Κυριακή 7 Αυγούστου 2022

(5) ῾Αγίου Γρηγορίου τοῦ Παλαμᾶ, ῾Ομιλία ΝΓʹ, Εἰς τὴν πρὸς τὰ ῞Αγια τῶν ῾Αγίων Εἴσοδον... (Μέρος Ϛʹ: §§ 61-66)

 Συνέχεια από: Σάββατο 6 Αυγούστου 2022


᾿Απόδοσις ῾Οσίου Νικοδήμου ῾Αγιορείτου

[61.] ᾿Αλλὰ ποῖος ἠγάπησε τὸν Θεὸν περισσότερον ἀπὸ τὴν σήμερον δοξολογουμένην παρ᾿ ἡμῶν Θεοτόκον; ποῖος δὲ ἄλλος ἠγαπήθη ἀπὸ τὸν Θεὸν περισσότερον ἀπὸ Αὐτήν; ποῖον δὲ ἄλλο κτίσμα ἐφάνη καθαρώτερον ἀπὸ Αὐτήν; ἢ καθαρὸν ἐξ ἴσου μὲ Αὐτήν, ἢ κἄν νὰ φθάσῃ κοντὰ εἰς τὴν καθαρότητά Της; Διὰ τοῦτο ἔγινε τελεία μὲ τὰς ἀκροτάτας αὐτὰς θεωρίας, καὶ ἑνωθεῖσα μὲ τὸν Θεὸν καὶ ὁμοιωθεῖσα μόνη αὐτὴ ἀπὸ ὅλους τοὺς ἀπ᾿ αἰῶνος ἁγίους, ἐτελείωσε τὴν πρὸς Θεὸν μεσιτείαν διὰ τὴν σωτηρίαν μας. Καὶ ὄχι μόνον ἀπέκτησε τὴν ὑπὲρ λόγον ταύτην ἀνάβασιν τοῦ νοῦ, ἀλλὰ καὶ τὴν
ἐμεταχειρίσθη ὡς μέσον διὰ λόγου μας· καὶ μὲ τὴν πρὸς Θεὸν παρρησίαν της ἐκατώρθωσε τὸ μέγα καὶ ὑπερμέγα τῆς ἐνσάρκου οἰκονομίας μυστήριον.
Καὶ ὄχι μονάχα αὐτὴ ἔγινε καθ᾿ ὁμοίωσιν τοῦ Θεοῦ, ἀλλὰ ἔκαμε καὶ τὸν Θεὸν καθ᾿ ὁμοίωσιν τοῦ ἀνθρώπου· ὄχι εἰς τοῦτο καταπείσασα αὐτὸν ψιλῶς, ἀλλὰ ἀσπόρως κυοφορήσασα καὶ ἀφράστως γεννήσασα. Καὶ αὐτὴ μὲν ἦτον μεμορφωμένη κατὰ χάριν ἀπὸ τὸν Θεόν· διότι καὶ «κεχαριτωμένη» ὠνομάσθη ἀπὸ τὸν ἀρχάγγελον Γαβριήλ. ᾿Εμόρφωσε δὲ τὸν Θεὸν μὲ τὴν ἐξ αὐτῆς ἀνθρωπίνην φύσιν, διὸ καὶ εὐηγγελίσθη ἀπὸ τὸν ἴδιο Γαβριὴλ μὲ τὸ «χαῖρε».

[62.] Τίς λαλήσει τὰς δυναστείας σου, Παρθένε, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, ὦ Θεόπαις Μαρία; Σὺ ἐχρημάτισας Θεοῦ μήτηρ· ἢνωσας τὸν νοῦν σου μὲ τὸν Θεόν· ἢνωσας τὸν Θεὸν μὲ τὴν σάρκα· ἔκαμες τὸν Θεὸν υἱὸν ἀνθρώπου, καὶ τὸν ἄνθρωπον υἱὸν τοῦ Θεοῦ· ἐφιλίωσες τὸν κόσμον μὲ τὸν ποιητὴν τοῦ κόσμου· ἐδίδαξας ἡμᾶς μὲ τὸ ἔργον, ὅτι ἡ τοῦ Θεοῦ θεωρία δὲν γίνεται εἰς τοὺς ἁγίους μὲ τὴν αἴσθησιν μόνον, ἢ μὲ τοὺς συλλογισμούς, ἐπειδὴ τοιουτοτρόπως ὀλίγον ἀνώτεροι ἤθελαν εἶναι ἀπὸ τὰ ἄλογα ζῶα, ἀλλ᾿ ὅτι γίνεται μὲ τὴν καθαρότητα τοῦ νοὸς καὶ μὲ τὴν μετοχὴν τῆς θείας χάριτος, κατὰ τὴν ὁποίαν, ὄχι μὲ συλλογισμούς, ἀλλὰ μὲ αἴσθησιν ἄϋλον ἐντρυφῶμεν τὰ τοῦ Θεοῦ κάλλη.

[63.] Σὺ ἐχάρισας εἰς ἡμᾶς, τὸ νὰ βλέπωμεν καὶ μὲ τὰς αἰσθήσεις αὐτὰς τὸν ἀόρατον Θεὸν ἐν ἀνθρώπου μορφῇ καὶ νὰ πιάνωμεν ἐν σώματι τὸν ἀπίαστον καὶ ἄϋλον· ἔθρεψας αὐτὸν τὸν τροφέα τῶν ἀγγέλων μὲ τροφὴν ἀνθρωπίνην, καὶ ἔθρεψας ἡμᾶς διὰ μέσου του μὲ τροφὴν ἀθάνατον· συγκατοίκους ἔκαμες τοὺς ἀνθρώπους μὲ τοὺς ἀγγέλους, ἢ μᾶλλον εἰπεῖν καὶ μεγαλυτέρων τιμῶν τοὺς ἠξίωσας. ᾿Επειδὴ συνέλαβες Θεάνθρωπον Λόγον ἐξ ἁγίου Πνεύματος, καὶ ἐγέννησας παραδόξως καὶ ἀπεκατέστησας τὴν ἀνθρωπίνην φύσιν συγγενῆ μὲ τὴν θείαν φύσιν, ἢ κρεῖττον εἰπεῖν ὁμόθεον.

[64.] Λέγουσι πὼς ὁ εὐσεβὴς βασιλεύς (Σημ. ῾Οσ. Νικ.: «ἴσως νὰ ἦτον ὁ ἐν τοῖς χρόνοις τοῦ ἁγίου [Γρηγορίου Παλαμᾶ] ᾿Ανδρόνικος τῶν Παλαιολόγων ὁ Βʹ»), ἐπειδὴ τοιαύτην ἐπωνυμίαν εἶχεν ἀπὸ τὰ ἔργατου, εἰς καιρὸν ὅπου εἶχον χρείαν ἀπὸ βροχὴν οἱ ὑπήκοοί του, ἀσήκωσε τὸ δεξιόν του χέρι εἰς τὸν οὐρανὸν καὶ οὕτω προσηύξατο:
«παρακαλῶ σε, Θεέ μου, τὸν δοτῆρα τῆς ζωῆς, μὲ αὐτήν μου τὴν χεῖρα, μὲ τὴν ὁποίαν ζωὴν ἀνθρώπου ποτέ μου δὲν ἐπῆρα», καὶ παρευθύς, ἀγκαλὰ καὶ νὰ ἦτον ὁ οὐρανὸς ἐξάστερος, ἦλθον τόσα νέφελα καὶ ἔφεραν μίαν μεγάλην βροχήν. ῾Η δὲ Παρθένος, ἡ ἀληθὴς βασίλισσα τῶν εὐσεβῶν χριστιανῶν, μέσα εἰς τὰ ἅγια τῶν ἁγίων ἀσήκωσε τὸν νοῦν της καθαρὸν ἀπὸ ὅλα τὰ γήϊνα, καὶ εἶπε πρὸς τὸν Θεόν: «῎Ω Θεέ μου, παρακαλῶ σε μὲ τοῦτον μου τὸν νοῦν, εἰς τὸν ὁποῖον ποτὲ κανένα γήϊνον πρᾶγμα δὲν ἀνέβη», καὶ παρευθὺς ὅλην τὴν γῆν ἔκαμεν οὐρανόν· καὶ δὲν ἔφερε νέφελα, τὰ ὁποῖα καὶ εἰς πολλοὺς ἄλλους ἁγίους ὑπήκουσαν, ἀλλὰ αὐτὸν τὸν ἴδιον ὁποὺ ἐξάγει καὶ ἀνάγει τὰ νέφελα ἐξ ἐσχάτου τῆς γῆς, μήτε ἔφερε δρόσον καὶ προσωρινὴν βροχήν, ἀλλ᾿ αὐτὸν τὸν θησαυρὸν τῶν καλῶν ἁπάντων Θεόν· τὴν πηγὴν τὴν αἰώνιον ὁποὺ γεννᾶται ἀπὸ τοὺς κόλπους τοὺς πατρικούς· τὸν τοῦ Θεοῦ Λόγον τὸν ὑπεράνω τῶν οὐρανῶν καθήμενον· ὁ ὁποῖος ἔφερεν εἰς ἡμᾶς τὸ ζωντανὸν ὕδωρ τοῦ ἁγίου Πνεύματος καὶ μᾶς ἐχάρισε τροφὴν ὁποὺ μᾶς ἀθανατίζει, καὶ ποιεῖ τοὺς μετέχοντας υἱοὺς Θεοῦ· ὄχι θετοὺς μὲ ψιλὸν ὄνομα, ἀλλὰ μὲ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος (ὤ τῆς ἀφάτου δωρεᾶς) καὶ τὴν κοινωνίαν τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, διὰ νὰ εἴμεθα ἑνωμένοι, τόσον μὲ τὸν Θεὸν ὅσον καὶ ἀναμεταξύ μας.

[65.] ῎Ας φυλάττωμεν λοιπὸν καὶ ἡμεῖς ἀδελφοί, διὰ τῆς ἀγάπης, τὴν πρὸς Θεὸν καὶ πρὸς ἀλλήλους μας ἕνωσιν ταύτην. ῎Ας βλέπωμεν πάντοτε πρὸς τὸν οὐράνιον Πατέρα· ἄς ἀφήσωμεν τὴν γῆν, διατὶ πλέον δὲν εἴμεθα ἀπὸ τὴν γῆν χοϊκοὶ ὡς ὁ πρῶτος ᾿Αδάμ, ἀλλ᾿ ὡς ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ, κατὰ τὸν Παῦλον· ἄς ἀναβιβάσωμεν τὴν καρδίαν μας πρὸς αὐτόν· ἄς βλέπωμεν τοῦτο τὸ μέγα καὶ παράδοξον θαῦμα, δηλαδὴ τὴν ἐδικήν μας φύσιν ὁποὺ συνδιαιωνίζει ἐν τῷ Χριστῷ μὲ τὸ πῦρ τῆς ἀΰλου θεότητος, καὶ ἀφοῦ ἀποβάλωμεν τοὺς δερματίνους χιτῶνας, τοὺς ὁποίους διὰ τὴν παρακοὴν ἐνεδύθημεν, ἄς σταθῶμεν ἐν γῇ ἁγίᾳ· δηλαδὴ ἄς καταστήσωμεν καθένας τὸ σῶμα καὶ τὴν καρδίαν μας ἅγια μὲ τὴν ἀρετὴν καὶ μὲ τὴν πρὸς Θεὸν ἀκλινῆ θεωρίαν καὶ σύννευσιν· ἵνα ὅταν ἔλθῃ ἐν πυρὶ ὁ Θεὸς κατὰ τὴν δευτέραν παρουσίαν, λάβωμεν παρρησίαν πρὸς αὐτὸν καὶ πλησιάσωμεν διὰ νὰ φωτισθῶμεν καὶ νὰ μένωμεν παντοτεινὰ φωτιζόμενοι, εἰς δόξαν αὐτοῦ τοῦ ἀνωτάτου φωτὸς τῆς τρισηλίου καὶ μοναρχικωτάτης Θεότητος·

[66.] ῟Ηι πρέπει πᾶσα δόξα κράτος τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

Το πρωτότυπο κείμενο

61. ᾿Αλλὰ τίς πλέον ἠγάπησε Θεὸν τῆς ἡ-
μῖν ἀρτίως ὑμνουμένης; τίς δὲ ὑπὸ Θεοῦ πλέ-
ον ἠγαπήθη ταύτης; τίς δ᾿ ἄρ᾿ ἑτέρα καθα-
ρωτέρα κτίσις ἢ ἐξ ἴσου ἢ ἐγγύς; Διὰ τοῦτο
καὶ ταῖς ἀκροτάταις ταύταις θεωρίαις τελε-
σθεῖσα τὰς ἀνωτάτω τελετὰς καὶ τῷ Θεῷ
τοῦτον τὸν τρόπον ἑνωθεῖσά τε καὶ ἀφομοιω-
θεῖσα μόνη τῶν ἀπ᾿ αἰῶνος, τὴν ὑπερφυᾶ ταύ-
την ὑπὲρ ἡμῶν ἤνυσε πρεσβείαν καὶ δι᾿ ἑαυ-
τῆς εἰς τέλος ἤγαγεν, οὐ κτησαμένη μόνον
τὴν ὑπὲρ λόγον ταύτην ἀνάβασιν τοῦ νοῦ,
ἀλλὰ καὶ ὑπὲρ ἡμῶν ἁπάντων χρησαμένη καὶ
διὰ τῆς πρὸς τὸ θεῖον παῤῥησίας τὸ μέγα καὶ
ὑπὲρ τὸ μέγα εἰργασμένη χρῆμα· οὐ γὰρ καθ᾿
ὁμοίωσιν μόνον ἐγένετο Θεοῦ, ἀλλὰ καὶ καθ᾿
ὁμοίωσιν ἀνθρώπου τὸν Θεὸν ἐποίησεν, οὐκ
ἀναπείσασα μόνον, ἀλλὰ καὶ κυοφορήσασα ἀ-
σπόρως καὶ τεκοῦσα ἀφράστως, χάριτι μὲν
ὑπὸ Θεοῦ μεμορφωμένη (διὸ καὶ κεχαριτωμέ-
νη πρὸς τοῦ ἀρχαγγέλου προσηγόρευται), φύ-
σει δὲ μορφώσασα τῇ ἀνθρωπίνῃ Θεὸν (διὸ
καὶ προσευηγγελίσθη χαίρειν).

62. Τίς λαλήσει τὰ μεγαλεῖα σου, Παρθέ-
νε; «᾿Ακουστὰς ποιήσει πάσας τὰς αἰνέσεις
σου», Θεόπαις; Θεομήτωρ ἐχρημάτισας· ἢνω-
σας τὸν νοῦν Θεῷ· ἢνωσας Θεὸν σαρκί· υἱὸν
ἐποίησας Θεὸν ἀνθρώπου, καὶ τὸν ἄνθρωπον
υἱὸν Θεοῦ· κατήλλαξας τὸν κόσμον τῷ τοῦ
κόσμου ποιητῇ· ἔργοις ἐδίδαξας ἡμᾶς ὅτι τὸ
θεωρεῖν οὐκ αἰσθήσει μόνον ἢ καὶ λογισμῷ
τοῖς ὄντως προσγίνεται ἀνθρώποις (μικρῷ γὰρ
ἂν εἶεν τῶν ἀλόγων κρείττους), ἀλλὰ πολλῷ
μᾶλλον τῇ τοῦ νοῦ καθάρσει καὶ τῇ τῆς θεί-
ας χάριτος μεθέξει, καθ᾿ ἣν οὐ λογισμοῖς, ἀλλ᾿
ἐπαφαῖς ἀΰλοις τοῖς θεοειδέσιν ἐντρυφῶμεν
κάλλεσιν.

63. ῎Εδωκας ἡμῖν καὶ ταῖς αἰσθήσεσιν αὐ-
ταῖς ὁρᾶν τὸν ἀόρατον ἐν εἴδει καὶ σχήματι
τῷ καθ᾿ ἡμᾶς, ἅπτεσθαι ἐν ὕλῃ τοῦ ἀΰλου τε
καὶ ἀναφοῦς. ῎Εθρεψας αὐτὸν τὸν τροφέα τῶν
ἀγγέλων τροφῇ τῇ καθ᾿ ἡμᾶς· ἔθρεψας ἡμᾶς
δι᾿ αὐτοῦ τοῦ τροφέως τῶν ἀγγέλων τὴν
ὄντως οὐράνιον καὶ ἀκήρατον τροφήν. ῾Ομο-
διαίτους τοὺς ἀνθρώπους κατέστησας ἀγγέ-
λοις, μᾶλλον μὲν οὖν καὶ μειζόνων ἠξίωσας
γερῶν, ἐξ ἁγίου Πνεύματος θεανδρικὴν μορ-
φὴν συλλαβοῦσα καὶ τεκοῦσα ξένως καὶ τῇ
θείᾳ φύσει συμφυᾶ καὶ ὡς εἰπεῖν ὁμόθεον τὴν
ἀνθρωπίνην ἀποῤῥήτως εἰργασμένην φύσιν.

64. Τὸν μὲν γὰρ Εὐσεβῆ βασιλέα φασί· τοῦ-
το γὰρ ὡς ἔοικεν ἐκ τῶν ἔργων ἔσχε τὸ ἐπώ-
νυμον· τοῦτον οὖν φασι τῶν περὶ αὐτὸν ὑπὸ
δίψους ποτὲ πιεζομένων δεξιὰν δικαίαν ἀνα-
σχόντα πρὸς Θεὸν «ταύτῃ», φάναι, «τῇ χειρί
σε ἱκετεύω τὸν δοτῆρα τῆς ζωῆς, ᾗ ζωὴν οὐκ
ἀφειλόμην», καὶ νεφέλας παραυτὰ γονίμους
ἐξ᾿ αἰθρίας ἐπιστῆναι καὶ ὑετὸν λάβρον ἄνω-
θεν κατενεγκεῖν· ἡ δὲ τῶν ἐπ᾿ ἀληθείας εὐσε-
βούντων βασιλὶς Παρθένος ἐν ἁγίοις ἀδύτοις
νοῦν ἀνασχοῦσα τῶν κάτω πάντων τελέως
ἀφειμένον, μᾶλλον δὲ μηδὲ κατὰ μικρὸν ἡμ-
μένον, καὶ «τούτῳ τῷ νῷ σε ἱκετεύω», φή-
σασα πρὸς τὸν Θεόν, «ἐφ᾿ ὃν γήϊνόν τι οὐκ
ἀναβεβήκει», τὴν γῆν πᾶσαν οὐρανὸν ἐποίη-
σεν, οὐ νεφέλας ἐκκαλεσαμένη, αἳ πολλοῖς πολ-
λάκις διὰ προσευχῆς ὑπήκουσαν, ἀλλ᾿ αὐτὸν
τὸν ἀνάγοντα νεφέλας ἐξ ἐσχάτου τῆς γῆς·
οὐδ᾿ ὑετοῦ πρόσκαιρον ψυχαγωγίαν, ἀλλ᾿ αὐ-
τὸν ἡμῖν ἐνεποίησε τὸν θησαυρὸν τῶν ἀγα-
θῶν ἁπάντων, τὴν ἐκ τῶν πατρικῶν κόλπων
ἀνεκφοιτήτως ἀναῤῥηγνυμμένην αἰώνιον πη-
γήν, τὸν ὑπὲρ τὰς οὐρανίους ἁψίδας ἱδρυμέ-
νον Λόγον· ὃς ὕδωρ ἡμῖν ἐκόμισεν ἐκεῖθεν ζῶν,
καὶ τροφὴν παρέσχεν ἀπαθανατίζουσαν καὶ υἱ-
οὺς Θεοῦ τοὺς μετέχοντας ποιοῦσαν, οὐκ εἰ-
σποιητοὺς ὀνόματι ψιλῷ, ἀλλ᾿ ἐν κοινωνίᾳ θείου
Πνεύματος (ὢ τῆς ἀφάτου δωρεᾶς!) σαρκί
τε καὶ αἵματι Θεοῦ Θεῷ καὶ ἀλλήλοις προσῳ-
κειωμένους.

65. Φυλάττωμεν τοιγαροῦν τὴν πρὸς Θε-
ὸν καὶ ἀλλήλους ὑπὸ Θεοῦ θείως ἡμῖν ἐνειργα-
σμένην ἑνότητα τοῖς τῆς ἀγάπης θεσμοῖς.
Βλέπωμεν ἀεὶ πρὸς τὸν ἄνω γεννήτορα. Κα-
ταλίπωμεν τὴν γῆν· οὐ γὰρ ἔτι ἐσμὲν ἐκ γῆς
χοϊκοί, ὡς ὁ πρῶτος ἄνθρωπος, ἀλλ᾿ ὡς ὁ
δεύτερος ἄνθρωπος, ὁ Κύριος, ἐξ οὐρανοῦ. ῎Α-
νω σχῶμεν τὴν καρδίαν πρὸς αὐτόν. Θεασώ-
μεθα τὸ μέγα θέαμα τοῦτο, τὴν ἡμετέραν
φύσιν ἀΰλῳ συνδιαιωνίζουσαν θεότητος πυρί·
καὶ τοὺς δερματίνους ἀποθέμενοι χιτῶνας, οὓς
ἐκ παραβάσεως ἐνδεδύμεθα, στῶμεν ἐν τῇ ἁ-
γίᾳ τὴν καθ᾿ ἑαυτὸν ἕκαστος γῆν ἁγίαν δι᾿
ἀρετῆς καὶ τῆς πρὸς Θεὸν ἀκλινοῦς συννεύσε-
ως ἀποδείξαντες, ὡς ἂν παῤῥησίαν σχῶμεν
ἐπιδημοῦντος ἐν πυρὶ τοῦ Θεοῦ, καὶ φωτισθῶ-
μεν προσδραμόντες καὶ συνδιαιωνίσωμεν φω-
τιζόμενοι εἰς δόξαν αὐτοῦ τοῦ ἀνωτάτου φω-
τός, τῆς τρισηλίου καὶ μοναρχικωτάτης φαι-
δρότητος.

66. ῟Ηι πρέπει πᾶσα δόξα, κράτος, τιμὴ
καὶ προσκύνησις νῦν καὶ εἰς τοὺς ἀκαταλή-
κτους αἰῶνας. ᾿Αμήν.

Δεν υπάρχουν σχόλια: