᾿ αὐτιά του ποὺ τάφραξε ἡ παρακοὴ κι εἶπε τὰ παρακάτω:
«Ἀκούω ἁπαλὸ κελάηδημα κι ἕναν εὐχάριστο ψίθυρο.
Μὰ τώρα ὁ ἦχος αὐτοῦ του τραγουδιοῦ δὲν μὲ μαγεύει,
γιατὶ τὸ λέει γυναίκα κι αὐτῆς φοβᾶμαι τὴ φωνή.
Ἔχω πείρα κακή, γι᾿ αὐτὸ καὶ φοβᾶμαι τὸ θηλυκό.
Ὁ ἦχος μὲ μαγεύει γιατὶ ᾿ναι ἁπαλός, τὸ ὄργανο ὅμως
ποὺ τὸν βγάζει
μὲ κάνει νὰ φοβᾶμαι, μήπως μὲ ξεγελάσει ὅπως ἄλλοτε
καὶ προξενήσει ἐντροπὴ
στὴν Κεχαριτωμένη.»
στ´. «Ἐμπιστέψου ἀπόλυτα στὴ γυναίκας σου, ἄντρα, τὰ λόγια,
γιατὶ δὲν θὰ σὲ συμβουλέψω πάλι πράγματα ποὺ δίνουν πίκρες.
Τὰ παλιὰ πιὰ περάσανε,
κι ὅλα νέα τὰ ἔκαμε τῆς Μαρίας ὁ Γιός, ὁ Χριστός.
Τὴ δροσιὰ Τοῦ ὀσφράνσου τὴν καὶ ἀμέσως λουλουδίασε,
σὰν τὸ στάχυ ξεπρόβαλε, γιατὶ ἄνοιξι σ᾿ ἐπίασε,
ὁ Ἰησοῦς Χριστὸς πνέει σὰν αὔρα γλυκειά.
Ν᾿ ἀποφύγῃς προσπάθησε τὸν ἀφόρητο καύσωνα στὸν ὁποῖο βρισκόσουνα
καὶ ἐμπρὸς ἀκολοῦθα μὲ στὴ Μαρία νὰ πᾶμε, καὶ τὰ ἄχραντα πόδια Της
τώρα μαζί μου ἄγγιξε κι ἀμέσως θὰ μᾶς σπλαχνιστῆ
ἡ Κεχαριτωμένη.»
ζ´. «Νοιώθω, γυναίκα, τὴν Ἄνοιξι καὶ τὴν ἀπόλαυσι αἰσθάνομαι
ποὺ χάσαμε παλιά, γιατὶ βλέπω Παράδεισο
νέο, ἀλλοιώτικο τὴν Παρθένο
νὰ κρατᾶ στὴν ἀγκάλη τὸ ἴδιο τὸ Ξύλο τῆς Ζωῆς, τὸ ὁποῖο κάποτε
ἐφρουροῦσε ἅγιο Χερουβεὶμ γιὰ νὰ μὴν τὸ ἀγγίξω.
Λοιπὸν ἀχειροποίητο τὸ βλέπω νὰ φυτρώνη
καὶ ἐνοίωσα, γυναίκα μου, πνοὴ τὴ ζωηφόρο του,
ἐγώ, ποὺ σκόνη ἤμουνα καὶ ἄψυχος πηλός,
ἐγέμισα ζωή. Κι ἀφοῦ ἐπῆρα δύναμι ἀπὸ τὴν εὐωδία της
θὰ τραβήξω γιὰ Κείνην, ποὺ ἀνθίζει τὸν Καρπό της
ζωῆς μας,
ἡ Κεχαριτωμένη.
η´. Νά ᾿μαι μπροστὰ στὰ πόδια Σου, Παρθένα Μάνα ἄμωμη,
καὶ στὸ δικό μου πρόσωπο ὅλη ἡ ἀνθρωπότητα Ἐσένα προσκυνάει.
Μὴν παραβλέψης τοὺς γονεῖς Σου,
γιατὶ τώρα ἀναγέννησε τοὺς πεσμένους ὁ Γιός Σου.
Ἐμένα, τὸν Ἀδὰμ τὸν πρωτόπλαστο, ποὺ παλίωσα στὸν Ἅδη,
λυπήσου, θυγατέρα, τὸν πατέρα Σου ποὺ ἀναστενάζει.
Σπλαχνίσου μὲ βλέποντας τὰ δάκρυά μου
καὶ σκύψε μὲ στοργὴ στὰ βάσανά μου.
Καὶ βλέποντας τὰ ῥάκη ποὺ φοράω, τὰ ὁποῖα μου τὰ
ὕφανε τὸ φίδι,
ἄλλαξέ μου τὴ φτώχεια μπροστὰ σ᾿ Ἐκεῖνον ποὺ
ἐγέννησες
ὦ Κεχαριτωμένη.»
θ´. «Τώρα, ἐλπίδα τῆς ψυχῆς μου, ἄκουσε κι ἐμένα τὴν Εὔα
καὶ σβῆσε τὴν ντροπὴ ἐκείνης ποὺ μὲ βάσανα γεννάει τὰ παιδιά της,
γιατὶ τὸ ξέρεις πὼς περισσότερο
ἐγὼ ἡ δύστυχη ὑποφέρω ἀπὸ τοὺς θρήνους τοῦ Ἀδάμ.
Γιατὶ αὐτὸς σὰν ποὺ θυμᾶται τὸν παράδεισο μὲ μένα τὰ βάζει
καὶ μὲ βρίζει λέγοντας ᾿καλλίτερα νὰ μὴν εἶχες βγεῖ ἀπ᾿ τὴν πλευρά μου,
καλλίτερα νὰ μὴ σὲ ἔπαιρνα βοηθό μου.
γιατὶ τώρα δὲν θάπεφτα στὸ βάραθρο ἐτοῦτο´.
Καὶ ἐπειδὴ πιὰ δὲν μπορῶ νὰ ὑποφέρω τοὺς ἐλέγχους οὔτε καὶ τὶς βρισιές του
σκύβω τὸ κεφάλι μέχρι ποὺ νὰ μὲ σηκώσῃς Ἐσὺ
ἡ Κεχαριτωμένη.»
ι´. Καὶ τὰ μάτια τῆς Μαρίας καθὼς κοίταξαν τὴν Εὔα
καὶ τὸν Ἀδὰμ ἐρεύνησαν ἀμέσως δάκρυα γέμισαν.
Ὅμως συγκρατιέται καὶ τρέχει
νὰ νικήση τὴν φυσικὴ ἀδυναμία τῆς Αὐτὴ ποὺ Γιὸ
ἀπόχτησε τὸ Χριστὸ μὲ τρόπο ὑπερφυσικό.
Μὰ ἡ καρδιὰ τῆς πόναγε γιατὶ μὲ τοὺς γονεῖς ἔπασχε.
Ἀφοῦ στὸν Ἐλεήμονα ταιρίαζε Μάνα σπλαχνική.
Γι᾿ αὐτὸ καὶ λέει πρὸς αὐτούς· «Τοὺς θρήνους σας νὰ πάψετε,
κι ἐγὼ μεσίτρια θὰ σᾶς γίνω στὸ Γιό μου,
κι ἀπὸ τὴ συμφορὰ ἐσεῖς ν᾿ ἀπαλλαχθῆτε ἀφοῦ ἐγὼ τὴν
χαρὰ ἐγέννησα.
Γιὰ τοῦτο ἔρχομαι τὰ ὀχυρά της λύπης ὅλα νὰ
γκρεμίσω
ἡ Κεχαριτωμένη.
ια´. Ἔχω Γιὸ φιλεύσπλαχνο καὶ πολὺ Ἐλεήμονα,
καθὼς ἡ πείρα μὲ δίδαξε. Βλέπω τὸ πόσο στοργικὰ
φροντίζει τοὺς ἀνθρώπους.
Ἂν καὶ εἶναι φωτιά, κατοίκησε
στὴν κοιλιά μου καὶ δὲν μὲ κατάκαψε τὴν ταπεινή.
Ὅπως ὁ πατέρας λυπᾶται τὰ παιδιά του, ἔτσι κι ὁ Γιός μοῦ σπλαχνίζεται
ὅσους Τὸν σέβονται, ὅπως ὁ Δαβὶδ τὸ προφήτεψε.
Τὰ δάκρυα λοιπὸν σταματῆστε καὶ δεχθῆτε
νὰ γίνω μεσίτρια δική σας στὸ Γιό μου.
Γιατὶ πηγὴ τῆς χαρᾶς εἰν᾿ Αὐτὸς ποὺ γεννήθηκε, ὁ Ἄχρονος Θεός.
Ἡσυχάστε, μὴ λυπάσθε, γιατὶ μπαίνω στὴ Σπηλιὰ σ᾿ Αὐτόν, ἐγὼ
ἡ Κεχαριτωμένη.»
ιβ´. Μ᾿ αὐτὰ τὰ λόγια ἡ Φιλάνθρωπη Μαρία
ἐμψύχωσε τὴν Εὔα καὶ τὸν ἄντρα της
κι ὕστερα μπῆκε στὴ Φάτνη
σκύβει τὸ κεφάλι καὶ ὁλοθερμὰ τὸ Γιό της ἱκετεύει μὲ τέτοια λόγια·
«Ἐπειδή, Παιδί μου, ψηλὰ μὲ ἀνέβασες μὲ τὸν ἐρχομό Σου,
τὸ φτωχὸ γένος μου μὲ τὸ πρόσωπό μου τώρα σὲ παρακαλεῖ·
γιατὶ ὁ Ἀδὰμ ἦρθε σὲ μένα ἀναστενάζοντας πικρά·
καὶ ἡ Εὔα θρηνεῖ καὶ δέρνεται μαζί του·
Κι αἰτία γιὰ ὅλα αὐτὰ εἶναι τὸ φίδι ποὺ τοὺς ἐγύμνωσε ἀπὸ κάθε τιμή·
γιὰ τοῦτο καὶ παρακαλοῦν νὰ τοὺς σκεπάσης μὲ τὴ χάρι Σου
καὶ πάλι καὶ μὲ φωνάζουν
῾ἡ Κεχαριτωμένη᾿.»
ιγ´. Καὶ καθὼς ἔκανε τέτοια παρακάλια ἡ Ἄψογη
στὸ Θεὸ ποὺ βρισκόταν στὴ Φάτνη, ἀμέσως Ἐκεῖνος
ἐπῆρε τὸ λόγο κι ἀπάντησε
καὶ ἑρμηνεύοντας τὰ τελευταία γεγονότα
εἶπε: «Ὦ Μητέρα καὶ γιὰ Σένα καὶ μὲ Σένα Μεσίτρια σώζω αὐτούς·
ἂν αὐτοὺς νὰ σώσω δὲν ἤθελα, μέσα Σου δὲν θὰ κατοικοῦσα,
καὶ σάρκα δὲν θὰ ἔπαιρνα ἀπὸ Σένα οὔτε θὰ σ᾿ ἔλεγα Μητέρα μου·
γιὰ τὸ γένος Σου στὴ Φάτνη κατοικῶ·
καὶ θεληματικὰ τώρα Ἐγὼ θηλάζω ἀπ᾿ τὸ μαστό Σου·
γιὰ χάρι τους μὲ ἔχεις ἀγκαλιά· Ἐμὲ ποὺ Χερουβεὶμ δὲν βλέπουν
νὰ ποὺ Ἐσὺ καὶ βλέπεις καὶ βαστᾶς καὶ σὰν Παιδί Σου μὲ χαϊδεύεις,
ὦ Κεχαριτωμένη.
ιδ´. Μητέρα μου Σὲ ἔκανα Ἐγώ, τῆς κτίσεως ὁ Πλάστης,
καὶ σὰν Βρέφος μεγαλώνω Ἐγώ, ποὺ ἀπὸ τέλειο
Πατέρα τέλειος ἐβγῆκα·
στὰ σπάργανα τυλίγομαι
γι᾿ αὐτοὺς ποὺ φόρεσαν παλιὰ δερμάτινους χιτῶνες,
καὶ ἀγαπῶ τὸ Σπήλαιο γιὰ κείνους ποὺ ἐμίσησαν
παράδεισο κι ἀπολαψη καὶ τὸ χαμὸ ἀγάπησαν
καὶ παραβάτες ἔγιναν τῆς ζωηφόρας ἐντολῆς·
κατέβηκα ἐδῶ στὴ γῆ ζωὴ γιὰ νὰ λάβουν ἀθάνατη·
Κι ἂν μάθης ἀκόμα, Σεμνή, πὼς σταυρώνομαι καὶ πεθαίνω γιὰ χάρι τους,
μαζὶ μὲ ὅλα τὰ στοιχεῖα τῆς φύσεως θὰ ταραχθῆς καὶ κλάψης Ἐσὺ
ἡ Κεχαριτωμένη.»
ιε´. Κι ὅταν εἶπεν αὐτὰ κάθε γλώσσας ὁ Πλάστης
ἀπάντησε πρόθυμα στὰ παρακάλια τῆς Μητέρας Του
«Περισσότερα», πρόσθεσε ἀκόμα ἡ Μαρία,
«ἄν σου πῶ, μὴ θυμώσεις μὲ μένα τὴν ταπεινή, Πλαστουργέ μου·
γιατὶ θὰ σοῦ μιλήσω μὲ θάῤῥος καθὼς μιλάει κανεὶς
στὸ παιδί του· παίρνω αὐτὸ τὸ θάῤῥος ὡς μητέρα Σου,
γιατὶ Ἐσὺ μὲ τὴ γέννησί σου μοῦ ἔδωσες κάθε δικαίωμα νὰ καυχιέμαι·
θέλω τώρα νὰ μάθω αὐτὸ ποὺ σκοπεύεις νὰ κάνῃς·
μὴν ἀποκρύψεις ἀπὸ μένα τὸ προαιώνιο θέλημά Σου·
Τέλειο ἄνθρωπο Σ᾿ ἐγέννησα· τὸ σχέδιο φανέρωσε ποὺ ἔχεις γιὰ μᾶς,
γιὰ νὰ μάθω καὶ μ᾿ αὐτὸ τὸ πόσο εἶμαι τυχερὴ
ἡ Κεχαριτωμένη.»
ιστ´. «Ἀπ᾿ τὴν ἀγάπη λυγίζω, ποὺ ἔχω γιὰ τὸν ἄνθρωπο»,
ἀπάντησε ὁ Πλάστης, «ἐγώ, πλάσμα μου καὶ Μητέρα μου·
νὰ σὲ λυπήσω δὲν θέλω· μὰ θὰ σοῦ φανερώσω
τὰ ὅσα θέλω νὰ κάνω καὶ ἱκανοποίησι θὰ δώσω στὴν
ταραγμένη σου ψυχή, ὦ Μαριάμ·
Ἐμένα ποὺ κρατᾶς στὰ χέρια Σου, νὰ μοῦ τρυποῦν τὰ χέρια
σύντομα θὰ δής, ἀπὸ ἀγάπη γιὰ τὸ γένος σου·
Αὐτὸν ποὺ θηλάζης Ἐσύ, ἄλλοι χολὴ θὰ Τὸν ποτίσουν·
τὸ Πρόσωπο ποὺ Σὺ καταφιλεῖς, θὰ τὸ γεμίσουν μὲ φτυσίματα·
Αὐτὸν ποὺ ἀποκάλεσες Ζωή, στὸ Σταυρὸ θὰ Τὸν δῇς κρεμασμένο,
καὶ πεθαμένο θὰ Τὸν κλάψης μὰ καὶ ἀναστημένο θὰ Τὸν ἀσπαστῇς
ἡ Κεχαριτωμένη.
ιζ´. Κι ὅλα αὐτὰ θὰ τὰ πάθω γιατὶ τὸ θέλω Ἐγώ·
καὶ αἰτία γιὰ ὅλα θὰ εἶναι ἡ ἀγαθή μου διάθεσι,
ποὺ ἀπὸ παλιὰ μέχρι τώρα
ὡς Θεὸς στοὺς ἀνθρώπους ἐπέδειξα ζητώντας νὰ τοὺς σώσω».
Ἡ δὲ Μαριὰμ αὐτὰ καθὼς ἄκουσε βαριαναστέναξε
καὶ εἶπε· «Σταφύλι μου, οἱ ἄνομοι, ἂς μὴ Σὲ λειώσουν·
Βλαστάρι μου, ἂς μὴ δῶ τὴ σφαγὴ τοῦ Παιδιοῦ μου».
Κι Ἐκεῖνος Τῆς ἀπάντησε τέτοια λέγοντάς Της·
«Πάψε, Μητέρα, νὰ κλαῖς γιὰ κάτι ποὺ δὲν ξέρεις· γιατὶ ἅμα δὲ γίνη,
ὅλοι αὐτοὶ θὲ νὰ χαθοῦν, γιὰ τοὺς ὁποίους μὲ ἱκετεύεις,
ἡ Κεχαριτωμένη.
ιη´. Καὶ γιὰ ὕπνο λογαρίασε τὴ θανή μου, Μητέρα·
γιατὶ τρεῖς ἡμέρες θὰ μείνω στὸ μνῆμα μου θέλοντας
καὶ μετὰ θὰ μὲ δῇς ἐμπροστά Σου
ζωντανὸν γιὰ ν᾿ ἀλλάξω τὴ γῆ καὶ τὸν κόσμο της·
αὐτά, Μητέρα, σὲ ὅλους ἀνάγγειλε, αὐτὰ ἂς εἶναι τὰ πλούτη Σου·
γίνε μ᾿ αὐτὰ βασίλισσα καὶ γέμισε μὲ τοῦτα εὐφροσύνη».
Καὶ ἀμέσως ἐβγῆκε ἡ Μαρία καὶ τράβηξε πρὸς τὸν Ἀδάμ·
καὶ στὴν Εὔα φέρνοντας τὸ χαρούμενο μήνυμα, λέει·
«Μέχρις ὅτου νὰ γίνουν ἐτοῦτα ἡσυχάστε λιγάκι· γιατὶ
ἀκούσατε ἀπ᾿ τὸν Ἴδιο,
τὰ ὅσα εἶπε πὼς θὰ πάθῃ γιὰ σᾶς ποὺ μὲ φωνάζετε
῾ἡ Κεχαριτωμένη᾿.»
Ἡ παροῦσα Δ´ ἐπεξεργασία ἔλαβε τέλος τὴν 12ην Ἰουλίου 1986, ἡμέρα Σάββατον, ὥρα 10 τὸ πρωί. Ῥωμανέ μου, μνήσθητι…
Ἀπὸ τὸ βιβλίο: Ῥωμανοῦ Μελωδοῦ, Ὕμνοι, Ἀπόδοση στὰ νέα ἑλληνικὰ Ἀρχιμ. Ἀνανία Κουστένη, Τόμος 2ος, Β´ ἔκδοση, Ἐκδόσεις Χ. Μπούρα, Ἀθήνα, σελ. 32 -51.

Δεν υπάρχουν σχόλια: