Τετάρτη 7 Απριλίου 2021

Χρόνος και Αιών - Λίνος Γ. Μπενάκης (3)

  Συνέχεια από: Σάββατο, 13 Μαρτίου 2021

ΛΙΝΟΣ Γ, ΜΠΕΝΑΚΗΣ, ᾿Αθῆναι

ΧΡΟΝΟΣ ΚΑΙ ΑΙΩΝ

ΑΝΤΙΠΑΡΑΘΕΣΗ ΕΛΛΗΝΙΚΗΣ ΚΑΙ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΔΙΔΑΣΚΑΛΙΑΣ ΣΤΟ ΑΝΈΚΔΟΤΟ ΕΡΓO ΤΟΥ ΜΙΧΑHΛ ΨΕΛΛΟΥ


2 Περὶ αἰῶνος καὶ χρόνου.

Ὁ ἡμεδαπὸς θεολόγος Γρηγόριος τὸν αἰῶνα ὅ,τι ποτέ ἐστιν ὁριζόμενος, πρῶτον μὲν φαίνεται ὃ οὐκ ἔστιν, ἀναιρῶν τὸ ὑποπτευόμενον· εἶτα δὲ τίθεται ὅπερ ἐστίν. | αἰὼν γάρ, φησί, οὔτε χρόνος οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ᾽, ὅπερ ἡμῖν ὁ χρόνος ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις αἰών, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα29.

Οἱ δέ γε τῶν Ἑλλήνων σοφοὶ30 αἰῶνα οὐ τὸ ὑποκείμενόν φασι μόνον, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου, οἷον ἐκλάμπον κατ’ αὐτὴν τὴν τοῦ ἤδη ὄντος ταυτότητα· ὃ γὰρ ἄν, φασι, «μήτε ἦν μήτε ἔσται, ἀλλ’ ἔστι μόνον», ἑστὼς ἔχον τὸ εἶναι τῷ μὴ μεταβάλλειν εἰς τὸ μέλλον31 μηδ' αὖ μεταβεβληκέναι, τοῦτό ἐστιν ὁ αἰών. ἡ τοίνυν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴ ὁμοῦ πᾶσα καὶ πλήρης καὶ ἀδιάστατος, τοῦτο, ὃ δὴ ζητοῦμεν, αἰών. Oὐ τοίνυν αἰὼν ἡ νοητὴ οὐσία οὐδὲ ἡ στάσις ἡ ἐκεῖ· ὁ γὰρ αἰὼν οὐκ ἐν στάσει μόνον, ἀλλὰ καὶ ἐν ἑνὶ καὶ ἀδιάστατος καὶ μετέχει στάσεως, οὐκ αὐτὸς δὲ στάσις ἐστίν. Oὐ τοίνυν ὁ ἕκαστον τούτων ἰδών, οἷον νοητὴν οὐσίαν, στάσιν, ἀιδιότητα, ταυτότητα, αἰῶνα εἶδεν, ἀλλ' ὁ πάντα συναγαγών, καὶ τὸ μὲν οἷον ὑποκείμενον λέγει οὐσίαν, εἶτα κίνησιν τοῦτο καθ’ ὃ ζωὴν ὁρᾷ, εἶτα στάσιν τὸ πάντῃ ὡσαύτως καὶ ἀδιαστάτως πάντη ἰδὼν, οὗτος εἶδεν αἰῶνα ζωὴν μένουσαν ἐν τῷ αὐτῷ, ἀεὶ παρὸν τὸ πᾶν ἔχουσαν, ἀλλ’ οὐ νῦν μὲν τόδε, αὖθις δὲ ἕτερον, ἀλλ' ἅμα πάντα, οἷον ἐν σημείῳ ὁμοῦ πάντων ὄντων καὶ οὔποτε εἰς ῥεῦσιν προϊόντων. ἡ τοίνυν τοῦ ὄντος παντελὴς οὐσία καὶ ὅλη, τοῦτο ἂν εἴη αἰών· αἰὼν γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος ὠνόμασται. Eἰ δὲ μὴ ἀφίσταιτό τις αὐτοῦ τῆς θέας, ἀλλὰ συνὼν εἴη τῆς φύσεως ἀγασθεὶς καὶ δυνατὸς τοῦτο πράττειν ἀτρύτῳ φύσει, δραμὼν καὶ αὐτὸς εἰς αἰῶνα ἔσται οὐκ ἀποκλίνων οὐδαμῇ, ἵν’ ᾖ ὅμοιος καὶ αἰώνιος τῷ ἐν αὐτῷ αἰῶνι τὸν αἰῶνα καὶ τὸ αἰώνιον θεώμενος. Eἰ οὖν τὸ οὕτως ἔχον αἰώνιον, τὸ μὴ ἀποκλῖνον εἰς ἑτέραν φύσιν κατὰ μηδέν, ζωὴν ἔχον, ἣν ἔχει πᾶσαν ἤδη, εἴη ἂν ἀίδιον· ἀιδιότης δὲ ἡ τοιαύτη κατάστασις τοῦ ὑποκειμένου ἐξ αὐτοῦ οὖσα καὶ ἐν αὐτῷ, αἰὼν δὲ τὸ ὑποκείμενον μετὰ τῆς τοιαύτης καταστάσεως ἐμφαινομένης. ἡ δὲ τοῦ αἰῶνος φύσις παγκάλη καὶ ἀίδιος περὶ τὸ ἓν καὶ ἀπ’ ἐκείνου καὶ πρὸς ἐκεῖνο καὶ ζῶσα κατ’ ἐκεῖνο καὶ ἐν ἐκείνῳ. Kαὶ εἴρηται τοῦτο, οἶμαι, τῷ Πλάτωνι καλῶς καὶ βαθείᾳ τῇ γνώμῃ. Οὐκ ἄρα διαστήσεις τὸν αἰῶνα οὐδὲ ἐξελίξεις οὐδὲ παρατενεῖς· ὅταν γὰρ τὸ ἀεὶ λέγωμεν περὶ τοῦ αἰῶνος, ἕνεκα τῆς σαφηνείας τὸν λόγον ποιούμεθα. ἐπεὶ τό γε ἀεὶ οὐ κυρίως κατὰ τοῦ αἰῶνος λέγοιτο, ἀλλὰ ληφθὲν εἰς δήλωσιν τοῦ ἀφθάρτου πλανᾷ τὴν ψυχὴν ὡς εἰς ἔκβασιν εἰρημένον τοῦ πλείονος. Βέλτιον οὖν οὐκ ἀεὶ ὂν τὸν αἰῶνα, ἀλλὰ μόνον ὂν λέγειν. πᾶν οὖν καὶ ὂν καὶ κατὰ πᾶν ἀνενδεὲς· καὶ οὐ ταύτῃ μὲν πλῆρες, ἄλλῃ δ' ἐλλεῖπον ἡ τοῦ αἰῶνος φύσις ἐστί.

Τοιαύτην μὲν οὖν περὶ τοῦ αἰῶνος οἱ παρ’ Ἕλλησι φιλοσοφήσαντες ἔσχον διάνοιαν. τὸν δὲ χρόνον οὔτε τὴν σύμπασαν ἔφασαν κίνησιν οὔτε τὴν τοῦ παντὸς οὔτε τὸ κινούμενον· εἰ γὰρ μὴ κίνησις τῆς σφαίρας ὁ χρόνος, σχολῇ γε ἂν ἡ σφαῖρα αὐτή. Λέγοις δ’ ἂν περὶ αὐτοῦ ὧδέ πως· ὡς πρότερον, πρὶν τὸ πρότερον δὴ τοῦτο γεννηθῆναι, ἐν τῷ ὄντι ἀνεπαύετο χρόνος· φύσεως δὲ πολυπράγμονος καὶ ἄρχειν αὐτῆς βουλομένης καὶ εἶναι αὐτῆς καὶ τὸ πλέον τοῦ παρόντος ζητεῖν ἑλομένης, ἐκινήθη μὲν καὶ αὐτή, ἐκινήθη δὲ καὶ αὐτός. Καὶ εἰς τὸ ἔπειτα ἀεὶ καὶ τὸ ὕστερον κινούμενοι, μῆκός τι τῆς πορείας ποιησάμενοι, αἰῶνος εἰκόνα τὸν χρόνον εἰργασάμεθα. ψυχὴ γὰρ ἀθρόον μὲν τὸ ὂν ὁρῶσα ἐν αἰῶνί ἐστιν, ἐξελίττουσα δὲ τὴν τοῦ ὄντος φύσιν, ὥσπερ ἐξ ἡσύχου σπέρματος, ἐχρόνωσεν οἷον αὐτήν, ἀντὶ τοῦ αἰῶνος χρόνον ποιήσασα. Καὶ κόσμον δημιουργήσασα αἰσθητὸν μιμήσει τοῦ νοητοῦ, κινούμενον κίνησιν οὐ τὴν ἐκεῖ, ὁμοίαν δὲ καὶ ἐθέλουσαν εἰκόνα ἐκείνης εἶναι, τὰς τοῦ χρόνου διεξόδους πάσας ἐν ἑαυτῇ περιέλαβεν· τὴν γὰρ ἐνέργειαν αὐτῆς παρεχομένη ἄλλην μετ' ἄλλην, εἶθ' ἑτέραν πάλιν ἐφεξῆς, ἐγέννα τε μετὰ τῆς ἐνεργείας τὸ ἐφεξῆς καὶ συμπροῄει μετὰ διανοίας ἑτέρας μετὰ τὴν πρώτην. Διάστασις οὖν ζωῆς χρόνον εἶχε καὶ τὸ πρόσω ἀεὶ τῆς ζωῆς [χρόνον ἔχει ἀεὶ] καὶ ἡ παρελθοῦσα ζωὴ χρόνον ἔχει παρεληλυθότα.

Εἰ οὖν χρόνον τις λέγοι [ψυχῆς ἐν κινήσει μεταβατικῇ] βίον ἐξ ἄλλου εἰς ἄλλον, δοκεῖ τι λέγειν· εἰ γὰρ αἰών ἐστι ζωὴ ἐν [στάσει καὶ τῷ αὐτῷ ὡσαύτως], εἰκόνα δὲ δεῖ τοῦ αἰῶνος τὸν χρόνον εἶναι, ἀντὶ μὲν κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κινήσεως μέτρον τὸν χρόνον οἰητέον, ἀντὶ δὲ ταυτότητος καὶ τοῦ ὡσαύτως καὶ μένοντος τὸ μὴ μένον ἐν ταὐτῷ, ἄλλο δὲ καὶ ἄλλο ἐνεργοῦν λογιστέον τὸν χρόνον, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸς εἴδωλον τοῦτο τὸ ἐν συνεχείᾳ ἕν, ἀντὶ δὲ ἀπείρου καὶ ὅλου τὸ εἰς ἄπειρον πρὸς τὸ ἐφεξῆς ἀεί, ἀντὶ δὲ ἀθρόου τὸ κατὰ μέρος ἐσόμενον. Δεῖ δὲ οὐκ ἔξωθεν τῆς ψυχῆς λαμβάνειν τὸν χρόνον, οὐδὲ τὸν αἰῶνα ἐκεῖ ἔξω τοῦ ὄντος, οὐδὲ παρακολούθημα οὐδ' ὕστερον, ἀλλ' ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκεῖ αἰών. Ἀρχὴ οὖν χρονικῆς κινήσεως ψυχὴ τοῦ ὄντος τῇ πολυπραγμοσύνῃ ἐκστᾶσα καὶ ἑαυτὴν πρῶτον ἰδοῦσα καὶ οἷον μετρήσασα καὶ χρόνον ἐξ ἑαυτῆς ἀπογεννήσασα. Εἰ οὖν ὑποθοίμεθα μηκέτι ἐνεργοῦσαν, ἀλλὰ παυσαμένην ταύτην τὴν ἐνέργειαν καὶ τὴν ἐνεργοῦσαν ψυχὴν ἐπιστραφεῖσαν πρὸς τὸν αἰῶνα, πέπαυται32 πάντως [τὸ χρονικὸν] μέτρον, ἀναλυθείσης τῆς κινηθείσης καὶ κινησάσης ψυχῆς εἰς τὸν τοῦ αἰῶνος βυθόν. Οὐχ ὅτι μεταπεσεῖν δεῖ ταύτην εἰς ἑτέραν φύσιν ἀντὶ τῆς ψυχῆς νοητήν, ἀλλ' ὅτι τὸ ἁρμοσθὲν πρὸς ὃ ἥρμοσε, φημὶ [δὴ] τὸν νοῦν, τῇ κοινωνίᾳ τῆς νοερᾶς φύσεως αἰώνιον ἐγεγόνει. ὁ μὲν γὰρ αἰὼν οἷον πρωτότυπον μὴ παράδειγμα, τὸ δὲ αἰώνιον δεύτερον ἐκεῖνο καὶ ἐν μετοχῇ τούτου λεγόμενον, ὥσπερ τὸ προαιώνιον πρὸ τοῦ αἰῶνός ἐστιν ἑστηκός.

Ταῦτά σοι ἐκ τῶν Πλωτινείων ἀδύτων ἠρανισάμην ἐς ὅσον οἷόν τε μετὰ τοῦ σαφοῦς ἐξαγγείλας.

Σημειώσεις

29. Λόγος ΛΗ΄ Εὶς τὰ Θεοφάνια (PG 36, 320 B) = ΜΕ΄ Eὶς τὸ ἅγιον Πάσχα (ΡG 36, 628 C).

30. Στὸ κείμενο αὐτὸ τοὺς «σοφοὺς τῶν ᾿Ἑλλήνων» ἀντιπροσωπεύει ἀποκλειστικὰ ὁ Πλωτῖνος. Ὅλα ὅσα ἀκολουθοῦν ὥς τὸ στίχο 103 ἀποτελοῦν ἀνθολόγηση τοῦ Περὶ αἰῶνος καὶ χρόνου (Ἐννεάδες ΙΙΙ 7), πραγματοποιημένη κατὰ τὸν οἰκεῖο στὸν Ψελλὸ τρόπο, μὲ ἐπιλογὴ δηλ. -καὶ ὄχι πάντοτε κατὰ τὴν τάξη τῆς πηγῆς του- τῶν βασικῶν θέσεων τοῦ φιλοσόφου καὶ μὲ ἀνασύνθεση, σὲ συντομευμένη, περιεκτικὴ καὶ συνεχὴ μορφή, τοῦ πολὺ ἐκτενέστερου προτύπου του. Βλ. τὴν ἀνάλογη περίπτωση τῆς ἀνθολόγησῆς μεγάλου τμήματος τοῦ Περὶ τοῦ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος τοῦ Πλωτίνου (Ἐννεάδες, V 9) στὸ Περὶ τῶν ἰδεῶν, ἃς ὁ Πλάτων λέγει τοῦ Ψελλοῦ (κριτικὴ ἔκδοση Λ. Μπενάκη: (Φιλοσοφία» 5-6 [1975-76] 419,55-423,96). - Ὅπως εἶναι φανερό, τὰ νέα αὑτὰ στοιχεῖα διαψεύδουν ὁριστικὰ ὅσους ἀρνήθηκαν ὥς τώρα τὴν ἄμεση γνώση τοῦ Πλωτίνου ἀπὸ τὸν Ψελλό (ἔτσι ὁ Η. R. Schwyzer RE XXI 1 [1951] 584)· βλ. ἄλλωστε τὴν μελέτη τοῦ L. G. Westerink (σημ. 20) καὶ Μ. Sicherl, Psellos und Iamblichos De mysteriis, ΒΖ 53 (1960) 18. Σημαντικὸ εἶναι ὅτι ἐδῶ ἔχουμε ρητὴ δήλωση (στίχ. 110) τοῦ Ψελλοῦ: ταῦτά σοι ἐκ τῶν πλωτινείων ἀδύτων ἠρανισάμην ἐς ὅσον οἷόν τε μετὰ τοῦ σαφοῦς ἐξαγγείλας, γι᾽ αὑτὸ καὶ δὲν ἐπιδιώκεται -ὅπως μὲ θαυμαστὴ δεξιοτεχνία στὸ Περ τῶν ἰδεῶν- ἢ ἀποφυγὴ θέσεων, ποὺ ὁ χριστιανικὸς προσανατολισμός του δὲν ἀποδέχεται. Ἢ ἀντιπαράθεση τῆς διδασκαλίας τοῦ Γρηγορίου στὴν ἑλληνικὴ ἀντίληψη τοῦ αἰῶνος γίνεται συστηματικότερα στὸ 3ο κείμενο τοῦ Ψελλοῦ.

31. Ψελλὸς μέλλον - Πλωτῖνος ἔσται. Ἄλλες διαφορᾶς. ποὺ παρουσιάζουν ἔνδιαφέρον: στίχ. 28 ῥεῦσιν - ῥύσιν, 33 ἕσται - ἔσται καὶ codd. - σταίη Κirchhoff, 35 αἰῶνι (προφανὲς λάθος) - αἰωνίῳ, 50 πλανᾷ - πλανῶ ἄν, 58 σχολᾷσχολῇ.

32. Τὰ ἀνθολογούμενα ἀποσπάσματα εἶναι βασικὰ τὰ ἑξῆς: III 7 3,24 ἐπ., 2,2/20/31 ἐπ., 3,9 ἐπ., 4,37/42, 5,7-18, 6,1 ἐπ./15/21 ἐπ./37 ἐπ., 7,19 ἐπ., 8.1/20. 11,11-20/23-62, 12,8 ἐπ., 13,28 ἐπ. (ἔκδ. Ρ. Ηenry - Η. R. Schwyzer. Plotini Opera, Paris- Bruxelles, I [1951],368-394).


Δεν υπάρχουν σχόλια: