Δευτέρα 10 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

21.
(t.) ΚΑ´. Περὶ τῆς κατὰ τὸν ὕμνον εὐχῆς, καὶ περὶ
τῶν ἐπιφωνημάτων τῶν ἱερῶν
(1.) Ὁ δὲ ἱερεὺς πρὸ μὲν τῆς ὑμνήσεως ταύτης ἱκετεύει τὸν
Θεὸν δέξασθαι τὸν ὕμνον καὶ χάριν ἀντιδοῦναι τοῖς ὑμνηταῖς. @1
Καὶ τίνα χάριν; τῷ ὕμνῳ κατάλληλον· «ἁγιάσαι αὐτῶν τὰς
ψυχὰς καὶ τὰ σώματα», συγγνώμην παρασχόμενον ἡμαρτη-
μένων, ὥστε «ἐν ὁσιότητι λατρεύειν αὐτῷ πάσας τὰς ἡμέ- (5)
ρας». Καὶ τὴν αἰτίαν προστίθησιν· «Ὅτι ἅγιος εἶ καὶ
ἁγίοις ἐπαναπαύῃ.»
Τοῦ γὰρ ἀληθῶς ἁγίου, τὸ χαίρειν ἐν

ἁγίοις ἐπαναπαύῃ.» Τοῦ γὰρ ἀληθῶς ἁγίου, τὸ χαίρειν ἐν
τοῖς ἁγίοις καὶ ἁγιάζειν
. Καὶ τοῦτο ἐκβοήσας καὶ δοξολογίαν
προσθείς, τῆς ὑμνήσεως τοῦ τρισαγίου πρὸς τὸν ἱερὸν λαὸν
σύνθημα τοῦτο ποιεῖται· καὶ αὐτοὶ τῇ δοξολογίᾳ τὸ «Ἀμήν», (10)
κατὰ τὸ εἰωθός, ἐπειπόντες, τοῦ ὕμνου ἄρχονται.
(2.) Μετὰ δὲ τὸν ὕμνον, ὁ ἱερεὺς κελεύει πάντας μὴ ῥᾳθύμως
ἑστάναι καὶ ἀμελῶς, ἀλλὰ τοῖς τελουμένοις καὶ ᾀδομένοις
προσέχειν τὸν νοῦν· τὸ γὰρ «Πρόσχωμεν», τοῦτο δύναται.
Εἶτα τὴν εἰρήνην εὔχεται πᾶσι, καὶ σοφίας ἀναμιμνήσκει,
μεθ᾿ ἧς δεῖ τοῖς μυστηρίοις προσέχειν. Τίς δὲ ἡ σοφία; οἱ (5)
προσήκοντες τῇ τελετῇ λογισμοί, μεθ᾿ ὧν ὁρᾷν δεῖ καὶ
ἀκούειν τὰ τελούμενα καὶ λεγόμενα, οἱ πίστεως γέμοντες, οἱ
μηδὲν ἀνθρώπινον ἔχοντες.
Τοῦτο γὰρ ἡ τῶν Χριστιανῶν
σοφία, καὶ τοῦτο δύναται τὸ «σοφία», πολλαχοῦ τῆς
ἱερουργίας ἐκβοώμενον τοῖς πιστοῖς παρὰ τοῦ ἱερέως, ἀνά- (10)
μνησις τῶν λογισμῶν τούτων. Οὕτω γὰρ ἀλλήλους ἀναμι-
μνήσκομεν ὁλόκληρον ἔννοιαν ἑνὶ ῥήματι πολλάκις ἐν ταῖς
ψυχαῖς τῶν ἀκουόντων ἀνανεοῦντες.
(3.) Τίς δὲ ἡ ἀνάγκη τῆς ἀναμνήσεως; Πολλὴ τῆς λήθης
ἡ τυραννίς, καὶ οὐδὲν τῶν ἀνθρωπίνων παθῶν οὕτω συνεχῶς
καὶ ῥᾳδίως ἐκτρέπει τὸν ἄνθρωπον ὡς τοῦτο τὸ πάθος. Ἐπεὶ δὲ
μετὰ τῶν προσηκόντων λογισμῶν ἀναγκαῖον ἑστάναι, καὶ
μετέχειν τῆς τελετῆς, καὶ τῶν ἱερῶν αὐτῆς ἀκουσμάτων καὶ (5)
θεαμάτων, εἴ γε μέλλοιμεν μὴ μάτην μετέχειν αὐτῶν, καὶ τὸν @1
χρόνον τρίβειν εἰκῇ· τοῦτο δὲ οὐ ῥᾴδιον· διὰ τοῦτο χρεία μὲν
ἡμᾶς αὐτοὺς παρ᾿ ἡμῶν αὐτῶν ἐγρηγορέναι καὶ νήφειν·
χρεία δὲ τῆς ἔξωθεν ὑπομνήσεως, ἵνα συνεχῶς ὑπὸ τῆς
λήθης συλώμενον τὸν ἡμέτερον νοῦν, καὶ περιελκόμενον εἰς (10)
ματαίας μερίμνας ἀναλαμβάνειν δυνώμεθα πάλιν.
(4.) Τοῦτο καὶ τὸ ᾆσμα βούλεται τὸ ἀδόμενον μεταξὺ τῶν
τιμίων δώρων εἰς τὸ θυσιαστήριον κομιζομένων· «Πᾶσαν

τιμίων δώρων εἰς τὸ θυσιαστήριον κομιζομένων· «Πᾶσαν
βιωτικὴν γάρ, φησί, ἀποθώμεθα μέριμναν»· καὶ τοιαῦτα μὲν
τοῦτο δύναται τὸ ῥῆμα.
(5.) Ἔστι δὲ καὶ τὸ «ὀρθοὶ» ἐπιφώνημα παραίνεσιν ἔχον.
Τίς δὲ ἡ παραίνεσις; Ἐναγωνίους ἡμᾶς εἶναι βούλεται τῷ
Θεῷ καὶ τοῖς μυστηρίοις ἐντυγχάνοντας καὶ μὴ ῥᾳθύμως,
ἀλλὰ μετὰ σπουδῆς καὶ πάσης αἰδοῦς τὴν τοιαύτην ὁμιλίαν
ποιεῖσθαι, εἴτε ὁρᾶν, εἴτε λέγειν, εἴτε ἀκούειν τί δεήσει τῶν (5)
ἱερῶν· καὶ σημεῖον τοῦτο πρῶτον δεικνύναι τῆς σπουδῆς ταύ-
της, καὶ τῆς εὐλαβείας, τὴν ὄρθωσιν τοῦ σώματος, τὸ μὴ
καθημένους, ἀλλ᾿ ἑστῶτας τοῦτο ποιεῖν· τοιοῦτον γὰρ τὸ
σχῆμα τῶν ἱκετευόντων, τοιοῦτον τὸ σχῆμα τῶν δούλων, οἳ
πρὸς τὸ νεῦμα τῶν δεσποτῶν ἅπαντα τὸν νοῦν ἔχουσιν, ἵνα (10)
πρὸς τὴν διακονίαν ἑτοίμως, ἐπειδὰν τὸ κελευσθὲν ἁρπάσωσι,
εὐθὺς δράμωσιν· ἡμεῖς δὲ καὶ ἵκεται τῷ Θεῷ περὶ τῶν
μεγίστων, καὶ δοῦλοι δουλείαν παντοδαπήν.
(6.) Καὶ τῶν μὲν ῥημάτων τούτων οὗτος ὁ λόγος. @1
22.
(t.) ΚΒ´. Περὶ τῆς ἀναγνώσεως τῶν Γραφῶν,
καὶ τῆς τάξεως αὐτῶν, καὶ τῆς σημασίας
(1.) Μετὰ δὲ τὸν τρισάγιον ὕμνον, ἀποστολικὸν ἀναγιγνώσκε-
ται βιβλίον, εἶτα τὸ Εὐαγγέλιον αὐτό, πρότερον ὕμνου τῷ
Θεῷ παρὰ τῆς Ἐκκλησίας ᾀσθέντος.
(2.) Διὰ τί δὲ πρὸ τῶν ἀναγνώσεων τῶν ἱερῶν Γραφῶν τὸν
Θεὸν ὑμνοῦμεν; Ὅτι ἐπὶ πᾶσι τοῦτο δεῖ ποιεῖν, οἷς ἡμᾶς
ἐκεῖνος ἑκάστοτε δωρούμενος διατελεῖ, μάλιστα δὲ ἐν ἐπι-
τεύξει μεγάλου τινὸς ἀγαθοῦ, οἷόν ἐστι ἡ τῶν θείων λογίων
ἀκρόασις. Ἀλλ᾿ ἐπὶ μὲν τοῦ Ἀποστόλου μετὰ ἱκεσίας ὁ (5)
ὕμνος· πρόσκειται γὰρ τὸ «Ἐλέησον»
. Ἐπὶ δὲ τοῦ Εὐαγγε-
λίου καθαρὰν ἱκεσίαν ποιούμεθα τὴν ὑμνῳδίαν, ἵνα μάθωμεν
ὡς ὁ Χριστὸς διὰ τοῦ Εὐαγγελίου σημαίνεται·
ὃν τοῖς εὑροῦσιν
ἅπαν τὸ ζητούμενον ἐν χερσίν. Καὶ γὰρ ὁ Νυμφίος ἔνδον, καὶ

ἅπαν τὸ ζητούμενον ἐν χερσίν. Καὶ γὰρ ὁ Νυμφίος ἔνδον, καὶ
οὐ χρεία ἱκετεύειν αὐτοὺς περὶ οὐδενός, πάντα ἔχοντας. (10)
Ὥσπερ οὐδὲ νηστεύειν τοὺς υἱοὺς τοῦ Νυμφῶνος εἰκός, ἐφ᾿
ὅσον μετ᾿ αὐτῶν ἐστιν ὁ Νυμφίος· ἀλλὰ τοῦτο μόνον, σέβειν
αὐτὸν καὶ ὑμνεῖν· ἐπεὶ καὶ ὁ τῶν ἀγγέλων ὕμνος, οἷον αὐτὸν
οἱ προφῆται διδάσκουσι, διὰ τὸν αὐτὸν λόγον, τοῦτ᾿ αὐτὸ μόνον
ὕμνος ἐστίν, ἱκεσίας ἀπηλλαγμένος ἁπάσης. (15)
(3.) Ἀλλὰ τί βούλεται ἐνταῦθα ἡ ἀνάγνωσις τῶν ἱερῶν
Γραφῶν;

(4.) Εἰ μὲν τὴν χρείαν βούλει μαθεῖν, εἴρηται· παρασκευά- @1
ζουσι γὰρ ἡμᾶς καὶ προκαθαίρουσι πρὸ τοῦ μεγάλου τῶν
μυστηρίων ἁγιασμοῦ. Εἰ δὲ τὴν σημασίαν ζητεῖς, τὴν φανέρω-
σιν τοῦ Κυρίου δηλοῦσιν, ἣν ἐφανεροῦτο κατὰ μικρὸν μετὰ τὴν
ἀνάδειξιν. Πρῶτον μὲν γὰρ τὸ Εὐαγγέλιον ἀναδείκνυται (5)
συνεπτυγμένον, τὴν ἐπιφάνειαν τοῦ Κυρίου σημαῖνον, καθ᾿ ἣν
σιωπῶντα αὐτὸν ὁ Πατὴρ ἀνεδείκνυ, ὅτε οὐδὲν ἐκεῖνος
φθεγγόμενος τῆς τοῦ κήρυκος ἐδεῖτο φωνῆς. Ταῦτα δὲ τῆς
φανερώσεώς ἐστι σημαντικὰ τῆς τελεωτέρας, καθ᾿ ἣν δημοσίᾳ
πᾶσιν ὡμίλει, καὶ ἑαυτὸν ἐδίδασκεν, οὐ μόνον ἐξ ὧν ἔλεγεν (10)
αὐτός, ἀλλὰ καὶ ὧν ἀποστόλους ἐδίδασκε λέγειν, πέμπων
αὐτοὺς «εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ».
Διὰ τοῦτο ἀναγινώσκεται μὲν γράμματα ἀποστολικά, ἀναγι-
νώσκεται δὲ αὐτὸ τὸ Εὐαγγέλιον.
(5.) Τί οὖν μὴ πρῶτον τὸ Εὐαγγέλιον; Ὅτι τελεωτέρας
ἐστὶ φανερώσεως σημαίνειν τὰ δι᾿ αὐτοῦ τοῦ Κυρίου, ἢ τὰ
διὰ τῶν ἀποστόλων λεγόμενα. Ἐπεὶ δὲ οὐκ ἀθρόον ἐφάνη τοῖς
ἀνθρώποις ὁ Κύριος ἡλίκος ἦν τὴν ἰσχύν, καὶ οἷος τὴν ἀγαθό-
τητα—τοῦτο γὰρ τῆς δευτέρας αὐτοῦ παρουσίας—, ἀλλ᾿ (5)
ὁδῷ προβαίνων ἀπὸ τοῦ ἀφανεστέρου ἐπὶ τὸ φανερώτερον
προῄει· τούτου χάριν τὴν ἀνάδειξιν αὐτοῦ κατὰ μικρὸν γενο-
μένην δεικνύναι βουλομένοις, τὰ ἀποστολικὰ πρὸ τῶν Εὐαγγε-

μένην δεικνύναι βουλομένοις, τὰ ἀποστολικὰ πρὸ τῶν Εὐαγγε-
λίων ἀναγιγνώσκειν εἰκός. Διὰ τοῦτο γὰρ καὶ τὰ τῆς τελείας
ἀναδείξεως αὐτοῦ σημαντικὰ τελευταῖα φυλάττεται, ὡς ἐν (10)
τοῖς ἑξῆς ἔσται δῆλον. @1
23.
(t.) ΚΓ´. Περὶ τῶν μετὰ τὸ Εὐαγγέλιον αἰτήσεων
(1.) Μετὰ δὲ τὸ Εὐαγγέλιον ἀναγνωσθῆναι, εὔξασθαι μὲν
κελεύει τὸ πλῆθος ὁ διάκονος. Εὔχεται δὲ αὐτὸς ὁ ἱερεὺς
ἔνδον καθ᾿ ἑαυτὸν ἡσυχῆ τὰς εὐχὰς ἐκείνων ὑπὸ τοῦ Θεοῦ
προσδεχθῆναι. Εἶτα τὸν Θεὸν δοξολογήσας μεγάλῃ βοῇ,
κοινωνοὺς καὶ αὐτοὺς τῆς δοξολογίας λαμβάνει. (5)
(2.) Τίς δὲ ἡ παρὰ πάντων εὐχὴ μάλιστα μετὰ τὸ Εὐαγγέ-
λιον πρέπουσα;
ἡ ὑπὲρ τῶν τηρούντων τὸ Εὐαγγέλιον, τῶν
μιμησαμένων τὴν φιλανθρωπίαν τοῦ διὰ τοῦ Εὐαγγελίου
σημαινομένου Χριστοῦ.
Καὶ τίνες οὗτοι; Οἱ προστάται τῆς
Ἐκκλησίας, οἱ λαῶν ποιμένες, οἱ τὴν πολιτείαν τάττοντες. (5)
Οὗτοι γάρ, εἰ σῴζουσι τὴν ἐπαγγελίαν, τὰ ἐκεῖσε γεγραμμένα
καὶ τηροῦσι καλῶς καὶ διδάσκουσι, καὶ τὸ ὑστέρημα τοῦ
Χριστοῦ κατὰ τὸν Ἀπόστολον ἀναπληροῦσι μετ᾿ ἐκεῖνον τὴν
αὐτοῦ ποίμνην κατ᾿ ἐκεῖνον ποιμαίνοντες. Ἔτι δὲ καὶ κτίσται
ἱερῶν οἴκων καὶ ἐπιμεληταὶ καὶ ἀρετῆς διδάσκαλοι καὶ εἴ (10)
τινες ὁπωσοῦν τῷ κοινῷ τῆς Ἐκκλησίας καὶ τοῖς ἱεροῖς
λυσιτελεῖς εἰσιν, εἰς ἐκεῖνον τάττουσι τὸν χορόν, καὶ τῶν
κοινῶν εἰσιν ἄξιοι τυγχάνειν εὐχῶν.

(3.) Μέλλων δ᾿ ἐπὶ τὴν θυσίαν ἤδη χωρεῖν, ᾗ παρεῖναι τοὺς
ἀμυήτους οὐ θέμις, οὓς κατηχουμένους ἔτι καλοῦμεν, ὅτι
μέχρις ἀκοῆς καὶ ὅσον διδασκαλία δύναται μόνον τὸν Χριστια-
νισμὸν ὑπεδέξαντο, τούτους ἐκβάλλει τοῦ χοροῦ τῶν πιστῶν,
εὐχὴν ὑπὲρ αὐτῶν ἀναγνοὺς πρότερον. Ἡ δὲ εὐχὴ τελειωθῆναι @1 (5)
αὐτοὺς τοῦ βαπτίσματος ἀξιωθέντας κατὰ καιρόν· ἡ δὲ αἰτία
τῆς εὐχῆς ἡ τοῦ Θεοῦ δόξα· «Ἵνα καὶ αὐτοί, φησί, σὺν ἡμῖν
δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου.»

τῆς εὐχῆς ἡ τοῦ Θεοῦ δόξα· «Ἵνα καὶ αὐτοί, φησί, σὺν ἡμῖν
δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου.»
(4.) Ἣν καὶ ὡς δοξολογίαν ἀναβοήσας καὶ κοινωνοὺς
λαβὼν τῆς δοξολογίας τὸ πλῆθος τῶν πιστῶν, ἄλλην εὔχεται
εὐχήν, ἐν ᾗ πρῶτον μὲν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι ὅλως ἠξιώθη
ἐνώπιον αὐτοῦ στῆναι καὶ χεῖρας αἴρειν πρὸς αὐτὸν ὑπὲρ
ἑαυτοῦ καὶ τῶν ἄλλων· ἔπειτα ἱκετεύει ἀξιωθῆναι τοῦτο (5)
ποιεῖν ἀεὶ μετὰ καθαροῦ συνειδότος. Ἡ δὲ αἰτία τῆς εὐχῆς
καὶ ταύτης, ἡ τοῦ Θεοῦ δόξα· «Ὅτι σοὶ πρέπει, φησί, πᾶσα
δόξα»· καὶ οὕτω κατὰ τὸ εἰωθὸς μετὰ τοῦ πλήθους δοξολο-
γήσας, πάλιν ἐφ᾿ ἑαυτοῦ ὁ ἱερεὺς εὔχεται ὑπὲρ ἑαυτοῦ καὶ
τοῦ πλήθους, ὥστε αὐτὸν μὲν ἀκατάκριτον παραστῆναι τῇ (10)
ἁγίᾳ τραπέζῃ καθαρὸν «μολυσμοῦ σαρκὸς καὶ πνεύματος»·
τοὺς δὲ συνευχομένους πιστοὺς «τῶν μυστηρίων μετασχεῖν»
ἀξιωθῆναι, χωρὶς ἐνοχῆς καὶ κατακρίσεως, καὶ πρὸς τούτοις
τῆς βασιλείας τῶν οὐρανῶν κληρονομῆσαι· καὶ ἡ αἰτία τῆς
εὐχῆς πάλιν ἡ τοῦ Θεοῦ δόξα, εἰς ἣν πάντα ποιεῖν ὁ Παῦλος (15)
ἐκέλευσε λέγων· «Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Τοῦτο
ὑμῖν ἔστω σκοπός φησι πανταχοῦ, τὸν Θεὸν δοξάζεσθαι. Οἱ
γεωργοὶ τέλος ποιοῦνται τῶν πόνων τῶν καρπῶν τὴν φοράν,
ἐφ᾿ οἷς αἱροῦνται πονεῖν· καὶ οἱ ἔμποροι τὸ κέρδος, καὶ ἄλλος
ἄλλο τι· ὑμεῖς δὲ ἐν ἅπασιν οἷς ποιεῖτε τὴν δόξαν τοῦ Θεοῦ (20)
ζητεῖτε· δοῦλοι γάρ ἐσμεν, ταύτην ὀφείλοντες τῷ Δεσπότῃ @1
τὴν διακονίαν, ὡς ἂν ὑπὲρ αὐτῆς καὶ κτισθέντες ὑπ᾿ αὐτοῦ
τὴν ἀρχὴν καὶ ὕστερον ἀγορασθέντες.
Διὰ τοῦτο τὴν Ἐκκλη-
σίαν εὑρήσεις τῆς δόξης τοῦ Θεοῦ φροντίζουσαν πανταχοῦ,
καὶ τοῦτ᾿ ἄνω καὶ κάτω βοῶσαν τὸ ῥῆμα, καὶ ταύτην διὰ (25)
πάντων ὑμνοῦσαν, καὶ πάντα αὐτὴν ἡγουμένην, καὶ πρὸς
ταύτην πάντα ποιοῦσαν, τὰς εὐχάς, τὰς δεήσεις, τὰς μυήσεις,
τὰς παραινέσεις, πᾶν ἱερόν.
Καὶ ταῦτα μὲν οὕτως.

τὰς παραινέσεις, πᾶν ἱερόν.
Καὶ ταῦτα μὲν οὕτως.

Συνεχίζεται

Δεν υπάρχουν σχόλια: