Σάββατο, 29 Αυγούστου 2015

ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ

ΠΕΡΙ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Ο ΛΟΓΟΣ ΤΟΝ ΟΠΟΙΟ ΞΕΧΑΣΑΝ ΟΙ ΘΕΟΛΟΓΟΥΝΤΕΣ

(σ. 234)Τί δή, διά τοῦ ἐκλάμπειν καί ἀποστέλλεσθαι παρά τοῦ Λόγου νοοῦμεν ὅτι ἐξ αὐτοῦ ἐκπορεύεται; Ἄπαγε, φησίν, ὡς πορρωτάτω βάλλεις τοῦ σκοποῦ˙ ἀλλ᾿ ὅτι ἐκ τοῦ Πατρός ἐκπορεύεται νοοῦμεν καί λέγομεν, ἐπεί παρά τοῦ Υἱοῦ δίδοταί τε καί ἀποστέλλεται. Ἔχων γάρ ἐκεῖθεν πρό αἰώνων συνυφεστώς ὁ Υἱός τό Πνεῦμα τό ἅγιον, νῦν πρός ἡμᾶς καί ἀποστέλλει καί δίδωσιν. Ἐπεί δέ ἡ δόσις ἔλλαμψις (καί τοῦτ᾿ ἴσασιν οἱ μεμυημένοι, ὅσοι λαμπρότητα Θεοῦ καί εἶδον καί ἔπαθον, ὅσοι τήν δόξαν τοῦ Κυρίου εἶδον «ὡς μονογενοῦς παρά Πατρός», ὅσοι τῷ φωτί τῆς θεότητος ἐπί τοῦ ὄρους περιηυγάσθησαν, πρός δέ τούτοις καί οἱ τούτοις ἀσφαλῶς πιστεύσαντες) ἐπεί οὖν ἡ δόσις ἔλλαμψις, ἀντί τοῦ παρά τοῦ Υἱοῦ δίδοσθαί τε καί ἀποστέλλεσθαι, παρά τοῦ Υἱοῦ ἐκλάμπειν ἔφη καί ἀποστέλλεσθαι. Καί τοῦτ᾿ ἔτι σαφέστερον δείκνυσιν ἐκ τῆς κατασκευῆς τοῦ λόγου˙ «ὁ μέν γάρ Θεός καί Πατήρ», φησί, «τόν Υἱόν ἔδωκεν ὑπέρ ἡμῶν˙ ὁ δέ Υἱός, τό Πνεῦμα».

(σελ. 236) Ἀλλά γάρ ὥσπερ ἡ τοῦ Υἱοῦ παρά τοῦ Πατρός ὑπέρ τῆς τοῦ κόσμου σωτηρίας δόσις ἤ ἀποστολή γέννησις οὐκ ἔστι, πολλοῦ γε ἄν δή που δέοι καί ἀπείρου εἶναι ἡ προαιώνιος, οὕτως οὐδ᾿ ἡ παρά τοῦ Υἱοῦ δόσις τοῦ ἁγίου Πνεύματος ἤ ἀποστολή ἐκπόρευσίς ἐστι, πόσῳ γε μᾶλλον καί ὑπέρ τό πόσῳ ἡ πρό τῶν αἰώνων παρά τοῦ Πατρός οὐ γενομένη, ἄπαγε, ἀλλά καί πρό τούτων οὖσα καί τῷ Πατρί συνάναρχος.

Ἔτ᾿ ἔχει τις λέγειν διά τήν ἀποστολήν ὡς ἐκ τοῦ Πατρός καί τοῦ Υἱοῦ ἐκπορεύεται τό Πνεῦμα τό ἅγιον; Οὐκ ἔγωγε οἶμαι, εἰ μή σαφῶς ἐθέλει θεομαχεῖν. Ἀλλά καί αὐτοῦ, φησί, τοῦ Υἱοῦ τό Πνεῦμα καί ἴδιον αὐτοῦ λέγεται. «Ἐξαπέστειλε γάρ ὁ Θεός», φησίν, ὁ ἀπόστολος, «τό Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ἡμῶν, κρᾶζον˙ ἀββά, ὁ Πατήρ».

Ὑπέρευγε˙ τήν “ἐξ” γάρ ἀφείς, σύγε ὅς τίς ποτ᾿ εἶ ὁ πρόσφατος ἀντικείμενος, τό αὐτοῦ νῦν ἡμῖν προβάλλῃ ταύτης χωρίς˙ ἤ σοι κἀκ τοῦ αὐτοῦ τό ἐξ αὐτοῦ νεοεῖταί τε καί κατασκευάζεται, τῷ διαλεκτικῷ τῶν ἀπερινοήτων; Εἰπέ δή μοι, καί σύ αὐτός οὐ σαυτοῦ; Τοῦτό γε, οἶμαι, ἀποδράσεις ἡμῶν. Οὐ γάρ ἔοικάς μοι ἀκοῦσαι τοῦ λέγοντος, «γενοῦ σεαυτοῦ ἄνθρωπε». Εἰ γάρ ἤκουσας καί ὑπήκουσας, ἔστεργες ἄν τά παραδεδομένα περί Θεοῦ καί τοῖς ὑπέρ ἄνθρωπον καί λόγοις καί πράγμασι, καί ταῦτα καινοτομῶν, ἥκιστα ἐπεχείρησας. Ἀλλ᾿ εἰ ὁ ἄνθρωπος ἑαυτοῦ, οὐκοῦν ὁ ἄνθρωπος ἐξ ἑαυτοῦ κατά σέ. Τόν Υἱόν δέ τοῦ Πνεύματος πῶς οὐ λέγομεν, φησίν, εἰκότως˙ δόξαι γάρ ἄν Πατήρ τό Πνεῦμα, τοῦ Υἱοῦ συνεισάγοντος τῇ διανοίᾳ τόν Πατέρα˙ διά τοῦτο τοίνυν Υἱόν μέν Πνεύματος οὐ λέγομεν, ἵνα μή δόξῃ ἐκ τοῦ Πνεύματος, Υἱοῦ δέ Πνεῦμα λέγομεν, ἀλλ᾿ οὐ παρά τοῦτο καί ἐκ τοῦ Υἱοῦ˙ Πνεῦμα γάρ αὐτοῦ λέγεται, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ᾿ ὡς ἐν αὐτῷ ὄν.

(σελ. 238) Καί τοῦτο διδάσκου παρά τοῦ ἀποστόλου, «οὐδείς οἶδε, λέγοντος, τά τοῦ ἀνθρώπου, εἰ μή τό Πνεῦμα τοῦ ἀνθρώπου τό ἐν αὐτῷ»˙ ὡς οὖν Πνεῦμα μέν ἀνθρώπου λέγεται, ἀλλ᾿ οὐχ ὡς ἐκ τοῦ ἀνθρώπου, ἀλλ᾿ ὡς ἐν τῷ ἀνθρώπῳ ὄν, οὕτω καί τό θεῖον Πνεῦμα καλεῖται τοῦ Υἱοῦ, ἀλλ᾿ οὐχ ὡς ἐκ τοῦ Υἱοῦ, ἀλλ᾿ ὡς ἐν τῷ Υἱῷ φυσικῶς ἐξ ἀϊδίου ὄν καί τάς ἀφύκτους δοκούσας σοι τῶν συλλογισμῶν ἀνάγκας διαφεῦγον.

Ἐκ διαιρέσεως γάρ ὁ λατινικῶς φρονῶν συλλογιζόμενος φησι˙ «ἐπεί τοῦ Υἱοῦ ἐστι τό Πνεῦμα, ἤ ὡς δι᾿ αὐτοῦ χορηγούμενόν ἐστιν ἤ ὡς ὁμοούσιον ἤ ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον. Καί ὡς μέν χορηγούμενον οὐκ ἔστι˙ προαιωνίως μέν γάρ ὑπάρχει τοῦ Υἱοῦ τό Πνεῦμα, τό δέ χορηγεῖσθαι ὑστερογενές. Οὐδ᾿ ὡς ὁμοούσιον˙ λέγοιτο γάρ ἄν καί ὁ Υἱός τοῦ Πνεύματος. Λείπεται τοίνυν τοῦ Υἱοῦ τό Πνεῦμα εἶναί τε καί λέγεσθαι ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον». Τί οὖν, ἐάνπερ ἀναφανῇ τι ταύτης τῆς διαιρέσεως ἐκτός, καθ᾿ ὅ τοῦ Υἱοῦ τό Πνεῦμα λέγοιτ᾿ ἄν, οὐχ ὁ ἐκ διαιρέσεως οὗτός σοι καθ᾿ ὑπόθεσιν συλλογισμός ἀσυλλόγιστος τό παράπαν γένοιτ᾿ ἄν;

Ἔστι γάρ τοῦ Υἱοῦ τό Πνεῦμα ὡς ἐξ αἰώνων καί εἰς αἰῶνας ἐκ τοῦ Πατρός ἐκπορευόμενον καί ἐν Υἱῷ φυσικῶς ὑπάρχον καί ἀναπαυόμενον˙ καί διά τοῦτο Πνεῦμα μέν Υἱοῦ λέγεται, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγεται. Καί ὁ νοῦς γάρ τοῦ ἀνθρώπου ἐκ τοῦ Θεοῦ ἐστι γενόμενος καί ἐν αὐτῷ ὑπάρχων, δηλονότι τῷ ἀνθρώπῳ˙ καί νοῦς μέν ἀνθρώπου λέγεται, ἄνθρωπος δέ τοῦ νοῦ οὐ λέγεται˙ ἀλλ᾿ οὐδ᾿ ἐξ ἀνθρώπου λέγεται ὁ νοῦς, ὅ γε κατ᾿ οὐσίαν˙ οὐ γάρ δή περί ἐνεργείας νῦν ὁ λόγος. Οὐκ ἄρα ἐκ τοῦ Υἱοῦ ἐστι τό Πνεῦμα, εἰ μή τήν χάριν εἴπῃς Πνεῦμα καί τήν ἐνέργειαν˙ καί τόν νοῦν γάρ, ὅταν τήν ἐνέργειαν σημαίνῃ τοὔνομα, φαίῃς ἄν ἐκ τοῦ ἀνθρώπου, ὡς ἐκφαινόμενός τε καί μεταδιδόμενον.

Ἴδοι δ᾿ ἄν τις τούς θεολόγους καί νοῦν λέγοντας εἶναι Χριστοῦ τό Πνεῦμα τό ἅγιον˙ ὁ γάρ θεῖος Κύριλλος (σελ. 240) ἐν τετάρτῳ κεφαλαίῳ τῶν Θησαυρῶν φησιν, «ὅτι νοῦς ὑπάρχον τοῦ Χριστοῦ, πάντα τά ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς». Καθάπερ οὖν ἐφ᾿ ἡμῶν ὁ νοῦς τοῦ ἀνθρώπου ἐστί καί κατ᾿ οὐσίαν καί κατ᾿ ἐνέργειαν, καί κατ᾿ οὐσίαν μέν αὐτοῦ ἐστιν ὁ νοῦς, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ, κατ᾿ ἐνέργειαν δέ καί αὐτοῦ ἐστι καί ἐξ αὐτοῦ, οὕτω καί τό Πνεῦμα τό ἅγιον τοῦ Χριστοῦ ἐστιν ὡς Θεοῦ καί κατ᾿ οὐσίαν καί κατ᾿ ἐνέργειαν. Ἀλλά κατά μέν τήν οὐσίαν καί τήν ὑπόστασιν αὐτοῦ ἐστιν, ἀλλ᾿ οὐκ ἐξ αὐτοῦ˙ κατά δέ τήν ἐνέργειαν καί αὐτοῦ ἐστιν καί ἐξ αὐτοῦ. Λατῖνοι δέ τοῦ Υἱοῦ τό Πνεῦμα λέγοντες, ἀλλ᾿ οὐχί καί τοῦ Υἱοῦ μέν, οὐκ ἐκ τοῦ Υἱοῦ δέ, αὐτήν ἀναιροῦσί τε καί ἀθετοῦσι τήν οὐσίαν καί τήν ὑπόστασιν τοῦ παναγίου Πνεύματος.

Τό μέν οὖν ἐκ διαιρέσεως συμπέρασμα τοῦ λατινικοῦ καθ᾿ ὑπόθεσιν συλλογισμοῦ διαλέλυται τελέως καί πρός τό μή ὄν κεχώρηκε˙ μᾶλλον δέ πρός ἅπαν τοὐναντίον. Ἄν δέ τις ἴδῃ καί τά παρ᾿ αὐτοῦ τοῦ Λατίνου ἀναιρούμενα, ἵνα ἐξ ἀνάγκης τό ἕν ἀπερίτρεπτον δειχθῇ, τοῖς ἁγίοις τοῦτον ὄψεται φανερῶς ἀντίθετον˙ «τοῦ γάρ Υἱοῦ», φησίν, «ἔστι τε καί λέγεται τό Πνεῦμα, οὐχ ὡς δι᾿ αὐτοῦ χορηγούμενον ἤ φαινόμενον (ἐπειδήπερ ἀνάρχως μέν τό Πνεῦμα τοῦ Υἱοῦ, τό δέ χορηγεῖν οὐκ ἄναρχον) οὐδ᾿ ὡς ὁμοούσιον˙ λέγοιτο γάρ ἄν καί ὁ Υἱός τοῦ Πνεύματος».

Ἀλλ᾿ ὁ μέγας Βασίλειος, οὗ καί ἀκατάσκευος ἡ ρῆσις διαφερόντως ἐστίν ἰσχυροτέρα τῶν λατινικῶν συλλογισμῶν τε καί διαιρέσεων, οὗτος οὖν ἐν τῷ Περί τοῦ ἁγίου Πνεύματος λόγῳ, «τό δι᾿ Υἱοῦ», φησί, «πεφηνέναι τό Πνεῦμα σαφές πεποίηκεν ὁ ἀπόστολος, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτόν. Ὁρᾷς ὅτι Χριστοῦ τό Πνεῦμα λέγεται ὡς παρ᾿ αὐτοῦ χορηγούμενόν τε καί φαινόμενον; Πνεῦμα μέν οὖν Υἱοῦ ἀνάρχως ἐστί τε καί λέγεται˙ ἀλλά καί αὐτό τό χορηγεῖν ἔχειν ἀνάρχως ἔχει ὁ Υἱός˙ οὐδεμία γάρ πρόσληψις ἤ ἀφαίρεσις (σελ. 242) ἐκεῖ, ὡς δ᾿ ὑπό χρόνον ὄντα τά λαμβάνοντα, χρονικῶς ἔλαβον τήν χορηγίαν.

Ἀλλά καί ὡς ὁμοφυές καί ὁμοούσιον λέγοιτ᾿ ἄν τό Πνεῦμα τοῦ Υἱοῦ, ὡς ὁ αὐτός μέγας Βασίλειος ἐν τῷ Πρός Ἀμφιλόχιον ὀκτωκαιδεκάτῳ κεφαλαίῳ «Πνεῦμα Χριστοῦ», φησί, «λέγεται, ὡς κατά φύσιν ᾠκειωμένον αὐτῷ». Καί ὁ θεῖος Κύριλλος ἐν τῷ Περί τοῦ ἁγίου Πνεύματος ἀγωνιστικῷ φησί λόγῳ˙ «τό Πνεῦμα τό ἅγιον, ὥσπερ κατ᾿ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καί Πατρός, οὕτω καί τοῦ Υἱοῦ κατ᾿ οὐσίαν ἐστίν, ὡς μετά τοῦ Υἱοῦ οὐσιωδῶς γεννηθέντος, ἐκ τοῦ Πατρός ἀφράστως ἐκπορευόμενον»˙ κἀν τῇ τοῦ Κατά Λουκᾶν εὐαγγελίου ἐξηγήσει, «ὥσπερ», φησίν, «ὁ δάκτυλος ἀπήρτηται τῆς χειρός, οὐκ ἀλλότριος ὤν αὐτῆς, ἀλλ᾿ ἐν αὐτῇ φυσικῶς, οὕτω καί τό Πνεῦμα τό ἅγιον τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται μέν πρός ἕνωσιν τῷ Υἱῷ, ἐκ τοῦ Θεοῦ δέ καί Πατρός ἐκπορεύεται». Πνεῦμα μέν οὖν Υἱοῦ καί ὡς ὁμοφυές λέγοιτ᾿ ἄν˙ οὐ λέγεται δέ καί ὁ Υἱός τοῦ Πνεύματος, ὡς ἄν μή Πατήρ τό Πνεῦμα δόξῃ.

Ἔπεισί μοι τοιγαροῦν θαυμάζειν τό τῆς λατινικῆς παρουσίας ὑπερβάλλον, ἀναλογιζομένῳ ὅτι τοῦ Πνεύματος κατά τούς εἰρημένους πάντας τρόπους λεγομένου τοῦ Υἱοῦ, καθ᾿ ἕνα δέ μόνον οὐδαμῶς, αὐτοί πάντας μέν ἐκείνους δυσσεβῶς ἠγνόησάν τε καί ἠθέτησαν, τῷ δέ μηδαμῶς εἰρημένῳ προσχόντες καί τοῦτο δυσσεβῶς, ἐκ τοῦ Υἱοῦ τήν ὕπαρξιν ἔχειν τό Πνεῦμα ἐδογμάτησάν τε καί ἠθέτησαν, τῷ δέ μηδαμῶς εἰρημένῳ προσχόντες καί τοῦτο δυσσεβῶς, ἐκ τοῦ Υἱοῦ ἐστί τε καί λέγεται. Ἀλλ᾿ ἵν᾿ ἐπί βεβαίαν ἕδραν στηρίξωμεν τούς περί τούτου λογισμούς, σαφεστάτῳ τε καί θεοπνεύστῳ λόγῳ τούτους ἐπισημηνάμενοι, Ἰωάννην οἶσθα τόν ἐκ Δαμασκοῦ πυρσεύσαντα καί τήν οἰκουμένην ὅλην φωτί περιαυγάσαντα θεογνωσίας. Οὐχ οὗτος ἀριδηλότατά φησιν, «ὡς Πνεῦμα μέν Υἱοῦ λέγομεν, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγομεν»; “Ναί”, φησί, “καί οὐκ ἔχω λέγειν ὡς οὐχ οὗτος οὕτως εἴρηκεν, ἀλλ᾿ ἔχω λέγειν ὡς πρός τό πρῶτον αἴτιον ἐκ τοῦ Υἱοῦ οὐ λέγεται”.

(σελ. 244) Βαβαί˙ ἔστι δέ σοι καί ἄλλο αἴτιον ἐπί τῆς θεότητος, εἰ μή τό πρῶτον; Τοῦτο γάρ ἐφ᾿ ἡμῶν τῶν δεδημιουργημένων τοῖς πατράσιν εἴρηται καί οὕτως ἔχει λόγον τό πρῶτον ἐπί τοῦ αἰτίου, ὡς καί τοῦ Υἱοῦ τοῦ Πνεύματος ὄντων συναιτίων. Διό καί προκαταρκτικόν τόν Πατέρα αἴτιον ὁ μέγας εἴρηκε Βασίλειος. Ὥσπερ δέ Πατήρ μέν ἔστι κυρίως τοῦ μονογενοῦς, λέγεται δέ καί ἡμῶν τῶν μή γεγεννημένων ἀλλά δεδημιουργημένων ὑπ᾿ αὐτοῦ, οὕτω πάλιν πρῶτον αἴτιον δι᾿ ἡμᾶς κυρίως˙ λέγεται δέ κἀκεῖ παρά τῶν θεολόγων, ὡς δεικτικόν τῆς τοῦ Πατρός ὑποστάσεως, ἀλλ᾿ οὐχ ὡς καί τοῦ Υἱοῦ συναιτίου ὄντος ἐπί τῆς θεότητος.

Οὐκ ἐπί τοῦ ἀνάρχου τοίνυν Πνεύματος τό προκαταρκτικόν καί πρῶτον αἴτιον, ἄπαγε τῆς βλασφημίας, ἀλλ᾿ ἐπί τῶν ἐσχηκότων τήν χρονικήν ἀρχήν, ἐφ᾿ ὧν καί ὁ Υἱός τῷ Πατρί συναίτιός ἐστιν. Ἀλλά μήν ἐφ᾿ ὧν πρῶτον κυρίως αἴτιόν ἐστιν ὁ Πατήρ, τῶν κτισμάτων δηλαδή, οὐκ εὐσεβές εἰπεῖν, ὡς τοῦ Υἱοῦ μέν τήν κτίσιν λέγομεν, ἐκ δέ τοῦ Υἱοῦ οὐ λέγομεν. Εἰ τοίνυν καί ἐπί τοῦ ἀκτίστου Πνεύματος πρῶτον αἴτιον ὑπῆρχεν ὁ Πατήρ, ὡς καί τοῦ Υἱοῦ ὄντος συναιτίου, δυσσεβοῦς ἄν ἦν λέγειν, ὡς ἐκ τοῦ Υἱοῦ οὐ λέγομεν. Ἐπεί δέ ὁ τοῦτο λέγων οὐκ εὐσεβής μόνον, ἀλλά καί τοῖς ἁγίοις ἐναρίθμιος, δυσσεβής ἄρ᾿ ὁ λέγων συναίτιον τῷ Πατρί τόν Υἱόν ἐπί τοῦ Πνεύματος καί διά τοῦτο πρῶτον αἴτιον ἐπί τῆς ἀνωτάτω Τριάδος τόν Πατέρα. Τοῦτο γάρ δι᾿ ἡμᾶς τούς διά τοῦ Υἱοῦ γεγονότας ἀκούει ὁ Πατήρ, διό καί ποιητής ἡμῶν ἑκάτερος, μενοῦνγε καί Πατήρ˙ κἄν εἷς καί ἐφ᾿ ἡμῶν λέγηται ποιητής τε καί Πατήρ ὁ Πατήρ σύν τῷ Υἱῷ, ἀλλ᾿ ὡς μίαν καί τήν αὐτήν δημιουργικήν δύναμιν πλουτοῦντες. Ἐκεῖ δέ πάντῃ τε καί πάντως εἷς Πατήρ, εἷς αἴτιος˙ οὐ γάρ ἐστι τό γόνιμον ἀμφοῖν, ἀλλά μία πηγαία θεότης, ὁ Πατήρ. Ποῦ γοῦν ὅλως χώραν ἔχει τό πρῶτον αἴτιον; ὡς καί τοῦ (σελ. 246) αἰτιατοῦ ὄντος συναιτίου; Ἀσεβής ὁ λόγος˙ ἐς κάρακας ριπτέσθω, μή τοῖς νοητοῖς σε κόραξι σύννομον καταστήσῃ. 

Δεν υπάρχουν σχόλια:

Related Posts Plugin for WordPress, Blogger...