Παρασκευή, 28 Ιουνίου 2019

Πέτρος και Παύλος


Τί δὲ καὶ πρὸς Πέτρον ἐροῦμεν; τὸ γλυκὺ τῆς Ἐκκλησίας θέαμα, ἡ λαμπηδὼν τῆς οἰκουμένης, ἡ πρόαγνος περιστερὰ, ὁ καθηγητὴς τῶν ἀποστόλων, ὁ θερμὸς ἀπόστολος; ὁ ζέων τῷ Πνεύματι, ὁ ἄγγελος καὶ ἄνθρωπος, ὁ χάριτος μεμεστωμένος, ἡ στερεὰ τῆς πίστεως πέτρα, τὸ γηραλέον τῆς Ἐκκλησίας φρόνημα, ὁ μακάριος καὶ υἱὸς περιστερᾶς ἀκούσας διὰ τὴν ἁγνείαν ἐκ τοῦ Δεσποτικοῦ στόματος, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐξ αὐτοῦ τοῦ Κυρίου εἰληφώς. Τῶν ἀγγέλων τὰ τάγματα ὑμεῖς ἐσυλήσατε. Καὶ τί πολλὰ λέγω; Αὐτὸς ὁ Κύριος ἐγκωμιάζει ὑμᾶς, λέγων· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οἱ βασιλέων εὐπορώτεροι, οἱ πλουσίων δυνατώτεροι, οἱ στρατιωτῶν ἰσχυρότεροι, οἱ σοφῶν καὶ φιλοσόφων σοφώτεροι, οἱ ῥητόρων εὐγλωττότεροι, Οἱ μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες· τῶν μὲν ἄνω τὰς κλεῖς εἰληφότες, τῶν δὲ κάτω λύειν καὶ δεσμοῦν τὰς ἁμαρτίας ἐξουσίαν ἔχοντες. Ὢ τοῦ ἰδιώτου τὸ θαῦμα! ὢ τοῦ ἀγραμμάτου ἡ σοφία! Πέτρος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ παραλυτικοὺς σφίγγων, καὶ θάνατον λύων· Παῦλος, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ νοσήματα ἐκδιώκων, καὶ δαίμονας φυγαδεύων· οἱ εἰς μέσον τὴν μητέρα τοῦ Κυρίου ἔχοντες, καὶ κρείττους πνεύματος δικαίου ὑπάρχοντες· Παῦλος ἡ ἄπαυστος χελιδὼν τῆς Ἐκκλησίας· Πέτρος ὁ διηνεκῶς τῇ οἰκουμένῃ, καθάπερ ἀηδὼν, λυρίζων ἀπαύστως· οἱ στῦλοι τῆς Ἐκκλησίας, οἱ μεγάλοι τῆς οἰκουμένης φωστῆρες, οἱ κρείττους ἀλλήλων, καὶ ἀμείνους πάσης ὁμοῦ τῆς κτίσεως. Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα· χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα· χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας· χαίροις, Παῦλε, ἡ μέριμνα τῶν Ἐκκλησιῶν· χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης· χαίροις Παῦλε, ἡ εἴσοδος τοῦ παραδείσου· χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν· χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων· χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ἀξιωθεὶς ὑπὸ τοῦ Κυρίου· χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων· χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ ἁγίῳ· χαίροις Παῦλε, ὁ εὔτονος δρομεύς· οἱ τὴν ὑφήλιον ἅπασαν τῷ κηρύγματι τῷ ἁγίῳ φωτίσαντες, οἱ μυρία δεινὰ διὰ τὴν Ἐκκλησίαν ὑπομείναντες, ἐν φυλακαῖς κατακλειόμενοι, ὑπὸ Ἰουδαίων βδελυττόμενοι, ὑπὸ βαρβάρων συρόμενοι, ὑπὸ βασιλέων αἰκιζόμενοι, οἱ ἀναπνεῖν εὐχερῶς μὴ συγχωρούμενοι, καὶ παύσασθαι μὴ ἀνεχόμενοι τῆς διδασκαλίας· οἱ μέλος τοῦ σώματος κινῆσαι μὴ δυνάμενοι, διὰ τὸ βάρος τῶν δεσμῶν, καὶ πᾶσαν τὴν οἰκουμένην δεδεμένην τῇ ἁμαρτίᾳ δι’ ἐπιστολῶν λύοντες.

ιω. του χρυσοστόμου,λόγος εις τους κορυφαίους των αποστόλων πέτρον και παύλον

Read more: http://iereasanatolikisekklisias.blogspot.com/2019/06/blog-post_28.html#ixzz5s7zbJd00

1 σχόλιο:

χαλαρωσε είπε...

https://tasthyras.wordpress.com/2019/06/27/%ce%b1%cf%80%cf%8c%cf%83%cf%84%ce%bf%ce%bb%ce%bf%cf%82-%cf%80%ce%ad%cf%84%cf%81%ce%bf%cf%82-%ce%bf-%ce%ba%ce%bf%cf%81%cf%85%cf%86%ce%b1%ce%af%ce%bf%cf%82-%ce%bc%ce%b1%ce%b8%ce%b7%cf%84%ce%ae%cf%82/#more-3295

ΑΥΤΑ ΠΟΥ ΛΕΕΙ Ο ΣΚΟΤΖΟΣ ΔΕΝ ΙΣΧΥΟΥΝ. ΟΛΟΙ ΞΕΡΟΥΝ ΟΤΙ Ο ΑΠΟΣΤΟΛΟΣ ΔΕΝ ΒΡΕΘΗΚΕ ΣΤΗ ΡΩΜΗ.
ΑΝΗΜΕΡΑ ΤΗΣ ΕΟΡΤΗΣ ΜΗΝ ΛΕΜΕ ΟΤΙ ΝΑΝΑΙ.

Related Posts Plugin for WordPress, Blogger...