Συνέχεια από: Πέμπτη, 4 Μαρτίου 2021
ΛΙΝΟΣ Γ, ΜΠΕΝΑΚΗΣ, ᾿Αθῆναι
ΧΡΟΝΟΣ ΚΑΙ ΑΙΩΝ
ΑΝΤΙΠΑΡΑΘΕΣΗ ΕΛΛΗΝΙΚΗΣ ΚΑΙ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΔΙΔΑΣΚΑΛΙΑΣ ΣΤΟ ΑΝΈΚΔΟΤΟ ΕΡΓO ΤΟΥ ΜΙΧΑHΛ ΨΕΛΛΟΥ
Τὸ ἐνδιαφέρον τοῦ Ψελλοῦ γιὰ τὴ διδασκαλία τοῦ Γρηγορίου Ναζιανζηνοῦ μαρτυρεῖται μὲ τὴ συστηματικὴ ἀνάλυση καὶ κατάφαση πολλῶν θεολογικῶν καὶ φιλοσοφικῶν θέσεων, διάσπαρτων στὰ κείμενα τοῦ Καππαδόκη Πατρὸς τῆς Ἐκκλησίας, τὸν ὁποῖο ὁ βυζαντινὸς φιλόσοφος ἐθαύμαζε ἰδιαίτερα9. Στὴ Συλλογὴ 125 ἀνέκδοτων μικρῶν διδακτικῶν κειμένων τοῦ Ψελλοῦ, ποὺ διασώζει κυρίως ὁ πολύτιμος cod. Parisinus gr. 1182 (13ου αἱ.) καὶ ποὺ ἔχει τὸν χαρακτήρα ἑρμηνείας δυσχερῶν χωρίων τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, καθὼς καὶ κειμένων τοῦ Μεγάλου Βασιλείου, τοῦ Γρηγορίου Ναζιανζηνοῦ, τοῦ Ἰωάννου τῆς Κλίμακος κ.ἄ.10, τρία κείμενα τοῦ Ψελλοῦ ἔχουν θέμα τους τὴν προβληματικὴ τοῦ χρόνου καὶ τοῦ αἰῶνος. Τὰ δύο ἀφετηρία τοὺς ἔχουν τὸν ὁρισμὸ τοῦ Γρηγορίου στὸν Λόγο Εἰς τὰ Θεοφάνια11 (= Εἰς τὸ ἅγιον Πάσχα), ἑνῶ τὸ τρίτο τὸ «διαλεκτικὸ» ἐρώτημα τοῦ ἰδίου «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» στὸν Α΄ Λόγο Περὶ Υἱοῦ (ὅπου καὶ πάλι στοιχεῖα τοῦ ὁρισμοῦ τοῦ αἰῶνος).
᾿Αναλυτικότερα τὰ ἀνέκδοτα κείμενα τοῦ Μιχαὴλ Ψελλοῦ μὲ θέμα τὸν χρόνο καὶ τὸν αἰώνα εἶναι τὰ ἑξῆς:
1. ιζ΄ Εἰς τὸ «αἰών γὰρ οὔτε χρόνος οὔτε χρόνου τι μέρος».
(cod.Paris. gr. 1182, f. 10v-11v. Ἄρχ. Παντάπασί μοι δοκεῖ ὁ μέγας οὗτος πατὴρ ἐν τῷ περὶ τοῦ αἰῶνος λόγῳ... Στοιχεῖα τοῦ ὁρισμοῦ διάσπαρτα στὸ κείμενο).
2. ρξ΄ Περὶ αἰῶνος καὶ χρόνου.
(cod.Paris. gr. 1182, f. 272r-273r. Ἄρχ. Ὁ ἡμεδαπὸς Θεολόγος Γρηγόριος τὸν αἰῶνα ὅ,τι ποτέ ἐστιν ὁριζόμενος... Στοὺς στίχ. 272,1-3 ὁ ὁρισμὸς τοῦ Γρηγορίου κατὰ λέξη: αἰὼν γάρ... κίνημα καὶ διάστημα).
3. ρϟς΄ ᾽Εκ τοῦ Περὶ Υἱοῦ πρώτου λόγου· εἰς τὸ ὁ «χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ».
(cod.Paris. gr. 1182, f. 300r-v. Ἄρχ. Θρυλλούμενόν ἔστιν ἀνὰ τὰς ἁπάντων γλώττας τουτὶ τὸ ἐρώτημα...).
H ἔκδοση τῶν κειμένων ποὺ ἀκολουθεῖ12 δὲν εἶναι κριτικὴ καὶ ὁριστική, ἐπειδὴ κατὰ πρῶτο λόγο δὲν ἔχει ἐξαντληθεῖ η ἔρευνα γιὰ παράλληλη παράδοσή τοὺς ἀπὸ ἄλλους κώδικες13. Κρίνεται ὡστόσο ἀναγκαία, καὶ γιατὶ η ἔκθεση τῆς διδασκαλίας τῶν Γρηγορίου/Ψελλού γιὰ τὸν χρόνο καὶ τὸν αἰώνα σὲ ἀντιδιαστολὴ πρὸς τὴ διδασκαλία τῶν «Ἑλλήνων σοφῶν» χωρὶς τὸ συνεχὲς κείμενο τοῦ βυζαντινοῦ φιλοσόφου θὰ ἀποδυναμωνόταν αἰσθητά, καὶ γιατὶ τὰ ἔργα αὐτά, καθὼς καὶ τὰ ἤδη γνωστὰ μὲ τὸ ἴδιο θέμα14, παρουσιάζουν μεγάλο ἐνδιαφέρον καὶ καθεαυτά. Ὃ ἀναγκαῖος σχολιασμὸς γίνεται στὶς Σημειώσεις καὶ τὰ τελικὰ συμπεράσματα διατυπώνονται στὸ τελευταῖο μέρος τοῦ μελετήματος.
<Τοῦ ὑπάτου τῶν φιλοσόφων Μιχαὴλ Ψελλοῦ>
1. Εἰς τὸ «αἰὼν γὰρ οὔτε χρόνος οὔτε χρόνου τι μέρος»
Παντάπασί μοι δοκεῖ ὁ μέγας οὗτος πατὴρ ἐν τῷ περὶ τοῦ αἰῶνος καὶ χρόνου λόγῳ15 τοῖς πρὸ αὐτοῦ ἐναντιοῦσθαι σοφοῖς, οὐχ ὡς μὴ ὡμιληκὼς τοῖς ἐκείνων συγγράμμασιν, ἀλλ᾽ ὡς μὴ τοῖς δόγμασιν αὐτῶν ἀρεσκόμενος· τίς γὰρ ἄλλος οὕτως τὰ Πορφυρίου ἀνέγνωκε καὶ διέπτυσεν, ὧν καὶ πολλαχοῦ τῶν αὐτοῦ λόγων μνημονεύων δῆλος ἐστι, τίς δ᾽ οὕτως τοῖς Ἀριστοτέλους καὶ Πλάτωνος λόγοις διῄτησε καὶ τὴν δέουσαν ἑκάστῳ ψῆφον ἐπήνεγκεν; ἀλλ᾽ οὐ τὸ τῶν πολλῶν πέπονθεν, οἵ μὴ ἔχοντες ἴδιον κριτήριον τῆς οἰκείας ψυχῆς μηδὲ τὰ τῶν ἄλλων δοκιμάζειν ἰσχύοντες γεννᾶν τε καὶ ἀφ᾽ ἑαυτῶν, εἴ πη δύναιντο, ἀλογίστως ἅμα καὶ ἀμαθῶς τοῖς προηγησαμένοις ἕπονται.
Αὐτίκα τοίνυν ὁ μὲν Ἀριστοτέλης ἀγέννητον εἶναι τὸν χρόνον ἐν τοῖς Φυσικοῖς16 ἀποδείκνυσι, τοῖς χρονικοῖς ἐπιρρήμασι τὸ ἀΐδιον αὐτοῦ τεκμαιρόμενος καὶ φληνάφοις τισὶν ἀναλύσεσιν, οὐσίαν τε αὐτῷ δίδωσι τὸ πρότερον καὶ τὸ ὕστερον17, τοῦτο τάχα οὐ κακῶς. Πλάτων δὲ καλῶς γε ποιῶν μετὰ τοῦ οὐρανοῦ τοῦτον γεννᾷ18· δεῖ γὰρ μετὰ κινήσεως εἶναι, κίνησις δὲ ἦν μεγέθους μὴ ὄντος· ἀκινήτων δὲ τῶν εἰδῶν ὄντων πῶς ἂν εἴη ὃ χρόνος; δεῖ οὖν τῇ μὲν κινήσει τὸν χρόνον παραμετρεῖν, τῷ ἀκινήτῳ δὲ τὸν αἰῶνα. Πλὴν τοσοῦτον καὶ περὶ τούτων διασταλτέον, ὡς τοῖς πάλαι φιλοσόφοις ἔδοξεν, ὅτι μόνῃ τῇ κύκλῳ κινήσει19 ἡ τοῦ αἰῶνος ἀπομεμέρισται ἕννοια· τέλεια γὰρ τὰ γιγνόμενα, τοιοῦτος δὲ ὁ αἰών.
Ὁ δὲ Φοίνιξ Πορφύριος20 καὶ ὁ πρὸ ἐκείνου τῇ φιλοσοφίᾳ ἐμπρέψας Πλωτῖνος21 καινόν τινα λόγον περὶ αἰῶνος ἀποδεδώκασιν· ἀκινήτοις γὰρ καὶ ἀδιαστάτοις τοῦτον παρεσχηκότες εἴδεσιν, ἀκίνητον πάντη καὶ ἀδιάστατον ἀποδεδώκασιν ἀπὸ τοῦ ἀεὶ εἶναι εὐσήμως ἐτυμολογήσαντες. Ὥσπερ γάρ φασι τὸ παρῳχηκὸς καὶ τὸ μέλλον ἀφῄρηται τοῦ ὑπὲρ τὴν ὕλην εἴδους, οὕτω δὴ καὶ τὸ μέτρον τούτων, ὁ αἰών, ἐπίσης τούτων ἀφέστηκε· μένει δὲ ὃ πρόσεστιν ἐνεργεῖν.
Τοῦτον οὖν τὸν λόγον οὐδ᾽ ὁπωστιοῦν ὁ μέγας οὗτος ἀνὴρ ἀποδέχεται· εἰ γὰρ τοιοῦτον ὁ αἰὼν ὡς μὴ πάντη μετρούμενος μηδέ τινα ἔχων διάστασιν, ἀμεοὴς δή που πάντως ἔστι· λείπεται οὖν ἐν σημείῳ τὰ αἰώνια συγκεκλεῖσθαι πάντα· τοιοῦτον γὰρ τὸ ἀμερές. Καὶ τοῦτο μὲν τὸ περὶ τοῦ αἰῶνος νόημα ὡς ὀνειροκριτικὸν21α καὶ ἀνυπόστατον πάντη παραιτησάμενος, αὐτὸς οἰκείαν εἰσάγει περὶ χοόνου καὶ αἰῶνος διάνοιαν22. Καὶ χρόνον μέν φησι πᾶν τὸ μετρούμενον ἡλίῳ καὶ ἄστροις διάστημα (τοῦτο γοῦν καὶ ἡμεῖς φαμεν ὡριαῖον χρόνον καὶ ἡμερήσιον, τῷ τοῦ ἡλίου δρόμῳ ἢ τῷ τῶν ἄλλων ἀστέρων τοῦτο συντεκμαιρόμενοι), αἰῶνα δὲ τὸν διεστηκότα, μὴ μέντοι γ᾽ ἑτέρων σωμάτων κινήσεσι συμμετρούμενον ἀλλ᾽ αὐτοδιάστατον ὄντα καὶ αὐτοκίνητον καὶ ταῖς ἀιδίοις φύσεσι σύμμετρον· ᾧ γὰρ οὐχ ἡλίου κίνησις ἀπομερίζει τὸ εἶναι οὐδὲ σελήνης περίοδος οὐδὲ ἄστρου τοῦδε ἢ τοῦδε φορά, οὗτος πῶς ἂν ἢ χρόνος ὃ σύμπας εἴη ἢ χρόνου τι τὸ βραχύτατον; εἰ γὰρ ὅ τε πᾶς χρόνος καὶ τὰ μέρη τούτου, ἡμέραι φημὶ καὶ νύκτες, αἷ τε περιεκτικαὶ τῶν ὡρῶν καὶ αἱ τοῖς τμήμασι τούτων περιεχόμεναι, δρόμοις φωστήρων ἀναμετροῦνται, αἰὼν δὲ τὸ (διεστηκὸς) τούτων ἐστί, πῶς οὐκ ἂν οὗτος ὅλος ἐξηλλαγμένος εἴη καὶ χρόνου καὶ τῶν τούτου μερῶν: Αἰὼν οὖν, φησίν, οὔτε χρόνος οὔτε χρόνου τι μέρος23· πῶς γὰρ ἂν τοῖς ὑπὲρ ἥλιον καὶ σωματικοῖς πᾶσαν περίοδον ἡ περὶ χρόνου προσαρμόσῃ ἔννοια; Ὃς δὲ ταῖς τῶν ἀστέρων ὑπέστη κινήσεσιν, οὐ νὺξ παρ᾽ ἐκείνοις οὐχ ἡμέρα, ἐπεὶ μηδ᾽ ἐντὸς τῆς σφαίρας εἰσίν· οἵ γε κἂν ἦσαν, ἀλλ᾽ οὐδὲ πάλιν παρεμετροῦντο τοῖς τοῦ ἡλίου κινήμασι τὴν οἰκείαν ζῶντος ζωήν, οὐδὲ ὥρα ἐαρινὴ οὐδ᾽ ἡ μετὰ τὴν ὀπώραν οὐδὲ αἱ ἐφεξῆς τούτων τροπαί· οὐ γὰρ πρόσεστι τούτοις ὁ ἥλιος ἢ ἀφίσταται, ἐπεὶ μηδὲ οἰκοῦσι τὰ τῆς γῆς κλίματα, οὐδ᾽ ὁ μὲν τὴν βόρειον ἔλαχε οἴκησιν, δὲ τὴν ἰσημερινὴν ζώνην οἰκεῖ, ὁ δὲ τοὺς πόλους κατείληφεν, οὐδὲ τοῖς μὲν ἐξῆρται τόσον ὁ βόρειος, τοῖς δὲ ἐς τὸ ἴσον μέτρον ὁ νότιος καταδέδυκεν, οὐδ᾽ οὗτοι μὲν ὑπὲρ κεφαλῆς ἀκριβῶς τὸν πόλον εἰλήχασιν ἵν᾽ ἐξάμηνος αὐτοῖς ἡ νὺξ εἴη, οἱ δὲ ἑτερόσκιοι τυγχάνουσιν ἢ ἀμφίσκιοι ἢ περίσκιοι· περὶ ἡμᾶς γὰρ ταῦτα, οἵ τῷ χρόνῳ μετρούμεθα διὰ τῶν ἡλιακῶν κινήσεων τὴν ὕπαρξιν ἔχοντες.
᾿Αλλ᾽ εἰ μὴ ταῦτα μηδὲ τοιοῦτος ὁ αἰών, τί ποτ᾽ ἂν εἴη; Οὐ σημεῖον ἀμερὲς ὁ μέγας δοκεῖ, ὡς τῷ Πορφυρίῳ δοκεῖ, οὐδ᾽ ἀδιάστατος πάντη, ἀλλ’ οἷόν τι χρονικόν, φησί, κίνημα καὶ διάστημα23. Τούτου δὲ τοῦ αἰῶνος τὴν ἔννοιαν οὐ σαφῇ πάνυ ἡμεῖς κεκτήμεθα, ὅτι μηδὲ οὕτως ἐζήσαμεν πώποτε, μηδὲ τὴν χρονικὴν φύσιν ὑπερεφωνήσαμεν· διὰ τοῦτο καὶ ἰλίγγου καὶ δίνης περὶ τὴν περίληψιν τούτου πεπλήσμεθα, ζητοῦντες ὅ,τι ποτὲ τοῦτο εἴη24. Ὁ δὲ μέγας ὑπερβὰς τὴν ὕλην καὶ ἐν θεωρίᾳ τοῦ ἀρρήτου γενόμενος καὶ τὴν ἐν Χριστῷ κεκρυμμένην κατὰ τὸν ἀπόστολον ζήσας ζωἡν25, ἐμυήθη κατ᾽ αὐτὸν τοῦτον τὸ ἀπόρρητον τοῦτο μυστήριον26 καὶ τοῖς ἄλλοις κεκρυμμένως μετέδωκε κἀν τούτῳ τοῦτον ζηλῶν· πολλαχοῦ γὰρ καὶ οὗτος τῶν αὐτοῦ φησιν ἐπιστολῶν, μυστήριον οὖν ὑμῖν ἐρῶ. Τοῦτο δέ τι μέρος τῶν ἄνω πηγῶν ἦν, ἃς δὴ ἐκεῖνος ἐξαντλήσας εἰς δύναμιν βραχείας ἡμῖν ῥανίδας ἐπιρρεῖ.
Οἷόν τι χρονικόν, φησί, κίνημα καὶ διάστημα. Μιμητὴς ἐγένετο καὶ τοῦ Πλάτωνος· κἀκεῖνος γὰρ ἐν τῷ Φαίδρῳ ψυχῆς πέρι μέλλων διαλαβεῖν, ἥτις μὲν αὕτη, φησίν, ἐν ἀπορρήτῳ κείσθω, ἔοικε δὲ ἅρματι, ὑφ᾽ ὃ ἵπποι ὑπεξεύχθησαν δύο27· οὐ ταύταις μὲν οὕτον φήσας ταῖς λέξεσι, τὴν αὐτὴν δὲ ἔννοιαν ὑπειπών. Ἵνα δὲ μὴ πάντη κωφοὶ ὧμεν τοῦ θείου τούτου νοήματος, δεδόσθω κατ᾽ ἐξουσίαν ἡμῖν αἰῶνα δημιουργῆσαι τῷ πλάσματι, ὃν ἐκεῖνος ἔγνω τῷ πράγματι. Ἀνῃρήσθω γοῦν ἡμῖν καὶ οὐρανὸς καὶ φωστῆοες καὶ πᾶσα τῶν ἀστέρων ἡ κίνησις, ἡμεῖς δέ που οἰκῶμεν τῷ πλάσματι· ἀρ᾽ οὖν οὐ πάλιν διαστατὴν ἔχομεν τὴν ζωήν; εἰ δὲ διαστατήν, πάντως καὶ μετρητὴν· ἀλλὰ τίνι μετρούμεθα; ἡλίῳ; ἀλλ᾽ οὗτος τῷ λόγῳ ἀνῄρηται· σελήνῃ; ἀλλὰ καὶ αὕτη ἀποπτᾶσα τῷ λόγῳ ἡμᾶς ᾧχετο· ἑτέρων ἀστέρων δρομήμασιν; ἀλλὰ ποῦ, τούτων πεπηγότων ἢ κινουμένων; ἐν οὐρανῷ; ἀλλὰ καὶ τοῦτον ὁ πλάστης Λόγος ἀποσφαιρίσας εἰς τὸ μὴ ὃν ἀναλέλυκεν. Ἡ γοῦν τοιαύτη κίνησις ἡμῶν καὶ ζωὴ οὔτε χρόνος ἐστὶν οὔτε χρὅνου μέρος, τῶν ποιούντων ταῦτα ἀνῃρημένων. Ἀλλ᾽ ἡμεῖς γε ἐν κινήσει καὶ διαστάσει τυγχάνομεν· τοῦτο γοῦν ἐστιν οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα28.
Εἰ μὲν οὖν ἱκανῶς, ὦ παῖδες ἐμοί, οὓς λογικῶς ὠδίνησα καὶ ἀπέτεκον, τὸν περὶ τοῦ αἰῶνος λόγον ὑμῖν ἀποδεδώκαμεν, τῷ αἰωνίῳ χάρις Θεῷ, παρ᾽ οὗ τὰ τέλεια δωρήματα πέφυκε φοιτᾶν πρὸς ἡμᾶς. Εἰ δὲ μὴ εἰς τὸ ἀκριβὲς μηδ᾽ εἰς ἄκρον αὐτὸν ἀπεξέσαμεν, συγγνώμην δοίητε· ἐν σώματι γὰρ ζῶντες καὶ ἀσώματον τὸν μέγαν τοῦτον τὴν φύσιν ὑπερβάντες τῆς ὕλης ἀδύνατοί πως ἐσμὲν ἀύλων ἐπιβατεύειν εἰλικρινῶς ἐννοιῶν. Εἰ δὲ μετρίως, καὶ οὕτως χάριν ἡμῖν, μέρος τι τῶν ἀσωμάτων σωματικοῖς λόγοις ὑμῖν ὑπογράψασιν.
Σημειώσεις
9. Ἐνδεικτικὸς καὶ ὁ Λόγος σχεδιασθεὶς πρὸς Πόθον βεστάρχην... περὶ τοῦ θεολογικοῦ χαρακτῆρος (ἔκδ. Α. Mayer. Psellos' Rede über den rhetorischen Charakter des Gregorios von Nazianz, ΒΖ 20 (1911) 27-101. Τὸ κείμενο σελ. 48-60), ὅπου καὶ ἡ δήλωση τοῦ Ψελλοῦ: ἔγωγ’ οὖν, ὁσάκις αὐτῷ ἐντυγχάνω, προσομιλῶ δὲ θαμά, προηγουμένως μὲν φιλοσοφίας ἕνεκα, παρεπομένως δὲ καὶ ψυχαγωγίας, ὥρας ἀμυθήτου πληροῦμαι καὶ χάριτος.- Ἀπό τὶς ἄλλες πολλὲς μνεῖες τοῦ Γρηγορίου στὰ κείμενα τοῦ Ψελλοῦ (ὁ μέγας ἀνήρ, ὁ θαυμάσιος ἀνήρ, ὁ μέγας τὴν θεολογίαν Γρηγόριος, κ. ἂ.) ξεχωρίζω τὴν κατάληξη στὸ μικρὸ κείμενο Τί τὸ κατ᾽ εἰκόνα καὶ τὶ τὸ καθ' ὁμοίωσιν (Kurtz – Drexl, Michaelis Pselli Scripta Minora I, Milano 1936, 411-414): μὴ σύ γε τούτῳ τῷ ἀνδρὶ (sc, τῷ ᾿Ωριγένει) θαμὰ προσομίλει, ἀλλ᾽, εἴ γε βούλοιο σαφῶς εἰδέναι τὰ θεῖα, τοῖς τοῦ Θεολόγου Γρηγορίου λόγοις μόνος γὰρ οὗτος κατ᾽ ἐμὴν δόξαν πᾶσαν σοφίαν τοῖς ἑαυτοῦ συνεισήνεγκε λόγοις καὶ κρατῆρα πᾶσιν ἑστήσατο θεοσεβείας καὶ λογιότητος, ὥστε πάντας ἀκορέστως πίνειν, ἐκεῖνον δὲ λήγειν μηδέποτε.
10. Βλ. G. Weiss, Forschungen zu den noch nicht edierten Schriften des Michael Psellos, «Βυζαντινὰ» 4 (1972) 15 ἐπ.
11. Χαρακτηριστικὴ φράση τοῦ Γρηγορίου ἀπὸ τὸν Λόγο ΛΗ΄ Εἰς τὰ Θεοφάνια (ΡG 36, 321 Β: τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα) χρησιμοποιεῖ ὁ Ψελλὸς -χωρὶς μνεία τῆς πηγῆς του- καὶ στὸ Περὶ τῶν ἰδεῶν, ἃς ὅ Πλάτων λέγει (Βλ. τὴ Σημ. 30 παρακάτω).
12. Στὴ μεταγραφὴ τῶν τριῶν κειμένων τοῦ Ψελλοῦ ἀπὸ τὸν προβληματικὸ κώδ. Paris. 1182 εἶχα τὴν πολύτιμη βοήθεια τοῦ ἔμπειρου συναδέλφου τοῦ Κέντρου Ἑρεύνῆς τοῦ Μεσαιωνικοῦ καὶ Νέου ᾿Ελληνισμοῦ τῆς ᾿Ακαδημίας ᾿Αθηνῶν κ. Γεωργίου Παπαδημητρίου. Τὸν εὐχαριστῶ θερμὰ γιὰ τὴν εὔστοχη ἀνάγνωση πολλῶν δυσχερῶν χωρίων.
13. Ἐξ ἄλλου γιὰ τὴν ἔκδοση τοῦ συνόλου τῆς Συλλογῆς τῶν 125 Ψελλικῶν κειμένων τοῦ Παρισινοῦ κώδικα -μετὰ τὴ ματαίωση τοῦ ἔργου μὲ τὸν ἀδόκητο θάνατο τοῦ P.Joannou ἐργάζεται ἀπὸ καιρὸ ξένος συνάδελφος, μὲ προοπτικὴ μάλιστα καὶ τὸ ἔργο αὐτὸ νὰ περιληφθεῖ στὸ νέο τῶν βυζαντινῶν φιλοσόφων τῆς ᾿Ακαδημίας ᾿Αθηνῶν.
14. Αὐτά εἴναι: Τὰ σύντομα κεφάλαια 102 Περὶ χρόνου καὶ 107 Περὶ αἰῶνος καὶ χρόνου τῆς Διδασκαλίας Παντοδαπῆς (ἔκδ. Westerink 1948, 57-59) καθὼς καὶ τὸ ἐκτενέστερο κείμενο Περὶ αἰῶνος, ποὺ διασώζουν οἱ κώδ. Paris. gr. 2231 (13ου αἷ.), 2087 (14ου αἷ.). Μοnac. 384 (14ου αἷ.): ἔκδ. Westerink, Παράρτημα II, ὅ.π., 102-104.
15. Πρόκειται, ὅπως εἴδαμε, γιὰ τὴν παράγρ. η΄ τοῦ Λόγου ΛΗ΄ Εἰς τὰ Θεοφάνια τοῦ Γρηγορίου Ναζιανζηνοῦ (PG 36, 320 Α-Β).
16. Θ1, 251b 10-15, 25-26. Πρβλ. τὸ 3o κείμενο τοῦ Ψελλοῦ, στίχ. 28-30, 33-34.
17. Δ11, 219b 2.
18. Τίμαιος 38 Β. Πρβλ. Ψελλὸς 3,30-33.
19. Μόνῃ τῇ κύκλῳ κινήσει... τέλεια τὰ γιγνόμενα: πρβλ. ᾿Αριστοτέλης, Φυσικὴ Θ8, 264b 28. 9, 265a 25.
20. Ἡ ἀναφορὰ τοῦ Ψελλοῦ στὸν Πορφύριο (βλ. καὶ 1.63 ὡς τῷ Πορφυρίῳ δοκεῖ), σὲ ἄμεσο μάλιστα συσχετισμὸ μὲ τὸν Πλωτῖνο, γεννᾶ τὴν ὑποψία ὅτι ὁ βυζαντινὸς φιλόσοφος εἶχε στὰ χέρια του καὶ τὰ Σχόλια τοῦ Πορφυρίου στὶς Ἐννεάδες (ἀνάλογη ὑποψία ἔχει διατυπωθεῖ σχετικὰ καὶ μὲ τὰ ἐπίσης χαμένα Σχόλια τοῦ Πορφυρίου στὴν Φυσικὴ τοῦ ᾿Αριστοτέλους: Βλ. L. Benakis, Studien zu den Aristoteles-Kommentaren des Michael Psellos, I. Ein unedierter Kommentar zur Physik des Aristoteles, AGPh 43 (1961), 233 ἐπ.). Τὸ πιθανότερο ὡστόσο εἶναι ὅτι ὁ Ψελλὸς ἀντλεῖ ἀπὸ τὸν Πρόκλο (Εἰς τὸν Τίμαιον Πλάτωνος καὶ τὸ μὴ σωζόμενο ᾿Υπόμνημα εἰς Πλωτῖνον, γιὰ τὸ ὁποῖο ἔχουμε σοβαρὲς ἐνδείξεις ὅτι τὸ ἐγνώριζε ὁ Ψελλός· βλ. L.G. Westerink, Exzerpte aus Proklos’ Enneaden-Kommentar bei Psellos ΒΖ 52 (1959)) καὶ ἀπὸ τὰ μικρὰ κείμενα τοῦ Πορφυρίου (π.χ. Ἀφορμαί πρὸς τὰ νοητὰ, ὁποὺ περὶ αἰῶνος ἡ παράγρ. 44).
21. Ἡ ἀναφορὰ στὶς Ἐννεάδες ΙΙΙ7, Περὶ αἰῶνος καὶ χρόνου, ἀπὸ ὅπου ἡ ὁρολογία, αὐθεντικὴ ἢ παραλλαγμένη. Ὅπως θὰ δοῦμε, ὁ Ψελλὸς ἐνσωματώνει στὸ 2ο κείμενο (μὲ τὸν ὁμώνυμο τίτλο) ἐκτενῆ χωρία τοῦ Πλωτίνου μὲ τὴ δήλωσῃ: ταῦτα ἐκ τῶν πλωτινείων ἀδύτων ἠρανισάμην. Πρβλ. Πορφύριος, Ἀφορμαί πρὸς τὰ νοητὰ 44 (57,21-59,12 Lamberz).
21α. Ὁ ὄρος χρησιμοποιεῖται ἀπὸ τὸν Γρηγόριο στὴν ὁμιλία ΜΕ΄ Εἰς τὸ ἅγιον Πάσχα, παράγρ. ιβ΄: τὸ μὲν ἰουδαϊκόν πως καὶ ταπεινόν, τὸ δὲ ὀνειροκριτικόν, καὶ ὁμοίως ἀμφότερα κατεγνωσμένα.
22. Ἀπό τὸν ὁρισμὸ τοῦ Γρηγορίου (βλ. παραπάνω, σελ. 400 του άρθρου ΧΡΟΝΟΣ ΚΑΙ ΑΙΩΝ) ὅσα ἀκολουθοῦν, μὲ παραλλαγὲς στὴ διατύπωση, ποὺ διαπιστώνονται εὔκολα. Στὸ στίχ. 35 ὁ ὄρος ταῖς ἀιδίοις φύσεσι (βλ. καὶ σημ. 8).
23. Αὐτούσιες ἡ πρώτη καὶ ἡ τελευταία φράση τοῦ ὁρισμοῦ τοῦ Γρηγορίου. Ἡ ἑρμηνεία τῶν κρίσιμων ὅρων τοῦ ὁρισμοῦ οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα γίνεται στοὺς στίχ. 83-93 καὶ στὸ 3ο κείμενο τοῦ Ψελλοῦ, κυρίως στίχ. 128-131, 138-141.
24. Πρβλ. ἀνάλογη δήλωση τοῦ Ψελλοῦ στὸ 3ο κείμενο. στίχ. 100 ἐπ.: τὸ περὶ τοῦ χρόνου καὶ αἰῶνος ζήτημα περιφερόμενον ἐν πολλοῖς δοκεῖ, ἀδιάκριτον μέντοιγε μέχρι τοῦ νῦν ἔστιν, οὐδέπω τυχὸν τῆς ἀρίστης διασκέψεως.
25. Βλ. Κολοσσ. 3,3 ἡ ζωὴ ἡμῶν κέκρυπται συν τῷ Χριστῷ ἔν τῷ Θεῷ.
26. Πρβλ. .Α’ Κορινθ. 2, 7 λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ.
27. Τὴν πλατωνικὴ παρομοίωση τῆς ψυχῆς μὲ ἅρμα, ποὺ τὸ ὁδηγοῦν δύο ἵπποι (Φαῖδρος 246 Β), ἑρμηνεύει ὁ Ψελλὸς στὸ μικρὸ κείμενό του ᾿Εξήγησις τῆς Πλατωνικῆς εν τῷ Φαίδρῳ διφρείας τῶν ψυχῶν καὶ στρατείας τῶν θεῶν (Scipta Minora I, 437-440), ὅπου καὶ τὸ σχετικὸ πλατωνικὸ χωρίο (430,21-431.3). Βλ. καὶ τὴν Ἐπιστολὴ 174 τοῦ Ψελλοῦ (Κ. Σάθας. Μεσ. Βιβλ. 5, 441).
28. Στὴν πρόσφατη ἔκδοση μικρῶν κειμένων τοῦ Ψελλοῦ ἀπὸ τὸν P. Gautier, Collections inconnues ou peu connues de textes pselliens «Rivista di Studi Bizantini e Slavi» I/1981 (Miscellanea Α. Pertusi 1), Bologna, σελ. 36-39, συναντοῦμε (σελ. 67-68) ἀπόσπασμα 15 στίχων τοῦ κειμένου αὑτοῦ (ιζ΄), ποὺ παραδίδεται στόν κώδ. Matritensis ΒΝ 4681, f. 164r-v μὲ τὸν εὔστοχα διαμορφωμένο ἀπὸ τὸν συλλογέα μακρὸ τίτλο: Τοῦ ὑπερτίμου κυροῦ Κωνσταντίνου Ψελλού πρὸς τοὺς μαθητάς, εἰς τό: αἰὼν ἐμοὶ οὔτε χρόνος οὔτε χρόνου τι μέρος... οἷόν τι χρονικὸν καὶ κίνημα καὶ διάστημα. Στὸ ἀπόσπασμα παρατηροῦνται ἀρκετὲς διαφορὲς (ἐσφαλμένων) γραφῶν: 77 ἐν τῷ Φαίδωνι περὶ ψυχῆς (σωστὰ ὅμως ὁ ἐκδότης παραπέμπει στὸν Φαῖδρο) 87 ἀποπτᾶσα ἡμᾶς, οἴχεται, δρόμῳ, 91 ποιητῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου