Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
27.(t.) ΚΖ´. Περὶ τοῦ ἁγιασμοῦ τῶν δώρων καὶ τῆς
πρὸ τούτου εὐχαριστίας
(1.) Οὕτω δὲ κάλλιστα καὶ ἱερώτατα διατεθέντας, τί λοιπὸν
ἢ πρὸς εὐχαριστίαν τραπῆναι τοῦ χορηγοῦ τῶν ἀγαθῶν ἁπάν- @1
των Θεοῦ; ἄλλως τε τὸν πρῶτον ἱερέα μιμούμενος εὐχαρι-
στοῦντα τῷ Θεῷ καὶ Πατρὶ πρὸ τοῦ παραδοῦναι τὸ μυστήριον
τῆς κοινωνίας. Καὶ αὐτὸς πρὸ τῆς τελεστικῆς εὐχῆς, καθ᾿ ἣν (5)
τῆς κοινωνίας. Καὶ αὐτὸς πρὸ τῆς τελεστικῆς εὐχῆς, καθ᾿ ἣν (5)
ἱερουργεῖ τὰ ἅγια, τὴν εὐχαριστίαν ταύτην ποιεῖται πρὸς τὸν
Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· «Εὐχα-
ριστήσωμεν τῷ Κυρίῳ»· καὶ πάντων συνθεμένων καί·
«Ἄξιον καὶ δίκαιον» ἀνειπόντων, αὐτὸς ἐφ᾿ ἑαυτοῦ τὴν
εὐχαριστίαν προσφέρει τῷ Θεῷ· καὶ δοξολογήσας αὐτὸν καὶ (10)
μετὰ ἀγγέλων ἀνυμνήσας καὶ χάριτας ὁμολογήσας τῶν
ἀγαθῶν ἁπάντων τῶν ἐξ αἰῶνος ἡμῖν παρ᾿ αὐτοῦ γενομένων
καὶ τελευταῖον αὐτῆς τῆς ἀρρήτου καὶ ὑπὲρ λόγον ἡμῶν
ἕνεκα τοῦ Σωτῆρος οἰκονομίας μνησθείς, εἶτα ἱερουργεῖ τὰ
τίμια δῶρα καὶ ἡ θυσία τελεῖται πᾶσα. Καὶ τίνα τρόπον; Τὸ (15)
φρικτὸν ἐκεῖνο διηγησάμενος δεῖπνον καὶ ὅπως αὐτὸ παρέ-
δωκε πρὸ τοῦ πάθους τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ὡς
ἐδέξατο ποτήριον καὶ ὡς ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας
ἡγίασεν· καὶ ὡς εἶπε δι᾿ ὧν ἐδήλωσε τὸ μυστήριον, καὶ αὐτὰ
τὰ ῥήματα ἀνειπὼν εἶτα προσπίπτει, καὶ εὔχεται καὶ ἱκετεύει (20)
τὰς θείας ἐκείνας φωνὰς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ τοῦ
Σωτῆρος ἐφαρμόσαι καὶ ἐπὶ τῶν προκειμένων δώρων καὶ
δεξάμενα τὸ πανάγιον αὐτοῦ καὶ παντοδυνάμενον Πνεῦμα
μεταβληθῆναι, τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ τίμιον αὐτοῦ καὶ
ἅγιον σῶμα, τὸν δὲ οἶνον εἰς αὐτὸ τὸ ἄχραντον αὐτοῦ καὶ (25)
ἅγιον αἷμα. Τούτων δὲ ηὐγμένων καὶ εἰρημένων, τὸ πᾶν τῆς
ἱερουργίας «ἤνυσται καὶ τετέλεσται» καὶ τὰ δῶρα ἡγιάσθη
καὶ ἡ θυσία ἀπηρτίσθη καὶ τὸ μέγα θῦμα καὶ ἱερεῖον τὸ ὑπὲρ
τοῦ κόσμου σφαγὲν ἐπὶ τῆς ἱερᾶς τραπέζης ὁρᾶται κείμενον·
ὁ γὰρ ἄρτος τοῦ Κυριακοῦ σώματος οὐκ ἔτι τύπος, οὐδὲ (30)
δῶρον, εἰκόνα φέρων τοῦ ἀληθινοῦ δώρου, οὐδὲ γραφήν τινα
κομίζων ἐν ἑαυτῷ τῶν σωτηρίων παθῶν ὥσπερ ἐν πίνακι, @1
ἀλλ᾿ αὐτὸ τὸ ἀληθινὸν δῶρον· αὐτὸ τοῦ Δεσπότου τὸ πανάγιον
σῶμα τὸ πάντα ἀληθῶς ἐκεῖνα δεξάμενον τὰ ὀνείδη, τὰς
ὕβρεις, τοὺς μώλωπας, τὸ σταυρωθέν, τὸ σφαγέν, «τὸ (35)
ὕβρεις, τοὺς μώλωπας, τὸ σταυρωθέν, τὸ σφαγέν, «τὸ (35)
μαρτυρῆσαν ἐπὶ Ποντίου Πιλάτου τὴν κάλην ὁμολογίαν», τὸ
ῥαπισθέν, τὸ αἰκισθέν, τὸ ἐμπτυσμάτων ἀνασχόμενον, τὸ
χολῆς γευσάμενον. Ὁμοίως καὶ ὁ οἶνος αὐτὸ τὸ αἶμα τὸ
ἐκπηδῆσαν σφαττομένου τοῦ σώματος, τοῦτο τὸ σῶμα, τοῦτο
τὸ αἶμα τὸ συστὰν ἐκ Πνεύματος ἁγίου, τὸ γεννηθὲν ἀπὸ τῆς (40)
μακαρίας Παρθένου, τὸ ταφέν, τὸ ἀναστὰν τῇ τρίτῃ ἡμέρᾳ, τὸ
ἀνελθὸν εἰς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
28.
(t.) ΚΗ´. Πόθεν ἀσφαλῶς πιστεύομεν τὸ μυστήριον
(1.) Καὶ τίς ἡ πίστις;
(2.) Αὐτὸς εἶπε· «Τοῦτό ἐστι τὸ σῶμά μου», «Τοῦτο τὸ
αἷμά μου.» Αὐτὸς καὶ τοῖς ἀποστόλοις ἐκέλευσε καὶ δι᾿
ἐκείνων ἁπάσῃ τῇ Ἐκκλησίᾳ τοῦτο ποιεῖν. «Τοῦτο γάρ,
φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», οὐκ ἂν κελεύσας
τοῦτο ποιεῖν, εἰ μὴ δύναμιν ἐνθήσειν ἔμελλε, ὥστε δύνασθαι (5)
τοῦτο ποιεῖν. Καὶ τίς ἡ δύναμις; Τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἐξ
ὕψους τοὺς ἀποστόλους ὁπλίσασα δύναμις, κατὰ τὸ εἰρημένον
πρὸς αὐτοὺς ὑπὸ τοῦ Κυρίου· «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ
πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.»
Τοῦτο τὸ ἔργον ἐκείνης τῆς καθόδου. Οὐ γὰρ κατελθὸν ἅπαξ (10)
εἶτα ἀπολέλοιπεν ἡμᾶς, ἀλλὰ μεθ᾿ ἡμῶν ἔστι καὶ ἔσται μεχρὶ
παντός. Διὰ τοῦτο γὰρ ἔπεμψεν αὐτὸ ὁ Σωτήρ, ἵνα μένῃ μεθ᾿
ἡμῶν εἰς τὸν αἰῶνα, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος
οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό, @1
ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει, καὶ ἐν ὑμῖν (15)
ἔσται». Τοῦτο διὰ τῆς χειρὸς καὶ τῆς γλώσσης τῶν ἱερέων
τὰ μυστήρια τελεσιουργεῖ.
(3.) Καὶ οὐ τὸ ἅγιον Πνεῦμα μόνον ἔπεμψεν ὁ Κύριος ἡμῖν,
ὥστε μένειν μεθ᾿ ἡμῶν, ἀλλὰ καὶ αὐτὸς ἐπηγγείλατο μένειν
μεθ᾿ ἡμῶν, ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀλλ᾿ ὁ μὲν
Παράκλητος ἀοράτως πρόσεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφό-
Παράκλητος ἀοράτως πρόσεστιν, ὅτι σῶμα αὐτὸς οὐκ ἐφό-
ρεσεν. Ὁ δὲ Κύριος καὶ ὁρᾶται καὶ ἁφῆς ἀνέχεται διὰ τῶν (5)
φρικτῶν καὶ ἱερῶν μυστηρίων, ὡς ἂν τὴν ἡμετέραν φύσιν καὶ
δεξάμενος καὶ φέρων εἰς τὸν αἰῶνα.
(4.) Αὕτη ἡ τῆς ἱερωσύνης δύναμις, οὗτος ὁ ἱερεύς. Οὐ γὰρ
ἅπαξ ἑαυτὸν προσαγαγὼν καὶ θύσας ἐπαύσατο τῆς ἱερωσύνης,
ἀλλὰ διηνεκῆ ταύτην λειτουργεῖ τὴν λειτουργίαν ἡμῖν, καθ᾿ ἣν
καὶ παράκλητός ἐστιν ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν δι᾿ αἰῶνος, οὗ
χάριν εἴρηται πρὸς αὐτόν· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.» (5)
(5.) Διὰ τοῦτο οὐδεμία τοῖς πιστοῖς περὶ τοῦ ἁγιασμοῦ τῶν
δώρων ἀμφιβολία, οὐδὲ περὶ τῶν ἄλλων τελετῶν, εἰ κατὰ τὴν
πρόθεσιν καὶ τὰς εὐχὰς τῶν ἱερέων ἀποτελοῦνται.
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
29.
(t.) ΚΘ´. Περὶ ὧν ἡμῖν ἐνταῦθά τινες Λατῖνοι μέμφονται,
καὶ πρὸς τὴν μέμψιν ἀπολογία, καὶ λύσις
(1.) Ἐνταῦθα δέ τινες Λατῖνοι τῶν ἡμετέρων ἐπιλαμβά-
νονται. Φασὶ γάρ, μετὰ τὸν τοῦ Κυρίου λόγον, τὸ «Λάβετε, @1
φάγετε» καὶ τὰ ἑξῆς, πρὸς τὸ ἁγιασθῆναι τὰ δῶρα μηδεμιᾶς
εὐχῆς ἔτι δεῖσθαι, ὡς ὑπὸ τοῦ Κυριακοῦ λόγου τελούμενα.
Διὰ τοῦτο οἱ μετὰ τὸ ἀνειπεῖν ταῦτα τὰ ῥήματα ἄρτον καὶ (5)
οἶνον ὀνομάζοντες καὶ ὡς μήπω ἁγιασθεῖσιν εὐχόμενοι τὸν
ἁγιασμόν, πρὸς τῷ ἀπιστίαν νοσεῖν, φασί, καὶ μάταιόν τι καὶ
παρέλκον πρᾶγμα ποιοῦσιν. Ὅτι δὲ οὗτός ἐστιν ὁ λόγος, ὁ
τὰ δῶρα τελειῶν, ὁ μακάριος, φασί, Χρυσόστομος μαρτυρεῖ
λέγων ὅτι καθάπερ ὁ δημιουργικὸς λόγος, τὸ «Αὐξάνεσθε (10)
καὶ πληθύνεσθε», εἴρηται μὲν ἅπαξ ὑπὸ τοῦ Θεοῦ, ἐνεργεῖ δὲ
ἀεί· οὕτω καὶ ὁ λόγος οὗτος ἅπαξ ῥηθεὶς ὑπὸ Σωτῆρος διὰ
παντὸς ἐνεργεῖ. Οἱ τοίνυν τῇ ἑαυτῶν εὐχῇ θαρροῦντες μᾶλλον
ἢ τῷ Κυριακῷ λόγῳ, πρῶτον μὲν ἀσθένειαν αὐτοῦ κατα-
γινώσκουσιν, ἔπειτα ἑαυτοῖς θαρροῦντες φαίνονται μᾶλλον· (15)
καὶ τρίτον, ἀμφιβόλου πράγματος τῆς ἀνθρωπίνης εὐχῆς τὸ
καὶ τρίτον, ἀμφιβόλου πράγματος τῆς ἀνθρωπίνης εὐχῆς τὸ
μυστήριον ἐξαρτῶσι, πρᾶγμα τοσοῦτον καὶ ὃ δεῖ βεβαιότατα
πιστεύειν ἀμφιβολίας μεστὸν ἀποφαίνουσιν. Οὐ γὰρ ἀνάγκη
τὸν εὐχόμενον καὶ εἰσακούεσθαι, κἂν ᾖ Παῦλος τὴν ἀρετήν.
(2.) Ταῦτα δὲ πάντα λύειν οὐ χαλεπόν.
(3.) Καὶ πρῶτον ἀπὸ τῶν τοῦ θείου Ἰωάννου ῥημάτων, οἷς
ἰσχυρίζονται. Εἰ γὰρ κατὰ τὸν δημιουργικὸν λόγον καὶ οὗτος
ὁ λόγος δύναται, σκοπῶμεν ἐκεῖνο.
(4.) Εἶπεν ὁ Θεός· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τί οὖν;
Μετὰ τὸν λόγον ἐκεῖνον οὐδενὸς πρὸς τοῦτο δεόμεθα καὶ
χρεία ἡμῖν ἄλλου τινὸς πρὸς τὴν αὔξησιν οὐδεμία; ἢ καὶ γάμου
καὶ συναφείας δεῖ καὶ τῆς ἄλλης ἐπιμελείας, καὶ τούτων
χωρὶς οὐ δυνατὸν συνεστάναι τὸ γένος καὶ προχωρεῖν; Οὐκοῦν (5)
καθάπερ ἐκεῖ πρὸς παιδοποιίαν ἀναγκαῖον ἡγούμεθα τὸν @1
γάμον καὶ μετὰ τὸν γάμον ὑπὲρ αὐτοῦ τούτου πάλιν εὐχόμεθα
καὶ οὐ δοκοῦμεν ἀτιμάζειν τὸν δημιουργικὸν λόγον, εἰδότες
αἴτιον μὲν αὐτὸν εἶναι τῆς γενέσεως, ἀλλὰ τὸν τρόπον τοῦτον
διὰ γάμου, διὰ τροφῆς, διὰ τῶν ἄλλων· οὕτω καὶ ἐνταῦθα (10)
πιστεύομεν αὐτὸν εἶναι τὸν ἐνεργοῦντα τὸ μυστήριον τὸν τοῦ
Κυρίου λόγον· ἀλλ᾿ οὕτω διὰ ἱερέως, δι᾿ ἐντεύξεως αὐτοῦ καὶ
εὐχῆς. Οὐ γὰρ διὰ πάντων ἐνεργεῖν ἁπλῶς οὐδὲ ὁπωσδήποτε,
ἀλλὰ πόλλα τὰ ζητούμενα, ὧν χωρὶς οὐ ποιήσει τὰ ἑαυτοῦ.
Τὸν δὲ τοῦ Χριστοῦ θάνατον τίς οὐκ οἶδεν, ὡς αὐτός ἐστι μόνος (15)
ὁ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν εἰσενεγκὼν εἰς τὸν κόσμον; Ἀλλὰ
κἀκεῖνο γινώσκομεν, ὅτι μετὰ τὸν θάνατον ἐκεῖνον καὶ
πίστεως χρεία καὶ μετανοίας καὶ ἐξομολογήσεως καὶ τῆς τῶν
ἱερέων εὐχῆς· καὶ οὐκ ἔστι λυθῆναι τῶν ἁμαρτιῶν ἄνθρωπον
μὴ τούτων ἡγησαμένων. Τί οὖν; Ἀτιμάζομεν τὸν θάνατον (20)
ἐκεῖνον καὶ ἀσθένειαν αὐτοῦ καταγινώσκομεν, ὅτι νομίζομεν
μὴ ἀρκεῖν τὰ παρ᾿ ἐκείνου, ἐὰν μὴ καὶ τὰ παρ᾿ ἡμῶν αὐτῶν
εἰσενέγκωμεν; Οὐδαμῶς.
μὴ ἀρκεῖν τὰ παρ᾿ ἐκείνου, ἐὰν μὴ καὶ τὰ παρ᾿ ἡμῶν αὐτῶν
εἰσενέγκωμεν; Οὐδαμῶς. [Σ' αυτό τό σημείο βρίσκεται η μία ρίζα τής νεοορθοδοξίας, η οποία ακολουθεί τήν παπική κακοδοξία. Οτι μετά τό Τετέλεσται τού Κυρίου δέν έχουμε τήν ανάγκη τής αφέσεως τών αμαρτιών. Φτάνει απλώς η ευχαριστία.]
(5.) Οὐκοῦν οὐδὲ τοῖς εὐχομένοις ὑπὲρ τοῦ τελειωθῆναι τὰ
δῶρα τὰ τοιαῦτα ἐγκαλεῖν εὔλογον· ἐπεὶ οὐδὲ τῇ εὐχῇ θαρ-
ροῦντες ἑαυτοῖς θαρροῦσιν, ἀλλὰ τῷ δώσειν ἐπαγγειλαμένῳ
Θεῷ. Τοὐναντίον μὲν γὰρ ὁ τῆς εὐχῆς ἀπαιτεῖ λόγος. Τοῦτο
γάρ ἐστι τὸ ποιοῦν τὴν εὐχὴν τοῖς εὐχομένοις τὸ μὴ θαρρεῖν (5)
ἑαυτοῖς περὶ τῶν ζητουμένων, ἀλλὰ παρὰ τῷ Θεῷ μόνῳ
πιστεύειν εὑρήσειν αὐτά. Καὶ τοῦτο βοᾷ ὁ εὐχόμενος, δι᾿ ὧν
ἑαυτὸν ἀφείς, εἰς τὸν Θεὸν καταφεύγει, ὡς τῆς ἑαυτοῦ κατέγνω
δυνάμεως καὶ διὰ τοῦτο τῷ Θεῷ πᾶν ἐπιτρέπει. Οὐκ
ἐμόν, φησί, τοῦτο οὐδὲ τῆς ἐμῆς ἰσχύος, ἀλλὰ σοῦ δεῖται καὶ (10)
σοὶ τὸ πᾶν ἀνατίθημι.
(6.) Καὶ μάλισθ᾿ ὅταν τὰ ὑπὲρ φύσιν καὶ πάντα νικῶντα
λόγον εὐχώμεθα, οἷα τὰ τῶν μυστηρίων. Τότε γὰρ τῷ Θεῷ
μόνῳ θαρρεῖν τοὺς εὐχομένους πᾶσα ἀνάγκη. Ταῦτα γὰρ οὔτε @1
ἐνθυμηθῆναι δυνατὸν ἦν ἄνθρωπον μὴ τοῦ Θεοῦ διδάξαντος,
οὔτε ἐπιθυμῆσαι μὴ ἐκείνου παραινέσαντος· οὔτε προσδοκῆσαι (5)
λαβεῖν μὴ <παρὰ> τοῦ ἀψευδοῦς τοῦτο ἐλπίσαντος. Ὥστε
οὐδὲ εὔξασθαι περὶ τούτων ἐτόλμησεν ἂν οὐδείς, εἰ μή· αὐτὸς
ἔδειξεν ἀσφαλῶς ὡς ἄρα αἰτεῖσθαι ταῦτα βούλεται καὶ χορη-
γεῖν τοῖς αἰτοῦσιν ἑτοίμως ἔχει. Διὰ τοῦτο οὐδὲ ἀμφίβολος
ἐνταῦθα ἡ εὐχὴ οὐδὲ τὸ πέρας ἄδηλον ἔχει, αὐτοῦ τοῦ δοῦναι (10)
Κυρίου διὰ πάντων δείξαντος ὅτι βούλεται δοῦναι.
(7.) Διὰ τοῦτο τῶν μυστηρίων τὸν ἁγιασμὸν τῇ εὐχῇ τοῦἱερέως πιστεύομεν, οὐχ ὡς ἀνθρωπίνῃ τινὶ ἀλλ᾿ ὡς Θεοῦδυνάμει θαρροῦντες. Οὐ γὰρ διὰ τὸν εὐχόμενον ἄνθρωπον,ἀλλὰ διὰ τὸν ἐπακούοντα Θεόν· οὐδ᾿ ὅτι ἐκεῖνος ἐδεήθη, ἀλλ᾿ὅτι ἡ ἀλήθεια ἐπηγγείλατο δώσειν. (5)
(8.) Ὅτι δὲ ὁ Χριστὸς ἔδειξεν ὡς ταύτην ἀεὶ βούλεται
διδόναι τὴν χάριν ἡμῖν, οὐδὲ λόγου δεῖται. Διὰ τοῦτο γὰρ εἰς
διδόναι τὴν χάριν ἡμῖν, οὐδὲ λόγου δεῖται. Διὰ τοῦτο γὰρ εἰς
τὴν γῆν ἦλθε καὶ ἐτύθη καὶ ἀπέθανε. Διὰ τοῦτο θυσιαστήρια
καὶ ἱερεῖς καὶ πᾶσα κάθαρσις καὶ πᾶσαι ἐντολαὶ καὶ διδασκα-
λίαι καὶ παραινέσεις, ἵνα τὴν τράπεζαν παραθῇ ταύτην (5)
ἡμῖν. Διὰ τοῦτο καὶ τοῦ Πάσχα ἐπιθυμῆσαι ἔλεγεν ἐκείνου,
ὅτι τοῦτο ἔμελλε τηνικαῦτα παραδιδόναι τὸ ἀληθινὸν Πάσχα
τοῖς μαθηταῖς· διὰ τοῦτο ἐκέλευσε· «Τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν», ὅτι τοῦτο βούλεται ἱερουργεῖσθαι ἀεὶ παρ᾿
ἡμῶν. (10)
(9.) Τίς οὖν ἔτι περὶ τοῦ ζητουμένου τοῖς εὐχομένοις ἀμφι-
βολία γένοιτ᾿ ἄν, εἰ λήψονται ὃ δέονται μὲν οὗτοι λαβεῖν, ὁ δὲ
δοῦναι δυνάμενος διδόναι ἐπιθυμεῖ;
(10.) Οὕτως οἱ τὸν ἁγιασμὸν τῶν δώρων τῇ εὐχῇ πιστεύοντες
οὔτε τοῦ Σωτῆρος τὰς φωνὰς περιορῶσιν, οὔτε ἑαυτοῖς θαρ-
ροῦσιν, οὔτε ἀμφιβόλου πράγματος τὸ μυστήριον ἐξαρ- @1
τῶσι τῆς ἀνθρωπίνης εὐχῆς, ὡς οἱ Λατῖνοι μάτην ἡμῖν
ἐγκαλοῦσιν. (5)
(11.) Ἐπεὶ καὶ τὸ πανάγιον μύρον, ὃ τῇ θείᾳ κοινωνίᾳ
ὁ μακάριος Διονύσιός φησιν «ὁμοταγὴς» εἶναι, τῇ εὐχῇ
τελεῖται καὶ ἁγιάζεται. Καὶ ὡς εἴη τελεστικὸν καὶ ἁγιαστι-
κόν, οὐδεμία τοῖς εὐσεβέσιν ἀμφιβολία.
(12.) Καὶ ἡ τοῦ ἱερέως χειροτονία καὶ ἡ τοῦ ἀρχιερέως τὸν
ἴσον τρόπον διὰ τῆς εὐχῆς ἱερουργεῖται. «Εὐξώμεθα γάρ,
φησίν, ὑπὲρ αὐτοῦ, ἵνα ἔλθῃ ἐπ᾿ αὐτὸν ἡ χάρις τοῦ παναγίου
Πνεύματος», μετὰ τὴν ἐπίθεσιν τῆς χειρὸς ὁ χειροτονῶν πρὸς
τὸν κλῆρον βοᾷ. Καὶ ἐν τῇ τῶν Λατίνων δὲ Ἐκκλησίᾳ (5)
τελουμένῃ χειροτονίᾳ τοῦ ἀρχιερέως, μετὰ τὸ ἐπιχέαι τὸ
μύρον ἐπὶ τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ὁ τελῶν εὔχεται
τὴν χάριν τοῦ ἁγίου Πνεύματος πλουσίαν ἐπ᾿ αὐτὸν κατελθεῖν.
(13.) Καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διὰ τῆς εὐχῆς
τῶν ἱερέων δίδοται.
(13.) Καὶ ἄφεσις ἁμαρτιῶν τοῖς μετανοοῦσι διὰ τῆς εὐχῆς
τῶν ἱερέων δίδοται.
(14.) Καὶ τὸ τελευταῖον τοῦ ἐλαίου μυστήριον ὡσαύτως
ἡ τῶν ἱερέων εὐχὴ τελεσιουργεῖ· ὃ καὶ ἴασιν σωματικῆς νόσου
καὶ ἄφεσιν ἁμαρτιῶν τοῖς τελουμένοις δύναται, ὡς ἡ ἀπο-
στολικὴ παράδοσις ἔχει· «Ἀσθενεῖ γάρ τις ἐν ὑμῖν, φησί,
προσκαλεσάτω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας καὶ προ- (5)
σευξάσθωσαν ὑπὲρ αὐτοῦ, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ
ὀνόματι τοῦ Κυρίου, καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν
κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κἂν ἁμαρτίας ᾖ πεποιη-
κώς, ἀφεθήσεται αὐτῷ.»
(15.) Οἱ τοίνυν τὴν εὐχὴν ἐν τοῖς μυστηρίοις ἀποδοκιμά-
ζοντες πρὸς ταῦτα τί ἐροῦσιν; @1
(16.) Εἰ γὰρ ἄδηλον τὸ παρὰ τῶν εὐχῶν, ὡς αὐτοὶ λέγουσιν,
ἄδηλον μὲν ὁ ἱερεύς, εἰ τοῦτο ἔστιν ὃ καλεῖται· ἄδηλον δὲ τὸ
μύρον, εἰ δύναται ἁγιάζειν· καὶ οὕτως οὐδὲ τὸ μυστήριον
συνεστάναι δύναται τῆς ἱερᾶς κοινωνίας οὔτε ἱερέως ἀληθῶς
ὄντος οὔτε θυσιαστηρίου. Οὔτε γὰρ παρὰ ἰδιώτου λεγόμενον (5)
τὸν τοῦ Κυρίου λόγον τελεσιουργὸν εἶναι φαῖεν ἂν οὐδ᾿ αὐτοί,
οὔτε χωρὶς θυσιαστηρίου.
(17.) Καὶ γὰρ καὶ τὸ θυσιαστήριον ἐν ᾧ δεῖ τιθέναι τὸν ἄρτον
τῷ μύρῳ ἁγιάζεται, ὃ δὴ μύρον διὰ τῶν εὐχῶν τελεσιουρ-
γεῖται.
(18.) Ἔτι δὲ ἁμαρτιῶν ἄφεσιν τίς ἡμῖν δώσει βεβαίως, τῶν
ἱερέων καὶ τῆς αὐτῶν δεήσεως ἀμφιβαλλομένων;
(19.) Καὶ οὐδὲν ὅλως ἄλλο λοιπὸν ἢ πάντα τὸν Χριστια-
νισμὸν ἐκ μέσου ποιῆσαι, ταῖς καινοτομίαις ἀκολουθοῦντας
αὐτῶν. Φαίνεται τοίνυν ὡς ἐκείνοις μᾶλλον εἰ ταῦτα ἀξιοῦσιν
ἐν ἀμφιβόλῳ κεῖται τὰ τῆς ἀρετῆς, καὶ πολὺν ἔχει τὸ πρᾶγμα
κίνδυνον ἀλλότρια τῶν πατρικῶν παραδόσεων καὶ τῆς ἐν (5)
αὐταῖς ἀσφαλείας ἐπινοοῦσιν.
κίνδυνον ἀλλότρια τῶν πατρικῶν παραδόσεων καὶ τῆς ἐν (5)
αὐταῖς ἀσφαλείας ἐπινοοῦσιν.
(20.) Ὅτι μὲν γὰρ εὐχομένοις ὁ Θεὸς ἐπινεύει καὶ δίδωσι
Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν καὶ οὐδὲν ἀδυνατεῖ τοῖς
μετὰ πίστεως αὐτοῦ δεομένοις, αὐτὸς εἶπεν ὁ Θεὸς καὶ
οὐδεμία μηχανὴ μὴ ταῦτα ἀληθῆ εἶναι. Ὅτι δὲ διηγουμένοις
ὁτιοῦν τῶν λογίων συμβαίνει τι τοιοῦτον, οὐδαμοῦ λέγεται. @1 (5)
(21.) Καὶ τὸ μὲν εὐχῇ τὰ μυστικὰ τελεῖν οἱ Πατέρες παρέ-
δοσαν, ἀπὸ τῶν ἀποστόλων καὶ τῶν ἐκείνους ἐκδεξαμένων
παραλαβόντες· τά τε ἄλλα, καθάπερ ἔφην, καὶ τὴν ἱερὰν
εὐχαριστίαν μετὰ πολλοὺς ἄλλους καὶ Βασίλειος ὁ μέγας καὶ
Ἰωάννης ὁ Χρυσόστομος, οἱ μεγάλοι τῆς Ἐκκλησίας διδάσκα- (5)
λοι· οἷς τοὺς ἀντιλέγοντας οὐδὲ λόγου τινὸς ἀξιοῦν χρῆ τοὺς
εὐσεβεῖν βουλομένους.
(22.) Τὸν δὲ τοῦ Κυρίου περὶ τῶν μυστηρίων λόγον, ἐν
εἴδει διηγήσεως λεγόμενον, πρὸς ἁγιασμὸν τῶν δώρων
ἀρκεῖν οὐδεὶς οὔτε τῶν ἀποστόλων οὔτε τῶν διδασκάλων
εἰπὼν φαίνεται· ἀλλ᾿ ὅτι μὲν ἅπαξ ὑπὸ τοῦ Κυρίου ῥηθεὶς
αὐτῷ τῷ ὑπ᾿ ἐκείνου ῥηθῆναι καθάπερ ὁ δημιουργικὸς λόγος (5)
ἀεὶ ἐνεργεῖ, καὶ ὁ μακάριός φησι Ἰωάννης. Ὅτι δὲ νῦν ὑπὸ
τοῦ ἱερέως λεγόμενος διὰ τὸ ὑπ᾿ ἐκείνου λέγεσθαι τοῦτο δύνα-
ται, οὐδαμόθεν ἔστι μαθεῖν· ἐπεὶ οὐδ᾿ αὐτὸς ὁ δημιουργικὸς
λόγος ἐνεργεῖ, ὅτι ἐφ᾿ ἑκάστῳ τῶν γινομένων ὑπό τινος ἀνθρώ-
που λέγεται, ἀλλ᾿ ὅτι ἐστὶν ἅπαξ ὑπὸ τοῦ Θεοῦ εἰρημένος. (10)
Συνεχίζεται
ΣΧΟΛΙΟ: Σ' αυτό ακριβώς τό Μυστήριο τής ευχής σκοντάφτουν καί οι αποτειχισμένοι, παλαιοί καί νέοι, ακολουθώντας τήν παπική κακοδοξία.
Αμέθυστος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου