Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
30.(t.) Λ´. Ὅτι καὶ τῇ Ἐκκλησίᾳ Λατίνων ἡ τελετὴ
κατὰ τὸν αὐτὸν ἡμῖν τελεῖται τρόπον
(1.) Ὃ δὲ παντελῶς αὐτοὺς ἐπιστομίζει, ὅτι καὶ ἡ τῶν
Λατίνων Ἐκκλησία, εἰς ἣν ἀναφέρειν δοκοῦσι, μετὰ τὸν τοῦ
Κυρίου λόγον εὔχεσθαι ὑπὲρ τῶν δώρων οὐ παραιτοῦνται.
Λανθάνει δὲ αὐτοὺς ὅτι τε οὐκ εὐθὺς μετὰ τὸν λόγον εὔχονται @1
καὶ ὅτι οὐ σαφῶς ἁγιασμὸν αἰτοῦνται καὶ μεταβολὴν εἰς τὸ (5)
καὶ ὅτι οὐ σαφῶς ἁγιασμὸν αἰτοῦνται καὶ μεταβολὴν εἰς τὸ (5)
Κυριακὸν σῶμα, ἀλλ᾿ ἑτέροις χρῶνται ὀνόμασι πρὸς τοῦτο
φέρουσι καὶ τὰ αὐτὰ δυναμένοις.
(2.) Τίς δὲ ἡ εὐχή; «Κέλευσον ἀνενεχθῆναι τὰ δῶρα ταῦτα
ἐν χειρὶ ἀγγέλου εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον.»
[Οπως ακριβώς ερμηνεύει τόν Αγιασμό ο Σμέμαν]
(3.) Λεγέτωσαν γὰρ τί ἐστιν αὐτὸ τὸ «ἀνενεχθῆναι τὰ
δῶρα»;
(4.) Ἢ γὰρ τοπικὴν μετάθεσιν αὐτοῖς εὔχονται ἀπὸ τῆς γῆς
καὶ τῶν κάτω τόπων εἰς τὸν οὐρανόν, ἢ ἀξίαν τινὰ καὶ τὴν ἀπὸ
τῶν ταπεινοτέρων ἐπὶ τὰ ὑψηλότερα μεταβολήν.
(5.) Ἀλλ᾿ εἰ μὲν τὸ πρῶτον, τί τὸ ὄφελος ταύτης ἡμῖν τῆς
εὐχῆς ἀφ᾿ ἡμῶν ἀρθῆναι τὰ ἅγια, ἃ παρ᾿ ἡμῖν εἶναι καὶ
ἐν ἡμῖν μένειν καὶ εὐχόμεθα καὶ πιστεύομεν, ὡς τοῦτο ὂν
τὸ εἶναι τὸν Χριστὸν «μεθ᾿ ἡμῶν ἕως τῆς συντελείας τοῦ
αἰῶνος»; Πῶς δὲ οὐ πιστεύουσιν, εἰ σῶμα Χριστοῦ τοῦτο (5)
γιγνώσκουσιν, ὅτι καὶ ἐν ἡμῖν ἐστι καὶ ὑπερουράνιόν ἐστι καὶ
ἐν δεξιᾷ τοῦ Πατρὸς κάθηται, τρόπον ὃν οἶδεν αὐτός; Πῶς
δ᾿ ἂν εἴη τὸ μήπω ὑπερουράνιον αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τὸ
ὑπερουράνιον; Πῶς δὲ καὶ ἀνενεχθήσεται ἐν χειρὶ ἀγγέλου τὸ
ὑπὲρ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ πᾶν ὄνομα (10)
ὀνομαζόμενον;
(6.) Εἰ δὲ ἀξίαν τινὰ αὐτοῖς εὔχονται καὶ τὴν ἐπί τι βέλτιον
μεταβολήν, οὐκ οἶδα εἴ τινα καταλείψουσιν ἀσεβείας ὑπερβο-
λήν, εἴ γε καὶ αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ εἶναι γινώσκουσι @1
καὶ ἐπί τι βέλτιον καὶ ἁγιώτερον ἥξειν αὐτὰ πιστεύουσιν.
(7.) Ὄθεν δῆλοι πάντως εἰσὶν ἄρτον ἔτι καὶ οἶνον μήπω
δεξάμενα τὸν ἁγιασμὸν εἰδότες αὐτά· καὶ διὰ τοῦτο εὔχονται
μὲν ὑπὲρ αὐτῶν ὡς ἔτι δεομένων εὐχῆς, εὔχονται δὲ ἀνενεχθῆ-
ναι ὡς ἔτι κείμενα κάτω, καὶ εἰς τὸ θυσιαστήριον ὡς μήπω
τεθειμένα, ἵνα ἐκεῖ τεθέντα τυθῶσι. Δεῖται δὲ ἀγγέλου χειρὸς (5)
ὡς τῆς δευτέρας ἱεραρχίας τῆς ἀνθρωπίνης, κατὰ τὸν θεῖον
ὡς τῆς δευτέρας ἱεραρχίας τῆς ἀνθρωπίνης, κατὰ τὸν θεῖον
Διονύσιον, ὑπὸ τῆς πρώτης ἱεραρχίας τῶν ἀγγέλων βοηθου-
μένων.
(8.) Αὐτὴ ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστι δυναμένη τοῖς δώροις
ἢ τὴν εἰς τὸ Κυριακὸν σῶμα καὶ αἷμα μεταβολήν. Οὐ γὰρ δὴ
τόπον ὑπὲρ τὸν οὐρανὸν τῷ Θεῷ ἐξῃρημένον, ἐν ᾧ δεῖ θύειν, τὸ
θυσιαστήριον ἐκεῖνο νομιστέον. Οὕτω γὰρ οὐ πολὺ διοίσομεν
τῶν ἐν Ἱεροσολύμοις λεγόντων ἢ ἐν τῷ ὄρει τῆς Σαμαρείας (5)
εἶναι τὸν τόπον ὅπου δεῖ τὸν Θεὸν προσκυνεῖν. Ἀλλ᾿ ἐπεί,
κατὰ τὸν μακάριον Παῦλον, «εἷς Θεός, εἷς καὶ μεσίτης Θεοῦ
καὶ ἀνθρώπων Ἰησοῦς Χριστός», πάντα τὰ μεσιτείαν δυνά-
μενα τὸν ἁγιασμὸν ἡμῖν ἔχοντα μόνος ἐστὶν αὐτὸς ὁ Σωτήρ.
Τίνα δὲ τὰ μεσιτείαν δυνάμενα καὶ ἁγιάζοντα; Ἱερεύς, (10)
ἱερεῖον, θυσιαστήριον. Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἁγιάζει,
κατὰ τὸν τοῦ Κυρίου λόγον, τὸ θυσιασθῆναι· «Τὸ θυσιαστή-
ριον γάρ, φησί, τὸ ἁγιάζον τὸ δῶρον.»
(9.) Οὐκοῦν ἐπεὶ μόνος αὐτός ἐστιν ὁ ἁγιάζων, μόνος ἂν
εἴη ἱερεύς, καὶ ἱερεῖον, καὶ θυσιαστήριον.
(10.) Καὶ ὅτι μὲν ὁ ἱερεὺς καὶ ἱερεῖον, αὐτὸς εἶπεν· «Ὑπὲρ
αὐτῶν γάρ, φησίν, ἐγὼ ἁγιάζω ἐμαυτόν.»
(11.) Ὅτι δὲ καὶ θυσιαστήριον, ὁ ἱερώτατος μαρτυρεῖ Διο-
νύσιος λέγων ἐν τῷ Περὶ τοῦ μύρου λόγῳ· «Εἰ γάρ ἐστι
τὸ θειότατον ἡμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν @1
θείων νόων ἀφιέρωσις, ἐν ᾧ κατὰ τὸ λόγιον ἀφιερούμενοι καὶ
ὁλοκαυτούμενοι μυστικῶς τὴν προσαγωγὴν ἔχομεν, ὑπερ- (5)
κοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον
θυσιαστήριον.»
(12.) Εἰς τοῦτο τὸ ὑπερουράνιον θυσιαστήριον τὰ δῶρα
εὔχεται ἀνενεχθῆναι ὁ ἱερεύς, ὅπερ ἐστὶν ἁγιασθῆναι, εἰς αὐτὸ
τὸ ὑπερουράνιον σῶμα τοῦ Κυρίου μεταβληθῆναι, οὐ τόπον
ἀμείψαντα καὶ ἀπὸ τῆς γῆς γεγενημένα εἰς τὸν οὐρανόν, ἐπεὶ
ἀμείψαντα καὶ ἀπὸ τῆς γῆς γεγενημένα εἰς τὸν οὐρανόν, ἐπεὶ
ὁρῶμεν αὐτὰ παρ᾿ ἡμῖν ὄντα ἔτι, καὶ μετὰ τὴν εὐχὴν οὐδὲν (5)
ἧττον.
(13.) Ἐπεὶ γὰρ τὸ θυσιαστήριον ἁγιάζει τὰ τεθέντα αὐτῷ
δῶρα, ταῦτόν ἐστιν εὔξασθαι τοῖς δώροις ἁγιασθῆναι καὶ ἐν
τῷ θυσιαστηρίῳ τεθῆναι.
(14.) Τίς δὲ ὁ ἁγιασμὸς ὃν ἁγιάζει τὸ θυσιαστήριον; Τὰ
τεθέντα αὐτῷ δῶρα, ὃν αὐτὸς ὁ ἱερεὺς ἡγιάσεν ἑαυτὸν τῷ
προσενεχθῆναι τῷ Θεῷ καὶ τυθῆναι.
(15.) Ἐπεὶ γὰρ ὁ αὐτός ἐστι καὶ ἱερεὺς καὶ θυσιαστήριον καὶ
ἱερεῖον, ταὐτόν ἐστι ὑπὸ τοῦ ἱερέως ἐκείνου ἱερουργηθῆναι καὶ
εἰς τὸ ἱερεῖον ἐκεῖνο μεταβληθῆναι καὶ ἐν τῷ θυσιαστηρίῳ
ἐκείνῳ τῷ ὑπερουρανίῳ ἀνατεθῆναι. Διὰ τοῦτο εἴ τι τῶν
τριῶν ἀπολαβὼν εὔξαιο, τὸ πᾶν ηὔξω, τὸ ζητούμενον ἔχεις, (5)
τὴν θυσίαν ἐτέλεσας.
(16.) Οἱ μὲν παρ᾿ ὑμῖν ἱερεῖς, ὡς ἱερεῖον τὸν Χριστὸν
βλέποντες, εὔχονται τοῖς δώροις τὴν ἐν ἐκείνῳ θέσιν ῥήμασι
διαφόροις καὶ λόγοις ἓν καὶ τὸ αὐτὸ πρᾶγμα εὐχόμενοι. Τούτου
χάριν οἱ παρ᾿ ἡμῖν ἱερεῖς, μετὰ τὸ εὔξασθαι τοῖς δώροις τὴν
εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολήν, μνησθέντες τοῦ @1 (5)
ὑπερουρανίου θυσιαστηρίου, οὐκ ἔτι εὔχονται εἰς αὐτὸ
ἀνενεχθῆναι τὰ δῶρα· ἀλλ᾿ ὡς ἤδη ἀνενεχθέντων ἐκεῖ καὶ
προσδεχθέντων εὔχονται ἀντικαταπεμφθῆναι ἡμῖν τὴν χάριν
καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. «Εὐξώμεθα, φησί,
ὑπὲρ τῶν ἁγιασθέντων δώρων.» Ἵνα ἁγιασθῇ; Οὐδαμῶς· (10)
ἡγίασται γάρ· ἀλλ᾿ ἵνα ἁγιαστικὰ ἡμῖν γένωνται, ἵνα ὁ ἁγιά-
σας αὐτὰ Θεὸς καὶ ἡμᾶς δι᾿ αὐτῶν ἁγιάσῃ.
(17.) Φανερὸν τοίνυν ὡς τὸ ἀτιμάζειν τὴν ὑπὲρ τῶν δώρων
εὐχὴν μετὰ τὸν τοῦ Κυρίου λόγον οὐδὲ τῆς Ἐκκλησίας τῶν
Λατίνων ἐστὶν ἁπλῶς, ἀλλ᾿ ἐνίων ὀλίγων καὶ νεωτέρων, οἷοι
καὶ τἄλλα αὐτὴν ἐλυμήναντο· εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες
καὶ τἄλλα αὐτὴν ἐλυμήναντο· εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες
«ἢ λέγειν τι καὶ ἀκούειν καινότερον». (5)
(18.) Καὶ ταῦτα μὲν περὶ τῆς εὐχῆς.
31.
(t.) ΛΑ´. Τίνος χάριν ὁ ἱερεὺς εἰς τὸν ἁγιασμὸν
τῶν δώρων οὐ τὸν Υἱόν, ἀλλὰ τὸν Πατέρα καλεῖ;
(1.) Ἀλλὰ τίνος χάριν οὐ τὸν Υἱὸν ἐπὶ τὸ ἁγιάσαι τὰ δῶρα
καλεῖ ὁ ἱερεὺς ἱερέα τε ὄντα καὶ ἁγιάζοντα, καθάπερ εἴρηται,
ἀλλὰ τὸν Πατέρα; @1
(2.) Ἵνα μάθῃς ὅτι τὸ ἁγιάζειν ὁ Σωτὴρ οὐχ ὡς ἄνθρωπος
ἔχει, ἀλλ᾿ ὡς Θεός· καὶ διὰ τὴν δύναμιν τὴν θείαν, ἣν κοινὴν
κέκτηται μετὰ τοῦ Πατρός.
(3.) Τοῦτο καὶ αὐτὸς ὁ Κύριος δηλῶσαι βουλόμενος, ὅτε
ἐτέλει τὸ μυστήριον, εἰς τὸν οὐρανὸν ἔβλεπε καὶ τῷ Πατρὶ
ἀνεδείκνυ τὸν ἄρτον. Διὰ τὸν αὐτὸν λόγον καὶ ἔνια τῶν
θαυμάτων οὕτω φαίνεται ποιῶν ἐν σχήματι τῆς πρὸς τὸν
Θεὸν εὐχῆς ἵνα δείξῃ ὡς οὐ φύσεως ἐστὶ ἀνθρωπίνης τὰ (5)
τοιαῦτα, καθ᾿ ἣν Μητέρα ἔσχεν ἐπὶ τῆς γῆς, ἀλλὰ τῆς αὐτοῦ
θεότητος, καθ᾿ ἣν τὸν Θεὸν εἶχε Πατέρα. Καὶ ὅτε δὲ ἔμελλεν
ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, βουλόμενος σημᾶναι τὰς δύο
θελήσεις αὐτοῦ, τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, τὴν μὲν
θέλησιν τῆς ἑαυτοῦ θεότητος τῷ Πατρὶ ἀνετίθει, τὴν δὲ (10)
θέλησιν τῆς ἀνθρωπότητος ἑαυτοῦ θέλησιν ἔλεγεν εἶναι·
«Οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ᾿ ὡς σύ», καί· «Μὴ τὸ
θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.» Ὅτι γὰρ καὶ αὐτὸς
ταύτην ἤθελε τὴν θέλησιν, ἣν ἀπεκλήρου τῷ Πατρί, δῆλος μὲν
ἦν καὶ ἀπ᾿ αὐτῶν τούτων τῶν ῥημάτων, ἐν οἷς δοκεῖ διαιρεῖν (15)
τὴν ἑαυτοῦ θέλησιν τῆς θελήσεως τοῦ Πατρός. Τὸ γάρ· «Μὴ
τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω» συντιθεμένου ἦν καὶ
τὰ αὐτὰ βουλομένου. Δῆλος δὲ ἦν, ὅτε ἐπετίμα τῷ Πέτρῳ
ἀπευχομένῳ τὸν σταυρὸν αὐτοῦ καὶ τὸν θάνατον· καὶ ἔτι ἐν
οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν (20)
οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν (20)
μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν.» Τοῦ πρὸς τῷ πάθει πάσχα,
φησίν, ἐπεθύμησα, μονονοὺ λέγων· Ἐπιθυμίᾳ ἐπεθύμησα αὐτὰ
τὰ πρόθυρα τοῦ πάθους ἰδεῖν.
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. @1
32.
(t.) ΛΒ´. Περὶ τῆς θυσίας αὐτῆς, καὶ τί ἐστι τὸ δεχόμενον
τὴν θυσίαν
(1.) Περὶ δὲ τῆς θυσίας αὐτῆς ἄξιον ἐκεῖνο ζητεῖν.
(2.) Ἐπεὶ γὰρ οὐ τύπος θυσίας οὐδὲ αἵματος εἰκών, ἀλλὰ
ἀληθῶς σφαγὴ καὶ θυσία, ζητῶμεν τί τὸ θυόμενον, ὁ ἄρτος
ἢ τὸ τοῦ Κυρίου σῶμα; δηλονότι πότε τὰ δῶρα θύεται πρὸ
τοῦ ἁγιασθῆναι ἢ μετὰ τὸ ἁγιασθῆναι;
(3.) Καὶ εἰ μὲν ὁ ἄρτος τὸ θυόμενον, πρῶτον μὲν τίς ἄρτου
θυσία γένοιτ᾿ ἄν; Ἔπειτα οὐ τοῦτο ἡμῖν ἐστι τὸ μυστήριον
ἄρτον ἰδεῖν σφαττόμενον, ἀλλὰ τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν
αἴροντα τῇ σφαγῇ τὴν ἁμαρτίαν τοῦ κόσμου.
(4.) Εἰ δὲ αὐτὸ θύεται τὸ Κυριακὸν σῶμα, μάλιστα μὲν οὐδὲ
δυνατόν· οὐ γὰρ σφαγῆναι ἔτι ἢ πληγῆναι δύναται, ἀκήρατον
ἤδη καὶ ἀθάνατον γενόμενον. Εἰ δὲ ἐξῆν τι τοιοῦτον αὐτὸ
ἐνεγκεῖν, ἔδει καὶ τοὺς σταυροῦντας εἶναι καὶ τἄλλα συνελθεῖν
ἅπαντα, ἃ τὴν θυσίαν ἐκείνην εἰργάσατο· εἴγε οὐ τύπος (5)
σφαγῆς, ἀλλὰ σφαγὴ ἀληθὴς ὑπόκειται εἶναι.
(5.) Ἔπειτα πῶς ὁ Χριστὸς ἅπαξ ἀπέθανε καὶ ἐγερθεὶς
«οὐκέτι ἀποθνῄσκει», καὶ «ἅπαξ ἔπαθεν ἐπὶ συντελείᾳ τοῦ @1
αἰῶνος», καὶ «ἅπαξ λέγεται προσενεχθεὶς εἰς τὸ πολλῶν
ἀνενεγκεῖν ἁμαρτίας»;
(6.) Εἰ γὰρ καθ᾿ ἑκάστην τελετὴν αὐτὸς θύεται, καθ᾿ ἑκά-
στην ἀποθνῄσκει.
(7.) Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν;
(8.) Ἡ θυσία οὔτε πρὸ τοῦ ἁγιασθῆναι τὸν ἄρτον οὔτε μετὰ
τὸ ἁγιασθῆναι τελεῖται, ἀλλ᾿ ἐν αὐτῷ τῷ ἁγιάζεσθαι. Οὕτω
τὸ ἁγιασθῆναι τελεῖται, ἀλλ᾿ ἐν αὐτῷ τῷ ἁγιάζεσθαι. Οὕτω
γὰρ ἀνάγκη πάντας συντηρεῖσθαι τοὺς πιστευομένους περὶ
αὐτῆς λόγους καὶ μηδένα διαπίπτειν.
(9.) Τίνας δὴ λέγω λόγους;
(10.) Τὸ τὴν θυσίαν ταύτην μὴ εἰκόνα καὶ τύπον εἶναι θυσίας,
ἀλλὰ θυσίαν ἀληθινήν, τὸ μὴ ἄρτον εἶναι τὸ τεθυμένον, ἀλλ᾿
αὐτὸ τοῦ Χριστοῦ τὸ σῶμα· καὶ πρὸς τούτοις τὸ μίαν εἶναι
τὴν τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσίαν καὶ ἅπαξ γεγενημένην.
(11.) Καὶ πρῶτον ἴδωμεν, εἰ μὴ τύπος ἀλλὰ πρᾶγμα θυσίας
ἡ τελετή.
(12.) Τίς γὰρ ἡ τοῦ προβάτου θυσία, ἡ ἀπὸ τοῦ μὴ ἐσφαγμέ-
νου πάντως εἰς τὸ ἐσφαγμένον μεταβολή, τοῦτο καὶ ἐνταῦθα
γίνεται. Ὁ γὰρ ἄρτος ἄθυτος ὢν μεταβάλλει τότε εἰς τὸ
τεθυμένον. Μεταβάλλει γὰρ ἀπὸ τοῦ ἄρτου μὴ ἐσφαγμένου
εἰς αὐτὸ τὸ σῶμα τοῦ Κυρίου τὸ σφαγὲν ἀληθῶς. Ὅθεν (5)
καθάπερ ἐπὶ τοῦ προβάτου ἡ μεταβολὴ θυσίαν ἀληθῶς
ἐργάζεται, οὕτω καὶ ἐνταῦθα διὰ τὴν μεταβολὴν ταύτην
θυσία τὸ τελούμενον ἀληθές· μεταβάλλει γὰρ οὐκ εἰς τύπον,
ἀλλ᾿ εἰς πρᾶγμα σφαγῆς, εἰς αὐτὸ τὸ σῶμα Κυρίου τὸ
τεθυμένον. (10)
(13.) Ἀλλ᾿ εἰ μὲν ἄρτος μένων ἐγένετο τεθυμένος, ὁ ἄρτος
ἂν ἦν ὁ δεξάμενος τὴν σφαγὴν καὶ ἦν ἂν ἡ σφαγὴ τότε
ἄρτου θυσία.
(14.) Ἐπεὶ δὲ ἀμφότερα μετεβλήθη καὶ τὸ ἄθυτον καὶ
ὁ ἄρτος καὶ γέγονεν ἀντὶ μὲν ἀθύτου τεθυμένος, ἀντὶ δὲ ἄρτου
σῶμα Χριστοῦ, διὰ τοῦτο ἡ σφαγὴ ἐκείνη οὐκ ἐν τῷ ἄρτῳ, @1
ἀλλ᾿ ὡς ἐν ὑποκειμένῳ θεωρουμένη τῷ σώματι τοῦ Χριστοῦ,
οὐ τοῦ ἄρτου ἀλλὰ τοῦ Ἀμνοῦ τοῦ Θεοῦ θυσία καὶ ἔστι (5)
καὶ λέγεται.
(15.) Φανερὸν δὲ ὅτι τούτων ὑποκειμένων οὐδὲν ἀναγκάζει
πολλὰς γίνεσθαι τὰς προσαγωγὰς τοῦ Κυριακοῦ σώματος.
πολλὰς γίνεσθαι τὰς προσαγωγὰς τοῦ Κυριακοῦ σώματος.
Ἐπεὶ γὰρ ἡ θυσία αὐτὴ γίνεται, οὐ σφαττομένου τηνικαῦτα
τοῦ Ἀμνοῦ, ἀλλὰ τοῦ ἄρτου μεταβαλλομένου εἰς τὸν σφαγέντα
Ἀμνόν, πρόδηλον ὡς ἡ μὲν μεταβολὴ γίνεται, ἡ δὲ σφαγὴ οὐ (5)
γίνεται τότε, καὶ οὕτω τὸ μεταβαλλόμενον πολλὰ καὶ ἡ μετα-
βολὴ πολλάκις· τὸ δὲ εἰς ὃ μεταβάλλεται, οὐδὲν κωλύει ἓν
καὶ τὸ αὐτὸ εἶναι, καθάπερ σῶμα ἓν οὕτω καὶ σφαγὴν τοῦ
σώματος μίαν.
Καὶ ταῦτα μὲν περὶ τούτων. (10)
33.
(t.) ΛΓ´. Περὶ τῶν μετὰ τὴν θυσίαν εὐχῶν καὶ τίς ὁ λόγος
καθ᾿ ὃν ἐνταῦθα μνημονεύει τῶν ἁγίων καὶ τῆς Παναγίας
ἐξαιρέτως
(1.) Ὁ δὲ ἱερεύς, τῆς θυσίας τελεσθείσης, καὶ τὸ ἐνέχυρον
τῆς τοῦ Θεοῦ φιλανθρωπίας προκείμενον ὁρῶν τὸν Ἀμνὸν @1
αὐτοῦ, ὡς ἤδη τοῦ μεσίτου λαβόμενος καὶ μεθ᾿ ἑαυτοῦ τὸν
παράκλητον ἔχων, γνωρίζει τὰ ἑαυτοῦ αἰτήματα πρὸς τὸν
Θεόν, ἐκχεῖ τὴν δέησιν μετὰ χρηστῆς ἤδη καὶ βεβαίας (5)
ἐλπίδος, καὶ ὧν προτιθεὶς τὸν ἄρτον ἐμνήσθη, καὶ ὑπὲρ ὧν τὰς
προτελείους εὐχὰς ἐποιήσατο καὶ τὰ δῶρα προσήνεγκε, καὶ
προσδεχθῆναι αὐτὰ ἱκέτευε, ταῦτα προσδεχθέντα, εὔχεται εἰς
ἔργον ἐκβῆναι.
(2.) Τίνα δὲ ταῦτα;
(3.) Κοινὰ καὶ ζῶσι καὶ ἀπελθοῦσι, τὸ τὴν χάριν ἀντικατα-
πεμφθῆναι ἀντὶ τῶν δώρων παρὰ τοῦ δεξαμένου ταῦτα Θεοῦ·
ἰδίᾳ δὲ τοῖς μὲν ἀπελθοῦσι ψυχῶν ἀνάπαυσιν καὶ βασιλείας
κληρονομίαν μετὰ τῶν τετελειωμένων ἁγίων· τοῖς δὲ ζῶσι
τὸ μετασχεῖν τῆς ἱερᾶς τραπέζης καὶ ἁγιασθῆναι, καὶ μηδένα (5)
«εἰς κρῖμα ἢ εἰς κατάκριμα» μετασχεῖν· ἄφεσιν ἁμαρτιῶν,
εἰρήνην, εὐετηρίαν, χορηγίαν τῶν ἀναγκαίων, τὸ βασιλείας
τελευταῖον ἀξίους φανῆναι παρὰ τῷ Θεῷ.
(4.) Ἐπεὶ δὲ οὐ μόνον ἱκέσιος αὐτὴ ἡ προσαγωγὴ τῆς θυσίας
(4.) Ἐπεὶ δὲ οὐ μόνον ἱκέσιος αὐτὴ ἡ προσαγωγὴ τῆς θυσίας
ἀλλὰ καὶ χαριστήριος, καθάπερ ἐν τοῖς προοιμίοις τῆς τελετῆς,
ἡνίκα ὁ ἱερεὺς ὡς δῶρα ἀνατίθησι τῷ Θεῷ τὰ προσαγόμενα
καὶ τὴν εὐχαριστίαν ἐμφαίνει καὶ τὴν ἱκεσίαν, οὕτω καὶ νῦν
τυθέντων καὶ τελειωθέντων τῶν δώρων, καὶ εὐχαριστεῖ δι᾿ (5)
αὐτῶν τῷ Θεῷ καὶ ἱκεσίαν προσάγει, καὶ τίθησι μὲν τὰς
ἀφορμὰς τῆς εὐχαριστίας, προστίθησι δὲ τὰς ὑποθέσεις τῆς
ἱκεσίας.
(5.) Καὶ τίνες αἱ ἀφορμαὶ τῆς εὐχαριστίας; Οἱ ἅγιοι, καθάπερ
καὶ πρότερον εἴρηται. Ἐν τούτοις γὰρ ἡ Ἐκκλησία τὸ ζητού-
μενον εὗρε καὶ τῆς εὐχῆς ἔτυχε τῆς βασιλείας τῶν οὐρανῶν.
(6.) Τίνες δὲ αἱ ὑποθέσεις τῆς ἱκεσίας; Οἱ μήπω τελειω-
θέντες, οἱ δεόμενοι εὐχῆς. @1
(7.) Καὶ περὶ μὲν τῶν ἁγίων ἔτι «Προσάγομέν σοι, φησί,
τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυ-
σαμένων, προπατόρων, πατέρων, πατριαρχῶν, ἀποστόλων,
κηρύκων, προφητῶν, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν,
ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος ἐν πίστει τετελειωμένου, (5)
ἐξαιρέτως τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδό-
ξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας»,
καὶ ἑξῆς καταλέγει τὸν τῶν ἁγίων ἁπάντων σύλλογον. Οὗτοί
εἰσιν αἱ ἀφορμαὶ τῆς πρὸς Θεὸν εὐχαριστίας τῇ Ἐκκλησίᾳ.
Ὑπὲρ τούτων προσάγει τὴν λογικὴν ταύτην λατρείαν ὡς (10)
χαριστήριον τῷ Θεῷ· καὶ πάντων ἐξαιρέτως τῶν ἄλλων ὑπὲρ
τῆς μακαρίας τοῦ Θεοῦ μητρός, ὡς οὔσης ἁγιωσύνης ἐπέκεινα
πάσης. Διὰ τοῦτο οὐδὲν αὐτοῖς εὔχεται ὁ ἱερεύς, ἀλλὰ μᾶλλον
αὐτὸς παρ᾿ ἐκείνων εἰς τὰς εὐχὰς δεῖται βοηθεῖσθαι. Ὅτι
οὐχ ἱκέσιον ἀλλὰ χαριστήριον, ὡς εἴρηται, ποιεῖται ὑπὲρ (15)
αὐτῶν τὴν τῶν δώρων προσαγωγήν.
(8.) Μετὰ δὲ ταῦτα καὶ τὴν ἱκεσίαν δείκνυσι καὶ καταλέγει
περὶ ὧν ἱκετεύει, καὶ εὔχεται πᾶσι τὴν σωτηρίαν, καὶ εἴ τι
περὶ ὧν ἱκετεύει, καὶ εὔχεται πᾶσι τὴν σωτηρίαν, καὶ εἴ τι
προσῆκόν ἐστιν ἑκάστῳ καὶ κατάλληλον ἀγαθόν· ἐν οἷς καὶ
ταῦτά φησιν· «Ἔτι προσάγομέν σοι τὴν λογικὴν ταύτην
λατρείαν ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ (5)
ἀποστολικῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν σεμνῇ πολιτείᾳ διαγόν-
των, ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων βασιλέων
ἡμῶν.» Καὶ τοιαῦτα εὔχεται.
(9.) Καὶ οὕτω μὲν ὁ μακάριος Ἰωάννης, διπλοῦν τὸ σχῆμα
τῆς ἱερᾶς ταύτης λατρείας εἶναι σημαίνων, χαριστήριον καὶ
ἱκέσιον, χωρὶς μὲν τίθησιν ὑπὲρ ὧν εὐχαριστεῖ, χωρὶς δὲ @1
ὑπὲρ ὧν ἱκετεύει. Ὁ δὲ θεῖος Βασίλειος τῇ ἱκεσίᾳ παρα-
μίγνυσι τὴν εὐχαριστίαν. Καὶ τοῦτο ποιεῖ πανταχοῦ τῆς (5)
ἱερουργίας· καὶ τὰς εὐχὰς ἂν εὕροις σχεδὸν ἁπάσας καὶ τοῦτο
κἀκεῖνο δυναμένας. Μέμνηται δὲ καὶ τῶν ἁγίων, ὧν ὁ ἅγιος
Ἰωάννης, καὶ κατ᾿ αὐτὸν τῆς ἱερουργίας τὸν τόπον, ἀλλ᾿ οὐ
τὸν αὐτὸν τρόπον. Εὐξάμενος γὰρ ἀξιωθῆναι πάντας τῆς
κοινωνίας τῶν μυστηρίων «μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα», (10)
ἐπάγει· «ἀλλ᾿ ἵνα εὕρωμεν χάριν μετὰ πάντων τῶν ἁγίων
τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, προπατόρων, πατρῶν,
πατριαρχῶν» καὶ τὰ ἑξῆς· εἶτα «ἐξαιρέτως τῆς παναγίας».
Ἀλλὰ καὶ ταῦτα τὰ ῥήματα ἔχει μὲν ἱκεσίαν, ἐμφαίνει δὲ
εὐχαριστίαν καὶ γὰρ εὐεργέτην τοῦ γένους κηρύττει τὸν Θεόν, (15)
ἐν οἷς μέμνηται τῶν παρ᾿ αὐτοῦ τελειωθέντων καὶ ἁγιασθέντων
ἀνθρώπων, μονονοὺ λέγων· Ἵνα δῷς ἡμῖν χάριν, ἣν τοῖς
ἁγίοις κατέθου πρότερον, ἵνα ἁγιάσῃς ὥσπερ καὶ ἄλλους
φθάσας ἡγιάσας τῶν ὁμογενῶν ἡμῖν.
(10.) Καὶ περὶ μὲν τούτων ἀρκείτω ταῦτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου