Σάββατο 29 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

48.
(t.) ΜΗ´. Τίς ὁ λόγος καθ᾿ ὃν καὶ τοὺς ἁγίους
τοῖς δώροις τούτοις δεξιούμεθα καὶ θεραπεύομεν

(1.) Τούτῳ δὲ ἀκόλουθον ἐκεῖνο ζητῆσαι.
(2.) Εἰ γὰρ ταῦτα τὰ ἅγια ἀνατίθεται μὲν τῷ Θεῷ, ἁγιάζει
δὲ τοὺς ἁγιασμοῦ δεομένους, τίνος ἕνεκα καὶ τοὺς ἡγιασμένους
ἤδη καὶ πάντα τελείους ταύτῃ τῇ δωροφορίᾳ δεξιοῦσθαι
πιστεύομεν καί, ἐπειδὰν αὐτῶν τι δεηθέντες εἰς ἐπικουρίαν
καλέσωμεν, τὴν τῶν δώρων τούτων ὑπισχνούμεθα λειτουρ- (5)
γίαν, ὥσπερ ἢ αὐτοῖς ταῦτα ἀναθήσειν μέλλοντες ἢ ὑπὲρ
αὐτῶν, ἵνα γένωνται βελτίους;
(3.) Ὅτι καὶ ἕτερός ἐστι τρόπος τῆς δωροφορίας ταύτης,
ᾗ πρόσθεν ἔφην, καθ᾿ ὃν τὰ δῶρα ταῦτα καὶ τῶν ἁγίων
γίνεται, ὅταν ὡς εὐχαριστήρια τῷ Θεῷ προσάγωνται ὑπὲρ
τῆς αὑτῶν δόξης ἧς αὐτοὺς ἐδόξασε καὶ ὑπὲρ τῆς τελειώσεως
ἧς αὐτοὺς ἐτελείωσεν. Ἔστι μὲν γὰρ τοῦ Θεοῦ τὰ δῶρα ὡς (5)
αὐτῷ ἀνατιθέμενα· ἔστι δὲ καὶ τῶν δεομένων βοηθείας πιστῶν
ὡς βοηθήματα· ἔστι δὲ καὶ τῶν ἁγίων, ὅτι αὐτῶν χάριν
ἀνατίθεται τῷ Θεῷ.
(4.) Τὸ γὰρ ἐμὴν χάριν δοθὲν ἐγὼ λαμβάνω, κἂν ὁστισοῦν
ὁ δεχόμενος ᾖ· οὐ γὰρ πάντα τὰ διδόμενα ἡμῖν ὁθενοῦν ταῖς
χερσὶ λαμβάνομεν ταῖς ἡμετέραις μόναις, ἀλλὰ καὶ ταῖς τῶν
φίλων καὶ ταῖς τῶν οἰκείων καὶ ἁπλῶς πάντων οἷς ὁ δωρού-

φίλων καὶ ταῖς τῶν οἰκείων καὶ ἁπλῶς πάντων οἷς ὁ δωρού-
μενος ἵν᾿ ἡμᾶς εὐφράνῃ δωρεῖται. Διὰ τοῦτο καὶ ὁ Κύριος, (5)
τῶν πτωχῶν λαμβανόντων, ὅτι οἱ χορηγοῦντες αὐτοῖς αὐτοῦ @1
χάριν τοῦτο ποιοῦσιν, αὐτὸς λαμβάνειν φησίν. Οὕτω καὶ οἱ
ἅγιοι ταῦτα τὰ δῶρα λαμβάνουσιν, ὅτι αὐτῶν χάριν ἀνατί-
θεται τῷ Θεῷ. Ὥσπερ γὰρ διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην
ἐκεῖνο γίνεται, οὕτω διὰ τὴν τῶν ἁγίων ἀγάπην τοῦτο.
Ὅτι (10)
μὲν γὰρ σφόδρα φιλοῦμεν αὐτούς, τὰ αὐτῶν ἀγαθὰ ἡμέτερα
λογιζόμεθα καὶ συγχαίρομεν αὐτοῖς τῆς εὐδαιμονίας, ὡς
καὶ αὐτοὶ μετέχοντες τῶν ἀγαθῶν.
Οὕτω δὲ χαίροντες ταῖς
παρὰ τοῦ Κυρίου δεδομέναις αὐτοῖς δωρεαῖς, εὐχαριστοῦμεν
τῷ δεδωκότι καὶ τὰ χαριστήρια προσάγομεν δῶρα. (15)
(5.) Οὐ διὰ τοῦτο δὲ μόνον αὐτοὶ τὰ δῶρα λαμβάνουσιν ὅτι
διὰ τὴν αὐτῶν ἀγάπην ἡ δωροφορία γίνεται, ἀλλ᾿ ὅτι καὶ
αὐτὸ τοῦτο τῶν ἡδίστων καὶ σφόδρα κεχαρισμένων αὐτοῖς,
λέγω δὴ τὸ τὸν Θεὸν δι᾿ αὐτοὺς χάριτας δέχεσθαι καὶ δοξά-
ζεσθαι. Ὥσπερ γὰρ μέγιστον ἁμάρτημα τῶν πονηρῶν (5)
ἀνθρώπων τὸ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ δι᾿ αὐτούς,
οὕτω μέγα κατόρθωμα καὶ περισπούδαστον τοῖς ἁγίοις τὸ
δι᾿ αὐτοὺς τὸν Θεὸν δοξάζεσθαι.
Τοῦτο καὶ μετὰ σώματος
ζῶσι διηνεκὴς ἀγὼν ἦν, καὶ μεταστᾶσιν εἰς τὸν οὐρανὸν
ἔργον ἐστὶν ἄληκτον καὶ τρυφὴ καὶ τῆς μακαριότητος ἐκεί- (10)
νης κεφάλαιον. Εἰ γάρ, ὅτε τὰ ἀγαθὰ ἐν ἐλπίσιν ἦν αὐτοῖς
μόνον, διετέλουν ἐν παντὶ εὐχαριστοῦντες τῷ Θεῷ καὶ
πάντα εἰς δόξαν αὐτοῦ ποιοῦντες, ὁποίους αὐτοὺς γενέσθαι
τὰ τοιαῦτα χρὴ νομίζειν, ὅτε μείζων μὲν αὐτοῖς ἡ εὐγνω-
μοσύνη πολλῷ τῷ μέσῳ τελείοις ἤδη πᾶσαν ἀρετὴν γενο- (15)
μένοις, τὰ δὲ ἀγαθὰ οὐκέτι ἐλπίζουσιν, ἀλλ᾿ αὐτῇ πείρᾳ
μανθάνουσι τὴν τοῦ Δεσπότου φιλοτιμίαν· ὅτε ὁρῶσιν
ἑαυτοὺς ἐξ οἵων οἷοι γεγόνασιν ἀντὶ πηλίνων ἥλιοι, ἀντὶ
δούλων ἠτιμωμένων υἱοὶ τίμιοι, καὶ βασιλείας οὐρανῶν

δούλων ἠτιμωμένων υἱοὶ τίμιοι, καὶ βασιλείας οὐρανῶν
κληρονόμοι ἀντὶ ὑπευθύνων, δυνατοὶ καὶ ἄλλους λύειν @1 (20)
εὐθύνης τῇ πρὸς τὸν Δικαστὴν παρρησίᾳ; Διὰ τοῦτο οὐδὲ
κόρος ἐστὶν αὐτοῖς οὐδεὶς τῶν εἰς Θεὸν ὕμνων, οὐδὲ νομίζουσιν
αὐτοὶ μόνοι πρὸς τὴν εὐχαριστίαν ἀρκεῖν. Ὅθεν βούλονται
πάντας, καὶ ἀγγέλους καὶ ἀνθρώπους, ἔχειν τοῦτον αὐτοῖς
συνεργαζομένους τὸν ὕμνον, ἵνα τὸ ὄφλημα αὐτῶν ἡ εὐχα- (25)
ριστία τῷ Θεῷ ἐγγύτερον τῆς ἀξίας ἀποδοθῇ, πολλαπλασίων
ἑαυτῆς γενομένη τῇ προσθήκῃ τῶν ὑμνητῶν.
(6.) Καὶ τούτου μάρτυρες οἱ περὶ Ἀζαρίαν ἅγιοι παῖδες, οἱ
τοῦ πυρὸς κρατήσαντες καὶ ταύτην παρὰ τοῦ Θεοῦ τότε
λαβόντες τὴν χάριν· ἐπεὶ ἔδει καὶ αὐτοὺς τῆς παραδόξου
ταύτης σωτηρίας ὁμολογῆσαι χάριν τῷ σώσαντι καὶ ὑμνῆσαι
οὐκ ἠγάπησαν, εἰ αὐτοὶ μόνον ὑμνήσουσιν, οὐδὲ τὴν ἑαυτῶν (5)
βοὴν ἀρκεῖν ἐνόμισαν, ἀλλὰ καὶ ἀγγέλους συνεκάλουν καὶ
ἀνθρώπων ἅπαντα γένη καὶ οὐρανὸν αὐτὸν καὶ τὸν ἥλιον
καὶ τοὺς ἀστέρας καὶ γῆν καὶ ὄρη καὶ ἄλογα πάντα καὶ ἄψυχα
καὶ ἁπλῶς πᾶσαν τὴν κτίσιν. Τοσαύτη τοῦ τὸν Θεὸν ὑμνεῖ-
σθαι παρὰ τοῖς ἁγίοις ἐπιθυμία καὶ μετὰ σώματος ἔτι ζῶσι (10)
καὶ πολλῷ μᾶλλον ἀπαλλαγεῖσι τοῦ σώματος.
(7.) Ὅθεν, εἴ τις αὐτῶν μεμνημένος καὶ τῆς εὐδοκιμήσεως
αὐτῶν καὶ τῆς μακαριότητος καὶ τῆς δόξης τὸν στεφανώ-
σαντα Θεὸν ὑμνήσειε, χάριν αὐτοῖς κατατίθεται χαρίτων
ἁπασῶν τὴν τιμιωτάτην καὶ μάλισθ᾿ ὅταν ποιῆται τὴν
ὕμνησιν, οὐ φωναῖς ψιλαῖς μόνον ἀλλὰ καὶ δώρων χαριστη- (5)
ρίων προσαγωγῇ, καὶ δώρων οὕτω σφόδρα δεκτῶν τῷ Θεῷ,
καὶ τιμίων τὴν ἀνωτάτω τιμήν. Τηνικαῦτα γάρ, καθάπερ
αὐτὸς ὁ Σωτὴρ ἵλεως αὐτὰ δεχόμενος καὶ ὑπὲρ πᾶσαν νομικὴν
λατρείαν τὸ σῶμα ἡμῖν αὐτοῦ ἀντιδίδωσι καὶ τὸ αἷμα, οὕτω
καὶ αὐτοὶ χαίροντες αὐτοῖς, ὡς οὐδενὶ τῶν ἄλλων οἷς αὐτοὺς (10)
θεραπεύειν δοκοῦμεν, ὅλους παρέχουσιν ἡμῖν ἑαυτοὺς συντε-

θεραπεύειν δοκοῦμεν, ὅλους παρέχουσιν ἡμῖν ἑαυτοὺς συντε-
λεῖν πρὸς πᾶν ὅ τι ἡμῖν συμφέρει· πανταχοῦ γὰρ τὸν ἑαυτῶν
μιμοῦνται Δεσπότην. @1
49.
(t.) ΜΘ´. Πρὸς τοὺς λέγοντας τὴν ἐν τῇ λειτουργίᾳ τῶν ἁγίων
μνήμην ἱκεσίαν τοῦ ἱερέως πρὸς τὸν Θεὸν εἶναι ὑπὲρ
αὐτῶν

(1.) Ἀλλ᾿ ἐνταῦθά τινες ἠπατήθησαν οὐκ εὐχαριστίαν ἀλλ᾿
ἱκεσίαν ὑπὲρ τῶν ἁγίων πρὸς τὸν Θεὸν τὴν μνήμην αὐτῶν
εἶναι νομίσαντες, οὐκ οἶδα πόθεν λαβόντες τῶν λογισμῶν
τούτων τὰς ἀφορμάς.
Οὔτε γὰρ ἀπὸ τῶν πραγμάτων αὐτῶν
ταῦτα πιστεύειν ἀκόλουθον, οὔτε ἀπὸ τῶν ἐνταῦθα τῆς (5)
ἱερουργίας ῥημάτων.[ ΑΠΟ ΠΟΥ ΛΟΙΠΟΝ Ο ΒΑΡΘΟΛΟΜΑΙΟΣ;]
(2.) Καὶ τὸ μὲν εἰκὸς τῶν πραγμάτων, ὅτι πολλοῦ δεῖ
τοιαῦτα συγχωρεῖν, δῆλον ἐκεῖθεν.
(3.) Εἰ γὰρ εὔχεται ὑπὲρ τῶν ἁγίων ἡ Ἐκκλησία, ἐκεῖνα
πάντως εὔξαιτ᾿ ἂν ἃ εἴωθεν εὔχεσθαι πανταχοῦ. Τίνα δέ
ἐστιν ἃ εὔχεται τοῖς κεκοιμημένοις; Ἄφεσις ἁμαρτιῶν,
βασιλείας κληρονομία, ἀνάπαυσις ἐν τοῖς κόλποις Ἀβραὰμ
μετὰ τῶν τετελειωμένων ἁγίων.
Ταῦτα τῆς Ἐκκλησίας εὐχή, (5)
παρὰ ταῦτα οὐδὲν ἂν εὕροις εὐχομένην τοῖς μεταστᾶσιν. Ἐν
τούτοις ὥρισται ἡ πρὸς Θεὸν ἡμῶν ἱκεσία. Οὐ γὰρ πᾶν οὗπερ
ἄν τις ἐπιθυμήσειε καὶ εὔχεσθαι ἔξεστιν, ἀλλὰ κἀνταῦθα
νόμος ἐστὶ καὶ ὅρος ὃν ὑπερβαίνειν ἀθέμιτον. Τὸ γάρ· «Τί
προσευξόμεθα καθ᾿ ὃ δεῖ, οὐκ οἴδαμεν, φησίν, ἀλλ᾿ αὐτὸ τὸ (10)
Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν»· τουτέστιν ἃ δεῖ προσεύχε-
σθαι, διδάσκει ἡμᾶς· οὕτω γὰρ οἱ διδάσκαλοι τῆς Ἐκκλησίας
ἐξειλήφασιν.

(4.) Σκέψαι τοίνυν εἴ τι πλέον τῶν εἰρημένων ἐν πάσαις
τελεταῖς καὶ ἱερολογίαις ἔστιν εὑρεῖν εὐχομένην τὴν Ἐκκλη-
σίαν, καὶ οὐκ ἂν εὕροις. @1
(5.) Οὐκοῦν εὔξονται μὲν τοῖς ἀνευθύνοις ἄφεσιν ἁμαρτιῶν,

(5.) Οὐκοῦν εὔξονται μὲν τοῖς ἀνευθύνοις ἄφεσιν ἁμαρτιῶν,
ὡς ὑπευθύνοις ἔτι καὶ δίκας ὀφείλουσιν· εὔξονται δὲ τοῖς
ἁγίοις, ὡς μήπω ἡγιασμένοις, τὴν μετὰ τῶν ἁγίων ἀνάπαυ-
σιν· εὔξονται δὲ τελείωσιν τοῖς τελείοις, ὡς μήπω τελειω-
θεῖσιν. (5)
(6.) Καὶ οὕτως ἀνάγκη δυοῖν θάτερον ἁμαρτάνειν αὐτούς·
ἢ γὰρ ὁμολογοῦντες τὴν μακαριότητα καὶ τὴν τελειότητα τῶν
ἁγίων, ἑκόντες βούλονται πρὸς τὸν Θεὸν ληρεῖν καὶ ματαίαν
ὑπὲρ αὐτῶν συνείρειν εὐχήν, ὅπερ ἐστὶν ἀνδρῶν τὰ θεῖα
παιζόντων μᾶλλον ἢ ἱερέων·
ἢ μετὰ σπουδῆς ποιούμενοι τὰς (5)
εὐχάς, ὡς ἂν οἰόμενοι τοὺς ἁγίους δι᾿ αὐτῶν ὠφελεῖν, τὴν
αὐτῶν ἀρνοῦνται δόξαν, ὅπερ ἐστὶ βλασφημεῖν οὐκ αὐτοὺς
μόνον ἀλλὰ καὶ τὸν Θεὸν αὐτόν, ὡς ψευσάμενον τὰς ἐπαγγε-
λίας, ὃς ἐπηγγείλατο δοξάσειν καὶ τῆς βασιλείας μεταδώσειν
αὐτοῖς. (10)

(7.) Μᾶλλον δὲ καὶ ἄμφω σαφής ἐστι βλασφημία· τοῦτο μὲν
ὡς παντελῶς ἀρνουμένων τὴν μακαριότητα τῶν ἁγίων·
ἐκεῖνο δὲ ὡς τὰ τῶν ἀρνουμένων ποιούντων.
Οὓς γὰρ εἶναι
πιστεύουσι μακαρίους, ὡς ἐν υἱῶν μοίρᾳ τεταγμένους καὶ τῆς
βασιλείας αὐτῆς κληρονόμους, τούτους ὡς εἶεν ἀγέραστοι (5)
καὶ ἀτίμητοι καὶ ὑπεύθυνοι, δι᾿ ὧν τοιαῦτα ὑπὲρ αὐτῶν
ἀξιοῦσιν εὔχεσθαι, μαρτυροῦσιν.
(8.) Οὕτω μὲν οὖν αὐτῶν ἕνεκα τῶν πραγμάτων ἄτοπον
εἶναι φαίνεται εἴ τις νομίζει τὴν ὑπὲρ τῶν ἁγίων παρὰ τῆς
Ἐκκλησίας εἰς τὸν Θεὸν προσφορὰν ἱκέσιον εἶναι.

[(Eπίσκεψις 583-20 /11/98, σελ.8): «Οι κληροδοτήσαντες εις ημάς την διάσπασιν προπάτορες ημών υπήρξαν ατυχή θύματα του Αρχεκάκου Όφεως και ευρίσκονται ήδη εις χείρας του Δικαιοκρίτου Θεού. Αιτούμεθα υπέρ αυτών το έλεος του Θεού, αλλά οφείλομεν ενώπιον Αυτού όπως επανορθώσωμεν τα σφάλματα Εκείνων» ΒΑΡΘΟΛΟΜΑΙΟΣ..Δέν ανήκει όμως στήν Εκκλησία. Είναι ένα ιστορικό Προσωπείο τό οποίο λατρεύεται από τούς σημερινούς χριστιανούς ειδωλολάτρες.Αγνοεί  ο δυστυχής Πατριάρχης, πως αυτός ακριβώς είναι ο ορισμός της Ιστορίας, της Δυτικής Ιστορίας, όπως δόθηκε από τον Raymond Aron, στο βιβλίο του “Μαθήματα πάνω στην Ιστορία”, κεφ.6: «History is the story of the dead told by the living». Ιστορία είναι η αφήγηση περί των Νεκρών ειπωμένη από τους ζωντανούς.]
 (9.) Ἴδωμεν δὲ καὶ αὐτὰ τὰ ῥήματα.
(10.) «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην λατρείαν
ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων, προπατόρων, πατέ-
ρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, κηρύκων, εὐαγγε-
λιστῶν, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς @1
πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς πανα- (5)

πνεύματος ἐν πίστει τετελειωμένου· ἐξαιρέτως δὲ τῆς πανα- (5)
γίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Ἰωάννου τοῦ
προφήτου προδρόμου καὶ βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ
πανευφήμων ἀποστόλων, καὶ πάντων τῶν ἁγίων, ὧν ταῖς
ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός, καὶ μνήσθητι πάντων τῶν (10)
κεκοιμημένων ἐπ᾿ ἐλπίδι ἀναστάσεως καὶ ζωῆς αἰωνίου· καὶ
ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου
σοῦ.»
(11.) Ταῦτα τὰ ῥήματα ἐν οἷς οὐδεμία περιέχεται περὶ τῶν
ἁγίων πρὸς τὸν Θεὸν ἱκεσία, οὐδὲ εὔχεται αὐτοῖς ὁ ἱερεὺς
τῶν εἰωθότων οὐδέν
. Ἀλλὰ τῶν μὲν ἄλλων κεκοιμημένων
πιστῶν μεμνημένους, εὐθὺς προστίθησιν τὴν ὑπὲρ τούτων
εὐχήν. «Ἀνάπαυσον γὰρ αὐτούς, φησίν, ὅπου ἐπισκοπεῖ τὸ (5)
φῶς τοῦ προσώπου σου.» Ἐπὶ δὲ τῶν ἁγίων τοὐναντίον
ἅπαν. Οὐ γὰρ πρεσβείαν ὑπὲρ αὐτῶν ποιεῖται, ἀλλ᾿ αὐτοὺς
μᾶλλον προβάλλεται πρέσβεις. Εἰπὼν γὰρ καὶ ἀριθμήσας
τοὺς ἁγίους, ἐπάγει· «Ὧν ταῖς πρεσβείαις ἐπίσκεψαι ἡμᾶς,
ὁ Θεός.» (10)

(12.) Ὃ δὲ μάλιστα δείκνυσιν, οὐ δέησίν τινα καὶ ἱκεσίαν,
ἀλλ᾿ εὐχαριστίαν ὑπὲρ τῶν ἁγίων εἶναι ταῦτα τὰ ῥήματα, ὅτι
καὶ ἡ τοῦ Θεοῦ Μήτηρ ἐν τούτῳ τῷ καταλόγῳ τάττεται· οὐ
γὰρ ἂν ἐτάττετο, εἰ μεσιτείας τινὸς ὁ χορὸς οὗτος ἐδεῖτο, ἥ γε
πάσης ἑστὶν ἐπέκεινα μεσιτείας οὐ τῆς ἀνθρωπίνης μόνον (5)
ἱεραρχίας ἀλλὰ καὶ τῆς τῶν ἀγγέλων, ὡς ἂν καὶ αὐτῶν οὖσα
τῶν ἀνωτάτω νόων ἀσυγκρίτως ἁγιωτέρα.
(13.) Καὶ μὴν ὁ Χριστός ἐστι, φησίν, ὁ ταύτην τελῶν τὴν
ἱερουργίαν. Τί οὖν θαυμαστὸν εἰ καὶ τοῖς ἁγίοις καὶ αὐτῇ
μεσιτεύσειε τῇ Μητρί;
(14.) Ἀλλ᾿ οὐδένα τοῦτο λόγον ἔχει. Οὐ γὰρ οὗτος ὁ τρόπος
τῆς τοῦ Χριστοῦ μεσιτείας·
«μεσίτης» μὲν γὰρ ἐγένετο

τῆς τοῦ Χριστοῦ μεσιτείας· «μεσίτης» μὲν γὰρ ἐγένετο
«Θεοῦ καὶ ἀνθρώπων»· ἀλλ᾿ οὐ λόγοις τισὶ καὶ εὐχαῖς, ἀλλ᾿ @1
ἑαυτῷ· ὅτι γὰρ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος ἦν, Θεὸν ἀνθρώποις
συνῆψε, κοινὸν ὅρον ἑαυτὸν ἀμφοτέραις ταῖς φύσεσιν ἐμβαλών. (5)[ Πώς νά σταθούν λοιπόν οι απαιτήσεις τών παπάδων πού καταδυναστεύουν τούς πιστούς σάν αντιπρόσωποι τού Θεού;]

Τὸ δὲ νομίζειν αὐτὸν διὰ τῶν ἐν τῇ ἱερουργίᾳ εὐχῶν ἀεὶ
μεσιτεύειν, βλασφημίας ἁπάσης καὶ ἀτοπίας ἐστὶ μεστόν.

(15.) Εἰ γὰρ καὶ αὐτός ἐστιν ὁ τελῶν τὴν ἱερουργίαν, ἀλλ᾿
οὐ πάντα τὰ ἐκεῖ γινόμενα καὶ λεγόμενα αὐτῷ ἀναθήσομεν. Τὸ
μὲν γὰρ ἔργον τῆς μυσταγωγίας καὶ τὸ τέλος, ἤτοι τὸ ἁγια-
σθῆναι τὰ δῶρα, καὶ ἁγιάσαι τοὺς πιστούς, αὐτός ἐστι μόνος
ὁ τελῶν
. Αἱ δὲ περὶ τούτων εὐχαὶ καὶ δεήσεις καὶ ἱκεσίαι τοῦ (5)
ἱερέως· ἐκεῖνα μὲν γὰρ δεσπότου, ταῦτα δὲ δούλου· καὶ ὁ μὲν
εὔχεται, ὁ δὲ τελειοῖ τὰς εὐχάς· καὶ ὁ μὲν Σωτὴρ δίδωσιν,
ὁ δὲ ἱερεὺς ὑπὲρ τῶν δοθέντων εὐχαριστεῖ· καὶ ὁ μὲν ἱερεὺς
προσάγει, ὁ δὲ Κύριος δέχεται τὰ δῶρα· προσφέρει μὲν γὰρ
καὶ ὁ Κύριος, ἀλλ᾿ ἑαυτὸν τῷ Πατέρι καὶ τὰ δῶρα ταῦτα, (10)
ὅταν αὐτὸς γένωνται, ὅταν εἰς τὸ αὐτοῦ σῶμα καὶ αἷμα
μεταβληθῶσιν.
Ὅτι γὰρ ἑαυτὸν προσφέρει, διὰ τοῦτο λέγεται
εἶναι ὁ αὐτὸς καὶ «προσφέρων καὶ προσφερόμενος, καὶ
προσδεχόμενος» ὡς θεός· προσφερόμενος δὲ ὡς ἄνθρωπος·
ἄρτον δὲ καὶ οἶνον ἔτι ὄντα τὰ δῶρα προσφέρει μὲν ὁ ἱερεύς, (15)
προσδέχεται δὲ ὁ Κύριος.
(16.) Καὶ τί ποιῶν τὰ δῶρα προσδέχεται; Ἁγιάζων αὐτά,
εἰς τὸ ἑαυτοῦ σῶμα καὶ αἷμα μεταβάλλων. Τοῦτο γὰρ τὸ
δέχεσθαι, τὸ οἰκειοῦσθαι, κατὰ τὰ προειρημένα· οὗτος ὁ τρό-
πος καθ᾿ ὃν ὁ Χριστὸς τὴν ἱερουργίαν ταύτην ἱερουργεῖ·
ταῦτά ἐστιν ἃ τὴν ἱερωσύνην αὐτῷ ποιεῖ. @1 (5)
(17.) Εἰ δὲ πρὸς τοῖς εἰρημένοις, καὶ τὰς ἐν τῇ μυσταγωγίᾳ
εὐχὰς ἢ πάσας ἤ τινας τοῦ Χριστοῦ θείη τις εἶναι φωνάς,
οὐδὲν κατὰ τοῦτο διοίσει τῶν ἀσεβῶν, οἱ τὴν δόξαν αὐτοῦ
καθαιρεῖν ἐτόλμησαν. Ἀνάγνωθι τὰς εὐχὰς ἁπάσας καὶ εἴσῃ

καθαιρεῖν ἐτόλμησαν. Ἀνάγνωθι τὰς εὐχὰς ἁπάσας καὶ εἴσῃ
τὰ ῥήματα ἐκεῖνα πάντα δούλων εἶναι ῥήματα· ἀναγνώθι καὶ (5)
ταύτην ἣ μνημονεύει τῶν ἁγίων, ἣν τῷ Χριστῷ ἀνατιθέναι
τολμῶσι, καὶ εὑρήσεις ἐκεῖ οὐδὲν μὲν υἱῷ πρέπον ὁμοτίμῳ
πάντα δὲ δούλων. Πρῶτον μὲν γάρ, οὐκ ἀφ᾿ ἑνὸς προσώπου
ἀλλὰ κοινὴ τοῦ γένους ἐστὶν ἡ εὐχαριστία, καὶ ὡς ἁμαρτή-
σαντες καὶ μὴ περιοφθέντες ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας (10)
εὐχαριστοῦσι· καὶ ἡ εὐχαριστία οὐ πρὸς τὸν Πατέρα μόνον,
ἀλλὰ καὶ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τῆς τοῦ
Θεοῦ Μητρὸς ὡς Δεσποίνης δοῦλοι μέμνηνται· καὶ ταῖς
πρεσβείαις αὐτῆς καὶ τῶν ἁγίων τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέ-
ψεως καὶ προνοίας αἰτοῦνται τυχεῖν. (15)
(18.) Ταῦτα δὲ τί κοινὸν ἔχει πρὸς τὸν ἕνα Κύριον, τὸν
Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἀναμάρτητον, τὸν πάντων
Δεσπότην; «Εὐχαριστοῦμέν σοι, φησί, καὶ τῷ Υἱῷ σου τῷ
μονογενεῖ.» Οὐκοῦν ὁ Χριστὸς εὐχαριστεῖ τῷ Υἱῷ τοῦ Θεοῦ
τῷ μονογενεῖ; καὶ ἰδοὺ δύο ἔσονται υἱοὶ κατὰ τὴν Νεστορίου (5)
μανίαν· οὕτως ἀσεβὲς καὶ ἀνόητον τὸν Χριστὸν νομίζειν ὑπὲρ
τῶν ἁγίων πρεσβεύειν καὶ τοιαύτην πρεσβείαν καὶ μεσιτείαν
αὐτῷ περιάπτειν.
(19.) Ἐδείχθη δὲ ταῦτα μηδὲ τῶν ἱερῶν εἶναι. Λείπεται δὲ
μὴ ἱκεσίαν ἀλλ᾿ εὐχαριστίαν εἶναι ταῦτα τὰ ῥήματα.
(20.) «Ναί», φησίν, ἀλλ᾿ ἡ λέξις οὐκ ἐᾷ τὴν ἱκεσίαν σαφῶς
δυναμένη. Ἡ γὰρ «ὑπὲρ» πρόθεσις τοῦτο βούλεται σημαί-
νειν.
Οὐ πάντως· οὐ γὰρ πανταχοῦ τὸν δεόμενον δείκνυσι. Οὐ
γὰρ ἐν οἷς ἱκετεύομεν μόνον, ἀλλὰ καὶ ἐν οἷς εὐχαριστοῦμεν, @1 (5)
ταύτῃ χρώμεθα τῇ λέξει. Καὶ τοῦτο δῆλον πολλαχόθεν καὶ
ἀπ᾿ αὐτῆς δὲ τῆς προκειμένης εὐχῆς. «Ὑπὲρ τούτων, φησίν,
ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ
τῷ Πνεύματί σου τῷ ἁγίῳ», «ὑπὲρ πάντων ὧν ἴσμεν καὶ

τῷ Πνεύματί σου τῷ ἁγίῳ», «ὑπὲρ πάντων ὧν ἴσμεν καὶ
ὧν οὐκ ἴσμεν», εὐχαριστοῦμέν σοι· «καὶ ὑπὲρ τῆς λειτουρ- (10)
γίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας».
Ὁρᾷς τὴν «ὑπὲρ» καὶ ἐπὶ τῆς εὐχαριστίας κειμένην; Οὐκοῦν
πρὸς τὴν πλάνην ταύτην οὐδεμία καταλείπεται πρόφασις.
(21.) Οὕτω μὲν οὖν ἀδύνατον ἱκέσιον εἶναι τὴν περὶ τῶν
ἁγίων μνήμην.
Ὅτι δὲ χαριστήριός ἐστι, δείκνυσι μὲν αὐτὸ
τοῦτο τὸ μὴ εἶναι ἱκέσιον. Ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ ἱκέ-
σιον εἶναι ἢ χαριστήριον· ὅτι κατὰ τοὺς δύο μόνον τούτους τρό-
πους μεμνήμεθα πρὸς τὸν Θεὸν τῶν παρ᾿ ἐκείνου γινομένων (5)
ἡμῖν ἀγαθῶν, ἢ ἵνα λάβωμεν αὐτὰ ἢ ὅτι ἤδη ἐλάβομεν. Καὶ τὸ
μέν ἐστιν ἱκεσία, τὸ δὲ εὐχαριστία. Δείκνυσι δὲ καὶ τὸ πασῶν
μεγίστην εἶναι τῶν τοῦ Θεοῦ δωρεῶν εἰς τοὺς ἀνθρώπους τὴν
τῶν ἁγίων τελείωσιν. Καὶ διὰ τοῦτο μὴ χάριτας ὁμολογεῖν
αὐτῷ τὴν Ἐκκλησίαν περὶ αὐτῶν μὴ θεμιτὸν εἶναι. Καὶ τί (10)
λέγω μεγίστην τῶν τοῦ Θεοῦ δωρεῶν τὴν τῶν ἁγίων τελείω-
σιν; Αὕτη μὲν οὖν ἐστιν ἅπασα ἡ τοῦ Θεοῦ δωρεά. Πάντων
γὰρ ὧν εἰς τὸ γένος ἡμῶν ἐποίησεν ἀγαθῶν, τοῦτό ἐστι τὸ
τέλος, τοῦτο καρπὸς οἱ χοροὶ τῶν ἁγίων· καὶ τούτου ἕνεκα
οὐρανὸς ἡμῖν ἐδημιουργήθη καὶ γῆ καὶ τὸ ὁρώμενον ἅπαν. (15)
Διὰ τοῦτο παράδεισος· διὰ τοῦτο προφῆται· διὰ τοῦτο αὐτὸς
ὁ Θεὸς ἐν σαρκὶ καὶ Θεοῦ λόγοι καὶ ἔργα καὶ πάθη καὶ
θάνατος· ἵνα ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν μετοικήσωσιν
ἄνθρωποι καὶ τῆς ἐκεῖ βασιλείας γένωνται κληρονόμοι.

(22.) Εἰ τοίνυν ὅλως εὐχαριστία ἐστὶν ἐν τῇ τελετῇ καὶ τὰ
δῶρα ταῦτα χαριστήρια καθάπερ ἱκεσία, πᾶσα ἀνάγκη τὸ @1
κεφάλαιον καὶ τὴν ἀφορμὴν τῆς εὐχαριστίας αὐτοὺς εἶναι
τοὺς τελειωθέντας ἁγίους.
(23.) Ὅλως δὲ τί ἐστι τὸ ποιοῦν ἐν ἡμῖν τὴν εὐχαριστίαν· οὐ
τὸ αἰτεῖν ὁτιοῦν καὶ λαβεῖν ὃ αἰτούμεθα; Παντί που δῆλον·
οὐκοῦν τὸ αὐτό ἐστι δι᾿ ὅ τε εὐχαριστοῦμεν καὶ ὃ αἰτοῦμεν;

τὸ αἰτεῖν ὁτιοῦν καὶ λαβεῖν ὃ αἰτούμεθα; Παντί που δῆλον·
οὐκοῦν τὸ αὐτό ἐστι δι᾿ ὅ τε εὐχαριστοῦμεν καὶ ὃ αἰτοῦμεν;
(24.) Τί οὖν παρὰ τοῦ Θεοῦ ἡ Ἐκκλησία αἰτεῖται; Ὅπερ αἰτεῖν παρὰ αὐτοῦ ἐκελεύσθη, τὴν βασιλείαν αὐτοῦ δηλονότι,
ἵνα οἱ πιστοὶ ταύτης κληρονομήσωσιν· ἵνα ἅγιοι γένωνται
κατὰ τὸν καλέσαντα ἅγιον. Εἰ δὲ ταῦτα τοῦ Θεοῦ δεῖται καὶ
ἱκετεύει, πρόδηλον ὅτι καὶ ὑπὲρ αὐτῶν τούτων εὐχαριστεῖ· (5)
εὔχεται τοὺς πιστοὺς ἐν ἁγιωσύνῃ τελειωθῆναι, καὶ διὰ τοῦτο
περὶ τῶν ἤδη τελειωθέντων ἁγίων τῷ τελειώσαντι χάριτας
ὁμολογεῖν ἀκόλουθόν ἐστιν ἐξ ἀνάγκης. Διὰ ταύτην τὴν ὑπὲρτῶν ἁγίων εὐχαριστίαν αὐτὴ ἡ τελετὴ εὐχαριστία καλεῖται· εἰγὰρ καὶ ἄλλων ἐνταῦθα πολλῶν μέμνηται, ἀλλ᾿ οἱ ἅγιοι τὸ (10)τέλος ἁπάντων καὶ ὑπὲρ ὧν ἐκεῖνα ζητεῖται· ὅθεν ὅταν ὑπὲρ ἐκείνων εὐχαριστῇ, ὑπὲρ τῆς τελειώσεως τῶν ἁγίων εὐχαριστεῖ. Καθάπερ γὰρ ὁ Κύριος ὅσα ἐποίησεν, ἵνα συστήσῃ τὸν χορὸν τῶν ἁγίων, ἐποίησεν· οὕτω καὶ ἡ Ἐκκλησία ἐν οἷς αὐτὸν ὑπὲρ ἁπάντων ἐκείνων ὑμνεῖ, πρὸς τὸν χορὸν βλέπουσα

 (15)
τῶν ἁγίων τοῦτο ποιεῖ. Τούτου χάριν, ὅτε παρεδίδου τοῦτο
τὸ μυστήριον ὁ Σωτήρ, εὐχαριστῶν τῷ Πατρὶ παρεδίδου,
ὅτι δι᾿ αὐτοῦ ἔμελλεν ἀνοίγειν ἡμῖν τὸν οὐρανὸν καὶ ταύτην
τὴν «πανήγυριν τῶν πρωτοτόκων» συνάγειν ἐκεῖ. Τοῦτον
ἡ Ἐκκλησία μιμουμένη, οὐχ ἱκέσιον μόνον ἀλλὰ καὶ χαριστή- (20)
ριον τὴν προσαγωγὴν ποιεῖται τῶν δώρων. Καὶ τοῦτο δείκνυσι
μὲν καὶ ἑτέρωθεν, μάλιστα δὲ ἀπὸ τῆς εὐχῆς ἐν ᾗ πᾶς ὁ σκοπὸς @1
περιέχεται τῆς ἱερουργίας. Διηγησαμένη γὰρ ἅπαντα τὰ παρὰ
τοῦ Θεοῦ δοθέντα ἡμῖν καὶ ὑπὲρ πάντων εὐχαριστήσασα καὶ
τελευταῖον προσθεῖσα τὴν τοῦ Κυρίου διὰ σαρκὸς παρουσίαν (25)
καὶ τὴν τοῦ μυστηρίου τούτου παράδοσιν, καὶ ὡς ἐνετείλατο
καὶ ἡμᾶς τοῦτο ποιεῖν ἐπήγαγε· «Μεμνημένοι τοίνυν τῆς
σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενο-
μένων, τοῦ σταυροῦ»,
καὶ ἑξῆς πάντα καταλέξασα μετὰ τὸν

μένων, τοῦ σταυροῦ», καὶ ἑξῆς πάντα καταλέξασα μετὰ τὸν
σταυρόν, εἶτά φησι· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν· (30)
κατὰ πάντα καὶ διὰ πάντα σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθα σοῦ, ὁ Θεὸς ἡμῶν.»
(25.) Ὁρᾷς; Τῶν εὐεργεσιῶν, φησί, μεμνημένοι ταύτην
ποιούμεθα τὴν δωροφορίαν.
Τοῦτο δέ ἐστι τὸ εὐχαριστεῖν τὸ
ὑπὲρ τῶν ἤδη δοθέντων ἀγαθῶν ἡμῖν δώροις τὸν εὐεργέτην
τιμᾶν. Εἶτα καὶ σαφέστερον δεικνῦσα τὴν εὐχαριστίαν, φησί·
Προσφέροντες τὴν προσφορὰν ταύτην, «σὲ ὑμνοῦμεν, σὲ (5)
εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθα σοῦ,
ὁ Θεὸς ἡμῶν».
(26.) Οὗτος ὁ νοῦς, φησί, τῆς προσαγωγῆς τῶν δώρων τὸ
ὑμνεῖν, τὸ εὐχαριστεῖν, τὸ ἱκετεύειν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν,
ὥστε εἶναι καὶ εὐχαριστήριον καὶ ἱκέσιον τὴν αὐτήν.
(27.) Καὶ ταῦτα ποιοῦμεν, φησί, δύο τινῶν μεμνημένοι, τῆς
ἐντολῆς ἣν ἡμῖν ἐνετείλατο λέγων· «Τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν», καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γενομένων·

ἡ μὲν γὰρ μνήμη τῶν εὐεργεσιῶν ἁπλῶς εἰς ἀμοιβὴν ἡμᾶς
προτρέπεται καὶ τὸ ὅλως τι προσενεγκεῖν τῷ οὕτω μυρίων (5)
ὑπάρξαντι αἰτία χαρίτων ἡμῖν· ἡ δὲ μνήμη τῆς ἐντολῆς καὶ
αὐτὸ τὸ εἶδος ἡμᾶς διδάσκει τῆς ἀμοιβῆς καὶ τίνα δεῖ δῶρα
προσάγειν.
Αὐτὴν ἐκείνην τὴν προσφορὰν προσάγομεν, ἣν
αὐτὸς ὁ Μονογενὴς ἀνέδειξέ σοι, τῷ Θεῷ καὶ Πατρὶ καὶ @1
εὐχαριστοῦμεν προσάγοντες, ὅτι καὶ αὐτὸς ἀναδεικνὺς αὐτὴν (10)
ηὐχαρίστει. Διὰ ταῦτα οὐδὲν οἴκοθεν εἰσάγομεν εἰς ταύτην τὴν
δωροφορίαν· οὔτε γὰρ ἔργα ἡμῶν τὰ δῶρα ἀλλὰ σοῦ τοῦ
πάντων δημιουργοῦ, οὔτε ἡμετέρα ἐπίνοια τῆς λατρείας οὗτος
ὁ τύπος, ἀλλ᾿ οὐδὲ προεθυμήθημεν οὐδ᾿ οἴκοθεν καὶ παρ᾿
ἑαυτῶν εἰς αὐτὴν ἐκινήθημεν· ἀλλ᾿ αὐτὸς ἐδίδαξας, αὐτὸς (15)
προετρέψω διὰ τοῦ Μονογενοῦς.
Τούτου χάριν ἃ προσφέρο-
μέν σοι ἐκ τῶν σῶν ὧν ἡμῖν ἔδωκας, σά ἐστι κατὰ πάντα

μέν σοι ἐκ τῶν σῶν ὧν ἡμῖν ἔδωκας, σά ἐστι κατὰ πάντα
καὶ διὰ πάντα.
(28.) Οὕτω καὶ ὑπὲρ αὐτῆς τῆς χαριστηρίου προσφορᾶς
ἄλλην πάλιν εὐχαριστίαν ὀφείλομεν τῷ Θεῷ, ὅτι οὐδὲν αὐτῆς
ἡμέτερον ἀλλὰ πᾶσα ἐκείνου δῶρον, καὶ αὐτὸ τὸ θέλειν αὐτὴν
καὶ τὸ ἐνεργεῖν αὐτός «ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν», κατὰ τὸν
θεῖον Ἀπόστολον.
Διὰ τοῦτο ἐν ταῖς εὐχαῖς καὶ τοῦτο (5)
λέγεται· «Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ αὐτῆς τῆς λειτουρ-
γίας, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας.»
Ἃ μὲν οὖν ἡμᾶς διδάσκει τὴν ἐν τῇ λειτουργίᾳ μνήμην
τῶν ἁγίων μὴ ἱκεσίαν εἶναι πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἀλλ᾿
εὐχαριστίαν, ταῦτά ἐστιν. (10)

Δεν υπάρχουν σχόλια: