61:1-10a 61:1-10a Πνεῦµα Κυρίου ἐπ᾿ ἐµέ, οὗ ἕνεκεν ἔχρισέ µε, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ µε, ἰάσασθαι τοὺς συντετριµµένους τὴν καρδίαν, κηρύξαι αἰχµαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡµέραν ἀνταποδόσεως τῷ Θεῷ ἡµῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειµµα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύµατος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευµα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδοµήσουσιν ἐρήµους αἰωνίους, ἐξηρηµωµένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήµους, ἐξηρηµωµένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιµαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀµπελουργοὶ ὑµῶν. Ὑµεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡµῶν. Ῥηθήσεται ὑµῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυµασθήσεσθε, ἀντί της αἰσχύνης ὑµῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ µερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονοµήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰµι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ µισῶν ἁρπάγµατα ἐξ ἀδικίας· καὶ δώσω τὸν µόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσοµαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρµα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν µέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρµα εὐλογηµένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον
Λευϊτικοῦ τὸ ἀνάγνωσµα
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγµασί µου πορεύησθε, καὶ τὰς ἐντολάς µου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήµατα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑµῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑµῶν εἰς πλησµονήν, καὶ κατοικήσετε µετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑµῶν, καὶ οὐκ ἔσται ὑµᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑµῶν, καὶ πόλεµος οὐ διελεύσεται διὰ τῆς γῆς ὑµῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑµῶν ἐνώπιον ὑµῶν, καὶ διώξονται ἐξ ὑµῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑµῶν διώξονται µυριάδας. Καὶ ἐπιβλέψω ἐφ' ὑµᾶς, καὶ εὐλογήσω ὑµᾶς, καὶ αὐξανῶ ὑµᾶς, καὶ πληθυνῶ ὑµᾶς, καὶ στήσω τὴν διαθήκην µου µεθ' ὑµῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή µου ὑµᾶς, καὶ ἐµπεριπατήσω ἐν ὑµῖν, καὶ ἔσοµαι ὑµῶν Θεός, καὶ ὑµεῖς ἔσεσθέ µοι λαός. Ἐὰν δὲ µὴ εἰσακούσητέ µου, µηδὲ ποιήσητε τὰ προστάγµατά µου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίµασί µου προσοχθήσῃ ἡ ψυχὴ ὑµῶν, ὥς τε ὑµᾶς µὴ ποιεῖν πάσας τὰς ἐντολάς µου, καὶ ἐγὼ ποιήσω οὕτως ὑµῖν. Ἐπιστήσω ἐφ' ὑµᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρµατα ὑµῶν, καὶ ἔδονται τοὺς πόνους ὑµῶν οἱ ὑπεναντίοι ὑµῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν µου ἐφ' ὑµᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑµῶν, καὶ διώξονται ὑµᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑµᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑµῶν· καὶ θήσω τὸν οὐρανὸν ὑµῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑµῶν, καὶ ἡ γῆ ὑµῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ' ὑµᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑµῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑµᾶς ἐπιπορευοµένη µάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑµῶν ἔρηµος καὶ αἱ ἐπαύλεις ὑµῶν ἔσονται ἔρηµοι· ὅτι ὑµεῖς ἐπορεύθητε πρὸς µὲ πλάγιοι, κἀγὼ πορεύσοµαι πρὸς ὑµᾶς ἐν θυµῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολοµῶντος τὸ ἀνάγνωσµα.
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίµιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθµῷ ἐτῶν µεµέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόµενος, ἠγαπήθη, καὶ ζῶν µεταξὺ ἁµαρτωλῶν, µετετέθη. Ἡρπάγη, µὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀµαυροῖ τὰ καλά, καὶ ῥεµβασµὸς ἐπιθυµίας µεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους µακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ µέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ µὴ νοήσαντες, µηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου