Τετάρτη 26 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ.

45.
(t.) ΜΕ´. Ὅτι τελεώτερος τοῖς κεκοιμημένοις
ὁ ἁγιασμὸς γίνεται

(1.) Ἔχουσι δέ τι πλέον εἰς ἁγιασμὸν τῶν ἐν σώματι
ζώντων αἱ γυμναὶ σωμάτων ψυχαί· καθαίρονται μὲν γὰρ καὶ
ἁμαρτιῶν ἄφεσιν λαμβάνουσι διὰ τῶν εὐχῶν τῶν ἱερέων καὶ
τῆς μεσιτείας τῶν δώρων, τῶν ἔτι ζώντων οὐδὲν ἔλαττον.
Ἁμαρτάνουσι δὲ οὐδέν, οὐδὲ προστιθέασιν ἐγκλήματα νέα (5)
τοῖς παλαιοῖς, ὥσπερ τὸ πλεῖστον ἔχει τῶν ζώντων, ἀλλὰ
μόνον ἢ παντελῶς ἀφίενται πάσης εὐθύνης, ἢ γοῦν ἀφαιροῦσι
τῶν ἐγκλημάτων ἀεί· καὶ οὕτω πρὸς τὴν μετουσίαν τοῦ
Σωτῆρος ἑτοιμότερον ἔχουσι καὶ κάλλιον οὐ μόνον τῶν
πλειόνων ἐν σώματι ζώντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, εἰ μετὰ (10)
σώματος ἦσαν. Καὶ αὐτὸ δὲ τοῦτο μόνον τὸ γυμνὰς εἶναι
σώματος ἐπιτηδειοτέρας δίδωσιν εἶναι πολλῷ πρὸς τὴν @1

σώματος ἐπιτηδειοτέρας δίδωσιν εἶναι πολλῷ πρὸς τὴν @1
μετουσίαν τῶν μυστηρίων ἢ δυνατὸν ἦν τὸ σῶμα περικει-
μένας.
(2.) Πολλῶν γὰρ οὐσῶν καὶ διαφόρων ἐκεῖ τῶν μονῶν, ἵνα
πᾶν μέτρον ἀρετῆς τιμηθῇ καὶ μηδὲν ἄμισθον ᾖ παρὰ τῷ
δικαίῳ καὶ φιλανθρώπῳ κριτῇ,
καθάπερ οἱ τῶν μεγίστων
ἄξιοι γερῶν καὶ τέλειοι καὶ τῆς τελείας μακαριότητος κληρο-
νόμοι, Παῦλος καὶ εἴ τις κατ᾿ ἐκεῖνον, καθαρώτερον αὐτῆς (5)
ἀπολαύουσιν ἀναλύσαντες ἢ ὅτε τῷ βίῳ τούτῳ παρῆσαν,
οὕτω καὶ τῆς μετρίας τοὺς πρὸς τοιαύτην ἀνάπαυσιν τεταγμέ-
νους εἰκὸς ἄμεινον τυγχάνειν ἀπελθόντας ἐνθένδε ἢ μετὰ
σώματος ζῶντας.
(3.) Ἐδείχθη δὲ ὡς πᾶσα ψυχῶν ἀνάπαυσις καὶ πᾶν ἆθλον
ἀρετῆς, καὶ μικρὸν καὶ μεῖζον, οὐδέν ἐστιν ἕτερον ἢ ὁ ἄρτος
οὗτος καὶ τοῦτο τὸ ποτήριον καταλλήλως ἑκατέρῳ γένει,
ζώντων λέγω καὶ νεκρῶν, μεταλαμβανόμενον. Διὰ τοῦτο
γὰρ καὶ ὁ Κύριος τὴν ἐν τῷ μέλλοντι τῶν δικαίων ἀπόλαυσιν (5)
δεῖπνον ἐκάλεσεν, ἵνα δείξῃ ταύτης τῆς τραπέζης μηδὲν εἶναι
πλέον ἐκεῖ.
(4.) Οὕτω καὶ ὑπὲρ τῶν ἀπελθόντων, ὥσπερ ὑπὲρ τῶν
ζώντων ἐστὶν ἡ θεία τῆς εὐχαριστίας ἱερουργία·
καὶ διττῶς
ἁγιαζομένων ἐκείνων, ὡς εἴρηται, διττῶς καὶ αὐτοὶ ἁγιά-
ζονται καὶ οὐδετέρως ἔλαττον ἔχουσι τῶν ζώντων οἱ μετα-
στάντες, ἀλλ᾿ ἔστιν ὅπως καὶ μεῖζον. @1 (5)
46.
(t.) ΜϚ´. Πῶς ἀεὶ τὰ δῶρα ταῦτα δεκτά εἰσι τῷ Θεῷ
(1.) Ἐφεξῆς δὲ κἀκεῖνο σκοπῶμεν· ὅτι μὲν γὰρ ἀπὸ τῆς
τελετῆς ἁγιάζονται πάντες οἱ πιστοί, δῆλον ἀπὸ τῶν εἰρημέ-
νων· εἰ δὲ καὶ πάντοτε, ζητεῖν ἄξιον.
(2.) Ἐπεὶ γὰρ δώρων ἐστὶ προσαγωγὴ ἡ ἱερουργία, τὰ δῶρα
δὲ οὐ πάντοτε δεκτὰ παρὰ τῷ Θεῷ, ἀλλ᾿ ἔστιν ἃ διὰ τὴν
πονηρίαν τῶν προσαγόντων καὶ μισοῦνται, καὶ ἀποπέμπον-
πονηρίαν τῶν προσαγόντων καὶ μισοῦνται, καὶ ἀποπέμπον-
ται· καὶ τούτου πολλαὶ μὲν παρὰ τοῖς παλαιοῖς, πολλαὶ δὲ
παρὰ τοῖς ἐν χάριτι ζῶσιν αἱ ἀποδείξεις, ζητῶμεν μή ποτε (5)
καὶ ταῦτα τὰ δῶρα ἐνίοτε μάτην ἱερουργοῦνται, μὴ ἁγιαζό-
μενα ὡς ἄδεκτα κατὰ τὴν ἐπαγγελίαν τῆς τελετῆς, ὡς ἂν
οὐκ ἀεὶ παρὰ ἀγαθῶν ἀνδρῶν, ἀλλ᾿ ἔστιν ὅτε καὶ πονηρῶν
προσφερόμενα.
(3.) Ὅτι γὰρ ὁ Θεὸς καὶ ταῦτα τὰ δῶρα ἀποστρέφεται,
ὅταν ὁ προσάγων ἐναγὴς ᾖ, δῆλον ἐξ ὧν ἡ Ἐκκλησία τοῦτο
ποιεῖ. Καὶ γὰρ οὓς οἶδε θανάσιμα ἁμαρτάνοντας, οὐκ ἐᾷ τὰ
τοιαῦτα δωροφορεῖν· κἂν τολμήσωσιν, οὐ παραδέχεται ἀλλ᾿
ἀποδιώκει μετὰ τῶν δώρων. Ἀλλ᾿ ἐπεὶ οὐ πάντας τοὺς (5)
τοιούτους ἡ Ἐκκλησία οἶδε καλῶς, ἀλλ᾿ οἱ πλείους λανθά-
νουσι καὶ τὰ δῶρα αὐτῶν ἡ θεία τράπεζα δέχεται, τί χρὴ περὶ
ἐκείνων τῶν δώρων γινώσκειν;
Ἆρα ἄδεκτα παρὰ τῷ Θεῷ
καὶ ἁγιασμοῦ παντὸς ἔρημα;
Καὶ εἰ τοῦτο δοθείη, ἄδηλον
πότε ἅγια, τοῦ τρόπου τῶν προσαγόντων ὡς ἐπὶ τὸ πλεῖ- (10)
στον ἢ ἀμφιβαλλομένου ἢ παντελῶς ἀγνοουμένου, καὶ
οὕτως ἀμφιγνοοῦντας καὶ χωρὶς πίστεως προσερχομένους
τοῖς μυστηρίοις ἀνάγκη μηδὲν παρ᾿ αὐτῶν τοὺς πιστοὺς
ὠφελεῖσθαι. @1
(4.) Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν;
(5.) Ὅτι διττῆς οὔσης τῆς τῶν δώρων προσαγωγῆς, τῆς
μὲν πρώτης τοῦ οἴκοθεν αὐτὰ κομίζοντος εἰς τὰς τῶν ἱερέων
χεῖρας· τῆς δὲ δευτέρας τῆς Ἐκκλησίας πρὸς τὸν Θεόν.

(6.) Ἡ μὲν πρώτη προσαγωγή, ὅταν πονηρὸς ὁ προσάγων
ᾖ, ματαία καὶ οὐδὲν αὐτῆς ὄφελος τῷ προσφέροντι διὰ τὸ
πονηρὸν αὐτὸν εἶναι· οὐ γὰρ δὴ τὰ προσαγόμενα αὐτὰ δι᾿
ἑαυτὰ παρὰ τῷ Θεῷ βδελυκτά, ὅτι πᾶν κτίσμα Θεοῦ καλόν.

(7.) Τὴν δὲ δευτέραν παρὰ ἀγαθῶν ἀνδρῶν γινομένην καὶ
ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης καὶ τῶν ἁγίων καὶ τῆς σωτηρίας τῆς

ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης καὶ τῶν ἁγίων καὶ τῆς σωτηρίας τῆς
οἰκουμενικῆς καὶ πάσης ἁπλῶς δικαίας αἰτήσεως, οὐδὲν
κωλύει εὐπρόσδεκτον εἶναι.
Οὐ γὰρ ἐνετέθη τις μολυσμὸς τοῖς
δώροις ἀπὸ τῶν χειρῶν τοῦ ἐξ ἀρχῆς αὐτὰ προσενεγκότος, (5)
ἀλλὰ καθαρὰ μένοντα καὶ ὑπὸ καθαρῶν ἀναφερόμενα καὶ
ἁγιάζονται καὶ ἁγιάζουσι τοὺς προσερχομένους. Ἐν οὐδενὶ
γάρ ποτε τῶν ἀλόγων ἢ τῶν ἀψύχων ῥυπαρία τις τῆς ἁμαρ-
τίας ἐντεθῆναι δύναται, ὅτι ἡ ἁμαρτία προαιρέσεώς ἐστι
νόσημα καὶ μόνων ἂν εἴη τῶν λογικῶν τὸ ἀπὸ τῆς ἁμαρτίας (10)
μολύνεσθαι.

(8.) Τί οὖν, εἰ ἀεὶ καθαρὰ τὰ δῶρα τὰ παρὰ τῶν πονηρῶν
προσαγόμενα, ὁ νόμος τῆς Ἐκκλησίας οὐ παραδέχεται;
Ἵνα
τοὺς προσάγοντας ἐντρέψῃ, ἵνα μάθωσι τῆς τοῦ Θεοῦ ὀργῆς,
ἣν αὐτοῖς ἐμήνισε, τὴν ὑπερβολήν, ὃς καὶ τὰ αὑτοῦ κτίσματα
οἷς οὐδὲν ἐγκαλεῖν ἔχει, δι᾿ αὐτοὺς ἀποστρέφεται καὶ μισεῖ· (5)
καὶ ταῦτα μαθόντες φοβηθῶσι καὶ διορθώσωνται τὸν βίον·
αὐτῶν δὲ τῶν δώρων οὐδεμίαν καταγινώσκει κακίαν. Διὰ @1
τοῦτο οὐδὲν κωλύει δεκτὰ γίνεσθαι ταῦτα καὶ ἁγιάζεσθαι τὴν
δευτέραν προσαγωγὴν ποιουμένων ἀνδρῶν ἀγαθῶν.
(9.) Ἀλλ᾿ εἴποι τις ἄν· Καὶ μὴν οὐ πάντες οἱ προσάγοντες
ἱερεῖς ἀγαθοί, ἀλλ᾿ ἔνιοι καὶ πονηρίαν νοσοῦσι τὴν ἐσχάτην·
ὅθεν εἰς τὴν αὐτὴν ἀπορίαν περιΐσταται ὁ λόγος ἡμῖν
. Ὅταν
γὰρ τύχῃ καὶ ἀμφοτέρους τοὺς προσαγωγέας εἶναι θεοστυ-
γεῖς, ἐνδέχεται γάρ, πόθεν ὑπάρξει τοῖς δώροις τὸ εἶναι Θεῷ (5)
κεχαρισμένα καὶ δεκτὰ καὶ ἅγια καὶ ἁγιαστικά; Οὐδαμόθεν·
ἀλλὰ τότε μὲν ἀληθῶς ἄδεκτα. Ἀεὶ δὲ ἀμφίβολα, διὰ τὸ
ἀμφιβάλλεσθαι τοὺς τρόπους τῶν δωροφορούντων αὐτὰ καὶ
ἱερουργούντων. «Οὐδεὶς γὰρ οἶδε βεβαίως, φησί, τὰ τοῦ
ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ»· καὶ οὕτω πολλὴ (10)
μὲν περὶ τὴν τελετὴν ἀπιστία καὶ ἀμφιβολία· τὸ δὲ βέβαιον
οὐδαμοῦ· καὶ ἡ μετάληψις τῶν ἁγιασμάτων οὐδὲν ὄφελος


οὐδαμοῦ· καὶ ἡ μετάληψις τῶν ἁγιασμάτων οὐδὲν ὄφελος
οἴσει τοῖς πιστοῖς μεταλαμβάνουσι χωρὶς πίστεως.
(10.) Ταῦτα εἴποι καὶ ἀπορήσειεν ἄν, εἴ τις οἴεται τὸν
ἱερέα αὐτὸν εἶναι τὸν κύριον τῆς τῶν δώρων τούτων προσα-
γωγῆς
· οὐκ ἔστι δέ· ἀλλὰ τὸ μὲν τὴν προσαγωγὴν αὐτῶν
κυρίως ἐργαζόμενον ἡ χάρις ἐστὶν ἡ ἁγιάζουσα. Τοῦτο γάρ
ἐστι προσενεχθῆναι αὐτὰ τὸ ἁγιασθῆναι· ὁ δ᾿ ἑκάστοτε (5)
ἱερουργῶν ὑπηρέτης ἐστὶν ἐκείνης.
Εἰσφέρει γὰρ οὐδὲν
οἴκοθεν, οὐδέτι τολμᾷ ποιεῖν ἢ λέγειν ἀπὸ τῆς ἑαυτοῦ
κρίσεως καὶ τῶν λογισμῶν·
ἀλλ᾿ ἐκεῖνα μόνον ἃ παρέλαβεν
ἐκεῖθεν, εἴτε πρᾶγμά ἐστιν, εἴτε λόγος, εἴτε ἔργον, κατὰ τὸν
τρόπον ὃν ἐκελεύσθη, κομίσας ἀποδίδωσι τῷ Θεῷ· καὶ οὕτω (10)
τὰ δῶρα κατὰ τὸ ἀρέσκον τῷ Θεῷ ἀεὶ προσφερόμενα ἀνάγκη
ἀρεστὰ αὐτῷ ἀεὶ καὶ δεκτὰ εἶναι.

(11.) Τί γὰρ εἰ τὰ καθ᾿ ἑαυτὸν φαῦλός ἐστιν ὁ κομίζων; Οὐ
γὰρ προστίθησιν οὐδὲν ἡ φαυλότης ἐκείνου τοῖς δώροις, οὐδὲ @1
χείρω ποιεῖ τὴν προσαγωγήν,
ὥσπερ οὐδὲ ἰατρικὸν φάρμακον
κωλύεται εἶναι ὑγιεινόν, ὅτι ἰδιώτης ἄνθρωπος καὶ τῆς
τέχνης οὐδὲν ἐπαΐων αὐτὸ συνέθηκεν, εἰ μόνον ἰατροῦ κελεύ- (5)
σαντος καὶ τὴν κατασκευὴν ἅπασαν ἐκδόντος αὐτῷ συνέθηκε.

Γένοιτο γὰρ ἂν οὐ διὰ τὴν ἀμάθειαν τοῦ ὑπηρετήσαντος
μάταιον, ἀλλὰ διὰ τὴν τέχνην τοῦ ἐκδεδωκότος σωτήριον.
Ἀπὸ μὲν γὰρ τοῦ ὑπηρέτου ἀνεπιστημοσύνης οὐδὲν ἔλα-
βεν· ἀπὸ δὲ τῆς τοῦ ἱατροῦ τέχνης πᾶσαν ἐδέξατο τὴν κατα- (10)
σκευήν.

(12.) Οὕτω κἀνταῦθα τὸ πᾶν ἡ χάρις ἐργάζεται. Ὁ δὲ
ἱερεὺς ὑπηρέτης ἐστὶ μόνον, οὐδ᾿ αὐτὸ τὸ ὑπηρετεῖν οἴκοθεν
ἔχων. Καὶ τοῦτο γὰρ παρὰ τῆς χάριτος αὐτῷ. Τοῦτο γάρ
ἐστιν ἡ ἱερωσύνη δύναμις ὑπηρετική τις τῶν ἱερῶν
.
47.
(t.) ΜΖ´. Ὅσον εἰσὶ δεκτά
(1.) Ἀλλ᾿ ὅτι μὲν πάντας τοὺς πιστοὺς ἁγιάζει πάντα τὰ

(1.) Ἀλλ᾿ ὅτι μὲν πάντας τοὺς πιστοὺς ἁγιάζει πάντα τὰ
δῶρα καὶ πάντοτε, πάντοτε ὄντα δεκτὰ τῷ Θεῷ, δῆλον
ἀπὸ τῶν εἰρημένων. Ἑπόμενον δὲ θεωρῆσαι καὶ ὅσον εἰσὶ
δεκτά.
(2.) Τί γὰρ τῷ δώρῳ τὸ δεκτὸν εἶναι καὶ ἐπὶ τῶν ἀνθρώπων;
Τί ποιοῦντες τὰ δῶρα δέχεσθαι αὐτὰ λέγονται; Ἆρ᾿ ὅτι ταῖς
χερσὶ λαμβάνομεν καὶ κόλπον αὐτοῖς ὑπέχομεν; Οὐδαμῶς.
Πολλὰ γὰρ οὐδὲ κομίσαι τοὺς λαμβάνοντας οὐδὲ ὑποδέξα-
σθαι δυνατόν· ὥσπερ εἰ ἀγρὸς εἴη τὸ διδόμενον ἢ οἰκία ἤ τι (5)
τοιοῦτον.
(3.) Ἀλλὰ τί ἂν εἴη τὸ δέχεσθαι ἐπὶ πάντων τῶν δώρων;
Τὸ μετὰ τῶν ἰδίων τάξαι, τὸ οἰκειώσασθαι, ταῦτα δεκτὰ
λέγονται. @1
(4.) Ὁ δὲ Θεὸς ταῦτα τὰ δῶρα οὕτως οἰκειοῦται, ὥστε αὐτὰ
σῶμα καὶ αἷμα ποιεῖται τοῦ Μονογενοῦς. Εἰ τοίνυν τῆς
οἰκειώσεως ταύτης ἴσον οὐδέν ἐστιν ἐνθυμηθῆναι, οὐδὲ ὅσον
εἰσὶ δεκτὰ μέτρον εὑρεῖν δυνατόν.
(5.) Ἔτι δὲ καὶ ἀπὸ τῆς ἀντιδόσεως δῆλον γίνεται ὅσον
ἀποδέχεται τὸ δοθὲν ὁ λαβών.
(6.) Τίς οὖν ἐνταῦθα ἡ ἀντίδοσις; Αὐτὸ πάλιν τὸ σῶμα τοῦ
Χριστοῦ καὶ τὸ αἷμα· λαμβάνων γὰρ παρ᾿ ἡμῶν ἄρτον καὶ
οἶνον ὁ Θεὸς αὐτὸν ἀντιδίδωσι τὸν Υἱόν. Καὶ πόθεν δῆλον,
φησίν, ὅτι ὡς δῶρα ταῦτα ἡμῖν ἀντὶ τῶν προσαγομένων παρὰ
τοῦ Θεοῦ δίδοται. Ἐξ ὧν αὐτὸς ὁ ταῦτα περικείμενός φησι (5)
πρὸς ἡμᾶς· «Λάβετε», λέγων· οὕτω γὰρ μηνύεται τὸ δῶρον.
Ταύτῃ τῇ φωνῇ καὶ ὁ διδοὺς καὶ ὁ δεχόμενος καὶ τὸ διδόμενον
σημαίνεται.
(7.) Ἔστι καὶ ἄλλως τι λαβεῖν ὡς παρακαταθήκην, ᾧ χρῆ-
σθαι τοὺς λαβόντας οὐ θέμις.
(8.) Σὺ δ᾿ ἴνα μῆ τοῦτο νομίσῃς, ἀλλ᾿ ἴδῃς ὅτι σόν ἐστι, καὶ
χρήσασθαι ἐκέλευσε· «Φάγετε», λέγων.

(8.) Σὺ δ᾿ ἴνα μῆ τοῦτο νομίσῃς, ἀλλ᾿ ἴδῃς ὅτι σόν ἐστι, καὶ
χρήσασθαι ἐκέλευσε· «Φάγετε», λέγων.
(9.) Οὕτω δεκτὰ τῷ Θεῷ τὰ δῶρα καὶ μετὰ τοσαύτης
ὑπερβολῆς.
(10.) Διὰ τοῦτο ἁγιάζουσιν ἀεὶ πάσας Χριστιανῶν ψυχὰς
καὶ ζώντων καὶ τεθνηκότων τὰς ἀτελεῖς ἔτι καὶ δεομένας
ἁγιασμοῦ. Οἱ γὰρ τελειωθέντες ἅγιοι μετὰ τῶν ἀγγέλων
ἑστῶτες καὶ εἰς τὴν οὐράνιον ἱεραρχίαν ἤδη τελέσαντες οὐκ
ἔτι δέονται τῆς ἐπιγείου ἱεραρχίας. @1 (5)


ΑΣ ΤΑ ΛΑΒΟΥΝ ΥΠΟΨΙΝ ΤΟΥΣ ΟΙ ΠΑΛΑΙΟΗΜΕΡΟΛΟΓΙΤΕΣ ΚΑΙ ΟΙ ΑΠΟΤΕΙΧΙΣΜΕΝΟΙ.

Δεν υπάρχουν σχόλια: