ΜΕΡΟΣ Β΄ (i)
Τόμος συνοδικός, ἐκτεθεὶς παρὰ τῆς θείας καὶ ἱερᾶς Συνόδου, τῆς συγκροτηθείσης κατὰ τῶν φρονούντων τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου, ἐπὶ τῆς βασιλείας τῶν εὐσεβῶν καὶ ὀρθοδόξων βασιλέων ἡμῶν Καντακουζηνοῦ καὶ Παλαιολόγου (1351).
[(18-48): Πέμπτη συνεδρία. Ο αυτοκράτορας κάνει μια προσπάθεια να συμβιβάσει τους αντιτιθέμενους και να κλείσει το ζήτημα "θύραν μετανοίας ἐντεῦθεν τοῖς διαφερομένοις σοφῶς ὑπανοίγοντος". Όταν οι διαφερόμενοι αρνήθηκαν αυτή τη «θύρα μετανοίας», ἔδοξε δίκαιον Σύνοδον πάλιν ἑτέραν συγκροτηθῆναι ώστε δι' ἐξετάσεως φανερωτέραν γενέσθαι τὴν ἀλήθειαν". Πρόκειται για την πέμπτη συνεδρία, στην οποία εξετάστηκε διεξοδικότερα το ζήτημα. Αναλυτικά:
(18) Τα θέματα της τελευταίας συνεδρίας:
1. Εἰ ἔστιν ἐπὶ Θεοῦ θεοπρεπὴς διάκρισις οὐσίας καὶ ἐνεργείας.
2. Διακρίσεως ἀναφανείσης, πότερον, ἡ ἐνέργεια αὕτη κτιστή ἐστιν ἢ ἄκτιστος.
3. Εἴ γε ἄκτιστος ἀποδειχθείη ἡ θεοπρεπὴς αὕτη ἐνέργεια, πῶς ἄν τις ἐκφύγοι τὸ μὴ παρὰ τοῦτο σύνθετον τὸν Θεὸν εἶναι νομίζειν.
4. Εἴγε ἡ φωνὴ τῆς θεότητος οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας παρὰ τῶν θεολόγων ὕμνηται· καὶ ἐκ τούτου γὰρ τὴν τῆς διθεΐας ἀμορφίαν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταχέουσιν οἱ ταύτης πολέμιοι.
5. Εἴπερ οἱ θεολόγοι κατά τι τὴν οὐσίαν τῆς ἐνεργείας ὑπερκεῖσθαί φασιν.
6. ἔτι Θεοῦ μετεχομένου, πότερον κατὰ τὴν οὐσίαν ἡ μετοχὴ ἢ κατὰ τὴν ἐνέργειαν].
18. Ἡμέραι δ’ ἐξ ἐκείνου παρερρύησαν ὀλίγαι, οὕτω τοῦ γαληνότατου καὶ ἁγίου βασιλέως ἡμῶν κελεύσαντος καὶ θύραν μετανοίας ἐντεῦθεν τοῖς διαφερομένοις σοφῶς ὑπανοίγοντος. Τῶν δὲ καὶ ἔτι ἀνιάτως ἐχόντων, ἔδοξε δίκαιον Σύνοδον πάλιν ἑτέραν συγκροτηθῆναι, ὥστε δι’ ἐξετάσεως φανερωτέραν γενέσθαι περὶ τῶν προβεβλημένων τὴν τῆς εὐσεβείας ἀλήθειαν ἐκ τῶν τοῖς ἁγίοις τεθεολογημένων. Καὶ δὴ γενομένης, τῶν ἑτεροδοξούντων ἀπαντῆσαι μὴ βουληθέντων, ἀλλ’ ἀπειπόντων τοῦτο καθάπαξ, ὁ εὐσεβέστατος ἐκέλευσε βασιλεύς, πολλῶν δογματικῶν κεφαλαίων προβεβλημένων εἰς ζήτησιν, πρῶτον μὲν εἰ ἔστιν ἐπὶ Θεοῦ θεοπρεπὴς διάκρισις οὐσίας καὶ ἐνεργείας· ἔπειτα διακρίσεως ἀναφανείσης, πότερον, ἡ ἐνέργεια αὕτη κτιστή ἐστιν ἢ ἄκτιστος· τρίτον δὲ εἴ γε ἄκτιστος ἀποδειχθείη ἡ θεοπρεπὴς αὕτη ἐνέργεια, πῶς ἄν τις ἐκφύγοι τὸ μὴ παρὰ τοῦτο σύνθετον τὸν Θεὸν εἶναι νομίζειν, ὅπερ οἱ ἑτεροδοξοῦντες προφέρειν τολμῶσι τῇ τοῦ Θεοῦ Ἐκκλησία· τέταρτον δέ, εἴγε ἡ φωνὴ τῆς θεότητος οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας παρὰ τῶν θεολόγων ὕμνηται· καὶ ἐκ τούτου γὰρ τὴν τῆς διθεΐας ἀμορφίαν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταχέουσιν οἱ ταύτης πολέμιοι· πέμπτον δέ, εἴπερ οἱ θεολόγοι κατά τι τὴν οὐσίαν τῆς ἐνεργείας ὑπερκεῖσθαί φασιν, ἐπεὶ καὶ τοῦτο τοῖς ἐναντίοις ὑπὸ μέμψιν τελεῖ· καὶ λοιπὸν ἔτι Θεοῦ μετεχομένου, πότερον κατὰ τὴν οὐσίαν ἡ μετοχὴ ἢ κατὰ τὴν ἐνέργειαν. Τοσούτων προκειμένων ἡμῖν ζητημάτων ἀρτίως, οὐ χρὴ περὶ πάντων ὁμοῦ ποιεῖσθαι τοὺς λόγους· γένοιτο γὰρ ἂν οὕτως ἡ τοῦ ζητουμένου κατάληψις οὐδαμῶς ἀκριβής, οὐδὲ κατὰ τὴν ἡμετέραν πρόθεσιν, ἀλλὰ περὶ ἑκάστου ἰδίᾳ διαλαβόντες ἐφ’ ἕτερον ἤδη χωρῶμεν, ὁδηγοῖς ἀπλανέσι χρώμενοι τοῖς σεπτοῖς θεολόγοις.
Υπάρχει θεοπρεπής διάκριση ουσίας και ενεργείας ή είναι ταὐτὸν πάντῃ καὶ ἀδιάφορον; Οι αντιησυχαστές έβλεπαν πολυθεΐα σ'αυτή τη διάκριση· φοβόντουσαν τη φιλοσοφική άρνηση της θείας απλότητας. Η συνοδός προσπαθεί να καταδείξει, κάνοντας χρήση διαφόρων πατερικών χωρίων, ότι οι διαφερόμενοι εισάγουν μορφή αθεΐας στη θεολογία: ἀπεδείχθη ὅτι οἱ μὴ μετὰ τοῦ ἡνωμένου καὶ τὸ διακεκριμένον τῆς θείας οὐσίας καὶ ἐνεργείας πρεσβεύοντες ἄθεοί τέ εἰσι καὶ πολλοῖς ἑτέροις ἀτόποις ἑαυτοὺς περιβάλλουσι.
Η αθεΐα των μη δεχόμενων μετὰ τοῦ ἡνωμένου καὶ τὸ διακεκριμένον αποδεικνύεται δια της καταλλήλου προσαρμογής χωρίου του Διονυσίου Αρεοπαγίτη: Τὸ γὰρ καθόλου μηδεμίαν δύναμιν ἔχον οὔτε ἐστὶν , οὔτε τί ἐστιν , οὔτε ἐστί τις αὐτοῦ παντελῶς θέσις.
Παραθέτω ολόκληρο το σχετικό απόσπασμα του Αρεοπεγίτη προς απόδοση ολοκληρωμένου νοήματος:
Πρόεισι δὲ τὰ τῆς ἀνεκλείπτου δυνάμεως καὶ εἰς ἀνθρώπους, καὶ ζῶα, καὶ φυτά, καὶ τὴν ὅλην τοῦ παντὸς φύσιν· καὶ δυναμοῖ τὰ ἤνωμένα πρὸς τὴν ἀλλήλων φιλίαν καὶ κοινωνίαν, καὶ τὰ διακεκριμένα προς τὸ εἶναι κατὰ τὸν οἰκεῖον ἔκαστα λόγον καὶ ὅρον ἀσύγχυτα καὶ ἀσύμφυρτα· καὶ τὰς τοῦ παντὸς τάξεις καὶ εὐθυμοσύνας εἰς τὸ οἰκεῖον ἀγαθόν διασώζει, καὶ τὰς ἀθανάτους τῶν ἀγγελικῶν ἐνάδων ζωὰς ἀλωβήτους διαφυλάττει, καὶ τὰς οὐρανίας, και φωστηρικάς, καὶ ἀστρῴους οὐσίας καὶ τάξεις ἀναλλοιώτους, καὶ τὸν αἰῶνα δύνασθαι εἶναι ποιεῖ· καὶ τὰς του χρόνου περιελίξεις διακρίνει μὲν ταῖς προόδοις, συνάγει δὲ ταῖς ἀποκαταστάσεσι· καὶ τὰς τοῦ πυρος δυνάμεις ἀσβέστους ποιεῖ, καὶ τὰς τοῦ ὕδατος ἐπιῤῥοὰς ἀνεκλείπτους, καὶ τὴν ἀερίαν χύσιν ὁρίζει, καὶ τὴν γῆν ἐπ᾽ οὐδενὸς ἱδρύει, καὶ τὰς ζωογόνους αυτής ὠδῖνας ἀδιαφθόρους φυλάττει· καὶ τὴν ἐν ἀλλήλοις τῶν στοιχείων ἁρμονίαν καὶ κρᾶσιν ἀσύγχυτον καὶ ἀδιαίρετον ἀποσώζει, καὶ τὴν ψυχῆς καὶ σώματος σύνδεσιν συνέχει, καὶ τὰς τῶν φυτῶν θρεπτικὰς καὶ αὐξητικὰς δυνάμεις ἀνακινεῖ· καὶ διακρατεῖ τὰς οὐσιώδεις τῶν ὅλων δυνάμεις, καὶ τὴν τοῦ παντὸς ἀδιάλυτον μονὴν ἀσφαλίζεται, καὶ τὴν θέωσιν αὐτὴν δωρεῖται, δύναμιν εἰς τοῦτο τοῖς ἐκθεουμένοις δε παρἔχουσα· καὶ ὅλως οὐδέν ἐστι καθόλου τῶν ὄντων, τὴν παντοκρατορικὴν ἀσφάλειαν καὶ περιοχὴν τῆς θείας δυνάμεως ἀφῃρημένον. Τὸ γὰρ καθόλου μηδεμίαν δύναμιν ἔχον οὔτε ἐστὶν, οὔτε τί ἐστιν, οὔτε ἐστὶ τις αὐτοῦ παντελῶς θέσις.
20. Τοῦ δὲ θεοφόρου Δαμασκηνοῦ γράφοντος, «ἔργον μὲν θείας φύσεως ἡ προαιώνιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις», καὶ τοῦ ἁγίου Κυρίλλου, «τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν, φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν», οἱ ἀδιάφορον εἶναι λέγοντες τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ἐπειδὴ κατ’ ἐκεῖνον τῆς φύσεώς ἐστι τὸ γεννᾶν, ἔστι δὲ κατ’ αὐτοὺς ἀδιάφορον τῆς φύσεως ἡ ἐνέργεια, ἔσται κατ’ αὐτοὺς καὶ τῆς ἐνεργείας τὸ γεννᾶν καὶ οὕτω τὰ ποιήματα ἔσονται γεννήματα ἀΐδια, ὡς ἐκ τῆς θείας φύσεως ὄντα. Ἐπεὶ δὲ πάλιν τῆς ἐνεργείας ἐστὶ τὸ ποιεῖν, ἡ δὲ φύσις ἀδιάφορος τῇ ἐνεργείᾳ, κατ’ αὐτούς, τῆς φύσεως ἔσται τὸ ποιεῖν. Καὶ οὕτω κατ’ αὐτοὺς τὰ ἐκ τῆς φύσεως ἔσονται ποιήματα. Καὶ πάλιν τοῦ αὐτοῦ γράφοντος ἐν τῷ δευτέρῳ τῶν πρὸς Ἑρμείαν διαλόγων, «πρὸς δὲ τούτοις ἅπασι πεποιεῖσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικόν, καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἶδος», οἱ ταὐτὸν καὶ ἀδιάφορον οὐσίαν καὶ ἐνέργειαν εἶναι λέγοντες ἐκ τῆς τοῦ Θεοῦ οὐσίας τό τε πῦρ καὶ τὸ ὕδωρ λέγειν ἀναγκασθήσονται. Καὶ οὕτω καὶ τῆς Ἑλλήνων πλάνης χείρων ἡ νῦν κακοδοξία καθέστηκεν, εἴπερ ἐκεῖνοι μὲν τὴν λογικὴν μόνην ψυχὴν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι ἐνόμισαν, οὗτοι δέ γε καὶ τὰ ὑλικὰ δὴ ταῦτα καὶ αἰσθητὰ σώματα.
21. Ἀλλὰ καὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ, «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» εἰρηκότος, ὁ θεῖος Χρυσόστομος ἐν ὁμιλίᾳ ἑξηκοστῇ τῆς εἰς τὸ τοιοῦτον εὐαγγέλιον ἑρμηνείας, τοῦτο διασαφῶν τὸ ῥητόν, «κατὰ τὴν δύναμιν ἐνταῦθά φησιν εἰρῆσθαι αὐτό». Καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. «Εἰ δὲ ἡ δύναμις ἡ αὐτή, εὔδηλον ὅτι καὶ ἡ οὐσία». Καὶ μετὰ βραχέα· «οὐδὲ γάρ ἐστιν ἄλλην δι’ ἄλλης, οὔτε οὐσίαν, οὔτε δύναμιν μαθεῖν». Καὶ πάλιν ἐν τῷ αὐτῷ εὐαγγελίῳ, τοῦ ἀποστόλου Φιλίππου εἰπόντος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν», ὁ θεῖος οὗτος Χρυσόστομος ἐν τῇ αὐτῇ ὁμιλίᾳ, «ἴδωμεν», φησί, «τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν· ἆρα τὴν σοφίαν τοῦ Πατρός, ἆρα τὴν ἀγαθότητα; οὐχί, ἀλλ’ αὐτὸ τὶ ποτέ ἐστιν ὁ Θεός· αὐτὴν τὴν οὐσίαν». Καὶ πάλιν ὁ αὐτός, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, τὸ λέγον, «τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη», «φρόνημα, εἶπε, σαρκὸς τὴν κακίαν φησί, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν διδομένην, καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κιρνωμένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως ἐνταῦθα καὶ οὐσίας διαλεγόμενος». Καὶ αὖθις ὁ αὐτὸς Χρυσόστομος ἐν τῷ λόγῳ, ἐν ᾦ ἐξηγεῖται τό, «θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ὄμωσον», τάδε κατὰ λέξιν φησίν· «λυχνία ἦν ἀληθὴς ἡ σὰρξ ἡ δεσποτική, ἡ τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις ἑπταπλασίονι χάριτι δείξασα. ‹Ἐξελεύσεται γάρ›, φησὶν Ἡσαΐας, ‹ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ›. Ποῖον; τὸ πολυμερὲς ταῖς ἐνεργείαις καὶ πολὺ τῇ φύσει· ‹ἐπαναπαύσεται πνεῦμα Θεοῦ›, (ἐνταῦθα τὴν οὐσίαν ἑρμηνεύει, τὸ δὲ ἐπαγόμενον τὰς ἐνεργείας τοῦ Πνεύματος λέγει), ‹πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ›. Τὰς ἑπτὰ χαρίτας τοῦ ἁγίου Πνεύματος, τὰς ἐπαναπαυσαμένας τῷ δεσποτικῷ σώματι, ἐκείνας σχηματίζει ἐν τύπῳ ἑπταλύχνω». Καὶ πάλιν ὁ αὐτὸς θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, «οὐ πάντα, φησί, τὰ χαρίσματα λαμβάνει τις, ἵνα μή τις τὴν χάριν φύσιν εἶναι νομίσῃ».
22. Ἀλλὰ καὶ τοῦ ἁγίου μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου γράφοντος, «ὡς ἄρα τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν», ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν· οὐ φανερῶς οἱ τὴν διαφορὰν ἀθετοῦντες, οὗτοι καὶ τὸν Θεὸν ἀρνούμενοι καὶ τὸ αὐτόματον δοξάζοντες δείκνυται; Κατὰ γὰρ τὸν ἐκ Δαμάσκου θεῖον Ἰωάννην, «ἐνέργειά ἐστι καὶ ἡ βούλησις», ὡς ἐν τῷ περὶ ἐνεργείας τριακοστῷ ἕκτῳ τῶν δογματικῶν κεφαλαίων διασαφεῖ. Εἰπὼν γὰρ πρότερον περί τε ἄλλων, καὶ δὴ καὶ βουλήσεως ἀνθρωπίνης τε καὶ θείας, ἐπάγει εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ἐφεξῆς κεφαλαίου ἐπὶ λέξεως οὕτως· «Χρὴ γινώσκειν ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαί, αἵ τε ζωτικαὶ καὶ φυσικαὶ καὶ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν».
23. Τούτων τοίνυν οὕτω πάνυ σαφῶς διευκρινηθέντων καὶ τῆς διαφορᾶς μάλα ἐναργῶς, καὶ ὡς οὐκ ἄλλως ἐνῆν ἀποδεδειγμένης, «οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις», κατὰ τὸν θεσπέσιον Παῦλον, «ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου», ταῖς τῶν Πατέρων δήπου θεοπνεύστοις θεολογίαις, ἔδει τοὺς καὶ ὁπωστιοῦν, ἔφη ἡ θεία Σύνοδος, περὶ τούτου διαφέρεσθαι πειραθέντας, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τὴν τῆς φιλονεικίας νόσον τῆς ἑαυτῶν διανοίας εὐσεβῶς ἐξεληλακέναι, καὶ τοῖς κοινοῖς ἡμῶν καθηγεμόσι καὶ διδασκάλοις τῆς εὐσεβείας εὖ μάλα προθύμως ἐθελῆσαι πεισθῆναι, σάλπιγγος ἁπάσης περὶ διαφορᾶς οὐσίας θείας καὶ ἐνεργείας μονονουχὶ λαμπροτέρας φωνὰς ἀφιεῖσι· καὶ μηδέν τι πλέον μηδόλως ἐπιχειρεῖν αὐτοῖς ἀντιβαίνειν καὶ πειρᾶσθαι πολυπραγμονεῖν περαιτέρω, τὶς ἡ ἐνέργεια καὶ ποταπὴ ἡ διαφορὰ καί πῶς ἂν γένοιτο αὕτη.
[Τα σχόλια από το διδακτορικό του Διον. Τσεντικόπουλου με τίτλο: ΦΙΛΟΘΕΟΣ ΚΟΚΚΙΝΟΣ - ΒΙΟΣ ΚΑΙ ΕΡΓΟ].
Δεῖτε ολόκληρο τό Β΄ Μέρος στήν ἱστοσελίδα:
http://sathanasoulias.blogspot.gr/2015/12/1351_19.html
ΣΗΜΕΡΑ ΟΜΩΣ ΑΠΟΥΣΙΑΖΕΙ ΑΠΟ ΤΗΝ ΟΡΘΗ ΠΙΣΤΗ Η ΔΙΑΚΡΙΣΗ ΑΚΤΙΣΤΩΝ ΕΝΕΡΓΕΙΩΝ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΝ. ΟΙ ΑΚΤΙΣΤΕΣ ΕΝΕΡΓΕΙΕΣ ΕΙΝΑΙ ΚΟΙΝΕΣ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ ΑΛΛΑ Ο ΚΥΡΙΟΣ ΑΥΤΟΣ ΜΟΝΟΣ ΕΝΑΝΘΡΩΠΗΣΕ ΕΝΩΣΑΣ ΤΙΣ ΔΥΟ ΦΥΣΕΙΣ ΑΣΥΓΧΥΤΩΣ ΚΑΙ ΑΔΙΑΙΡΕΤΩΣ ΚΑΙ ΓΝΩΡΙΖΟΥΜΕ ΕΠΙΣΗΣ ΑΠΟ ΤΟΝ ΑΓΙΟ ΓΡΗΓΟΡΙΟ ΠΑΛΑΜΑ ΟΤΙ Η ΦΥΣΙΣ ΤΟΥ ΘΕΟΥ ΔΕΝ ΤΑΥΤΙΖΕΤΑΙ ΜΕ ΤΙΣ ΕΝΕΡΓΕΙΕΣ, ΟΠΩΣ ΚΑΙ ΤΟΥ ΑΝΘΡΩΠΟΥ.
ΠΡΟΣ ΤΙ ΛΟΙΠΟΝ Η ΤΑΥΤΙΣΗ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΕ ΤΙΣ ΑΚΤΙΣΤΕΣ ΕΝΕΡΓΕΙΕΣ ΚΑΙ ΜΕ ΤΟ ΑΓΙΟ ΠΝΕΥΜΑ;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου