Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
52.
(t.) ΝΒ´. Διὰ τί εὐχαριστία μόνον καλεῖται ἡ τελετή
(1.) Κἀκεῖνο δὲ ζητήσεως ἄξιον.
(2.) Ἐπεὶ γὰρ καὶ εὐχαριστήριός ἐστιν ἡ τελετὴ καὶ ἱκέσιος,
διὰ τί μὴ καὶ ἀμφότερα ἀλλ᾿ Εὐχαριστία καλεῖται μόνον;
(3.) Ἀπὸ τοῦ πλείονος. Πλείους γὰρ αἱ ἀφορμαὶ τῆς
εὐχαριστίας ἢ τῆς ἱκεσίας· πλείω γὰρ ἐλάβομεν ἢ ὧν ἔτι
δεόμεθα. Ταῦτα μὲν γὰρ μέρος, ἐκεῖνα δὲ ὅλον. Ἃ γὰρ
ἱκετεύομεν λαβεῖν, μέρος εἰσὶν ὧν ἐλάβομεν. Ἐλάβομεν γὰρ
ἅπαντα τό γε εἰς τὸν Θεὸν ἧκον καὶ οὐδὲν παρῆκεν ὃ μὴ (5)
δέδωκεν· ἀλλὰ τῶν μὲν τυχεῖν οὔπω καιρὸν ἔχομεν, ὥσπερ
ἡ ἀφθαρσία τῶν σωμάτων καὶ ἡ ἀθανασία καὶ ἡ ἐν οὐρανοῖς
βασιλεία· τὰ δὲ λαβόντες οὐ κατέσχομεν, ὥσπερ ἡ ἄφεσις τῶν
ἁμαρτιῶν καὶ τἄλλα τὰ διὰ τῶν μυστηρίων ἡμῖν χορηγούμενα
δῶρα· τὰ δὲ ἀπεβάλομεν, ὅτι κακῶς ἐχρησάμεθα, ἵνα μὴ (10)
γενώμεθα χείρους, ὥσπερ ἄνεσιν καὶ ὑγείαν καὶ πλοῦτον, οἱ
τρυφῆς ὕλην καὶ πονηρίας ποιησάμενοι ταῦτα· ἢ ἐπὶ κέρδει

μείζονι, ὥσπερ ὁ Ἰώβ, τῶν ἀγαθῶν ἀποστερούμεθα τῶν
παρόντων.
(4.) Ὅθεν δῆλον ὡς ἱκεσίας μὲν οὐδένα τόπον ἀφῆκεν @1
ὁ Θεός, εὐχαριστίας δὲ πᾶσαν ἀφορμὴν δέδωκεν· ἡμεῖς δὲ
τὴν ἔνδειαν ἡμῖν αὐτοῖς ὑπὸ ῥᾳθυμίας κατασκευάζοντες τῆς
ἱκεσίας δεόμεθα.
(5.) Ἴδωμεν δὲ περὶ τίνων ἱκετεύομεν.
(6.) Περὶ ἀφέσεως ἁμαρτιῶν; Ἀλλὰ ταύτην πλουσίαν ἐλά-
βομεν καὶ μηδὲν ἀγωνισάμενοι διὰ τοῦ ἁγίου βαπτίσματος. Τί
οὖν πάλιν αὐτὴν αἰτοῦμεν; ὅτι πάλιν ὑπεύθυνοι γεγόναμεν
ἁμαρτίαις. Ἀλλὰ τί τὸ αἴτιον ἡμῖν τῆς εὐθύνης ταύτης;
ἡμεῖς αὐτοί. Οὐκοῦν καὶ τῆς ἱκεσίας ἡμεῖς. (5)
(7.) Ἔτι περὶ τῆς βασιλείας, ἵνα κληρονομήσωμεν αὐτῆς,
ἱκετεύομεν; καὶ μὴν δέδοται ἡμῖν αὕτη ἡ κληρονομία. Καὶ
γὰρ τέκνα Θεοῦ γεγόναμεν αὐτοῦ τοῦ περικειμένου τὴν
βασιλείαν. Τίς γὰρ κληρονόμος, εἰ μὴ τὸ τέκνον; Τί δὲ τῶν
πατρῴων διαφεύγει τὸν κληρονόμον; Οὐδέν. Πῶς οὖν (5)
αἰτοῦμεν τὸ ἤδη δοθέν; Ἀλλότρια τῆς υἱοθεσίας ἐτολμήσαμεν,
μετὰ τὸ ἐκ Θεοῦ γεννηθῆναι καὶ εἰς ταύτην ἀναβῆναι τὴν
τιμήν, ἀντὶ υἱῶν πονηροὶ δοῦλοι γεγόναμεν· καὶ διὰ τοῦτο ὡς
περὶ ἀλλοτρίου πράγματος καὶ οὐδὲν ἡμῖν διαφέροντος
ἱκετεύομεν. Οὐκοῦν καὶ ταύτης ἡμεῖς ἐσμεν αἴτιοι τῆς ἱκεσίας (10)
ἡμῖν αὐτοῖς.
(8.) Περὶ δὲ τῶν σωματικῶν ἀγαθῶν ὁ Κύριος ἐκέλευσεν·
«Αἰτεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα
προσθήσεται ὑμῖν», καί· «Μὴ μεριμνᾶτε περὶ τροφῆς καὶ
ἐνδυμάτων· καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος πᾶσαν χορηγήσει
τὴν χρείαν.» Ἡμεῖς δὲ ἐπειδὰν αὐτῶν ἐνδεῶς ἔχωμεν, ἢ διὰ (5)
ῥᾳθυμίαν καὶ ἀπιστίαν τοῦτο πάσχομεν καὶ τὸ μὴ τηρῆσαι
τὴν περὶ αὐτὸν ἐντολήν, καὶ τότε ἡ ἔνδεια ἔργον ἡμέτερον @1

καὶ ἡ δι᾿ αὐτὴν ἱκεσία· ἢ προνοίᾳ Θεοῦ καὶ φιλανθρωπίᾳ,
ὥσπερ ὁ Ἰώβ, ἵνα μειζόνων τύχωμεν καὶ τιμιωτέρων, καὶ
τότε ἡ ἔνδεια ἐκείνη ἐστὶ μὲν τοῦ Θεοῦ ἔργον, ἔστι δὲ οὐ (10)
δεήσεώς τινος καὶ ἱκεσίας ἀλλὰ δοξολογίας ἀφορμὴ καὶ
εὐχαριστίας. Ὥσπερ ὁ Ἰὼβ ἔλεγεν· «Εἴη τὸ ὄνομα Κυρίου
εὐλογημένον» εἰς τοὺς αἰῶνας.
(9.) Ὁρᾷς ὅτι τὰ παρὰ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἅπαντα πρὸς
δοξολογίαν καὶ εὐχαριστίαν φέρει μόνον· τῶν δὲ ἱκεσιῶν
τούτων καὶ τῶν δεήσεων ἡμεῖς αἴτιοι. Διὰ τοῦτο πάντων τῶν
ἀγαθῶν καὶ τῶν σωματικῶν καὶ τῶν τῆς ψυχῆς ἐν ταῖς πρὸς
Θεὸν ὁμιλίαις μνημονεύοντες, ἐπ᾿ εὐχαριστίᾳ πάντων μνημο- (5)
νεύομεν, εἴτε πάρεστιν ἡμῖν ἅπαντα, εἴτε μή. Ἐκεῖνος γὰρ
ἅπαξ ἔδωκεν ἅπαντα καὶ οὐδὲν ἀφῆκε παρ᾿ ἑαυτῷ. Καὶ τοῦτο
εἰδὼς ὁ μακάριος Ἀπόστολος ἐκέλευσε πάντων ἕνεκα εὐχα-
ριστεῖν, γράφων· «Πάντοτε χαίρετε, ἐν παντὶ εὐχαριστεῖτε.»
(10.) Τούτου χάριν τὴν τελεωτάτην καὶ ἀκριβεστάτην πρὸς
τὸν Θεὸν ὁμιλίαν, τὴν τῆς κοινωνίας τελετήν, ἐν ᾗ μνημο-
νεύομεν, οὐ ταύτης ἢ ἐκείνης τῆς χάριτος ἀλλὰ πάντων
ἁπλῶς τῶν ἐκ Θεοῦ ἀγαθῶν καὶ ὄντων ἡμῖν ἐνεργείᾳ καὶ
ἐσομένων Εὐχαριστίαν ὀνομάζειν εἰκὸς ἦν, οὐκ ἐξ ὧν ἡμεῖς (5)
δυστυχοῦντες δεόμεθα καλοῦντες αὐτήν, ἀλλ᾿ ἐξ ὧν ὁ Θεὸς
ἡμᾶς εὐεργετεῖ, οὐδ᾿ ἀπὸ τῆς ἡμετέρας πενίας ἀλλ᾿ ἀπὸ τοῦ
πλούτου τῆς ἐκείνου χρηστότητος.
(11.) Ἐπεὶ γὰρ καὶ ἱκετεύομεν ἐν αὐτῇ τὸν Θεὸν καὶ
εὐχαριστοῦμεν, ἀλλ᾿ ἡ μὲν εὐχαριστία Θεοῦ ἔργον, ὡς
εἴρηται· ἡ δὲ ἱκεσία τῆς ἀνθρωπίνης ἀσθενείας. Καὶ ἡ μὲν
εὐχαριστία ἐπὶ πλείοσιν, ἡ δὲ ἱκεσία ὑπὲρ ἐλαττόνων· ἡ μὲν @1
γὰρ ἐπὶ πᾶσιν ἁπλῶς ἀγαθοῖς, ἡ δὲ ὑπὲρ ἐνίων· διὰ τοῦτο ἀπὸ (5)
τῶν κρειττόνων καὶ πλειόνων ἔδει τοὔνομα αὐτῇ θεμένους
Εὐχαριστίαν ὀνομάζειν· οὕτω γὰρ καὶ ὁ ἄνθρωπος ζῷον

λογικὸν λέγεται, καίτοι καὶ ἀλόγου τινὸς μετέχων, ἀπὸ τοῦ
κρείττονος καὶ μείζονος μέρους καλούμενος.
(12.) Ἄλλως θ᾿ ὅτι ὁ πρῶτος αὐτὴν καταδείξας ὁ Κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς οὐχ ἱκετεύων ἀλλὰ μόνον εὐχαριστῶν
τῷ Πατρὶ ταύτην ἐτέλεσε καὶ παρέδωκε τὴν τελετήν· καὶ
τούτου χάριν ἡ Ἐκκλησία, ὅπερ οὖσαν παρέλαβεν αὐτήν,
τοῦτο καλεῖ Εὐχαριστίαν ὀνομάζουσα. (5)
Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
53.
(t.) ΝΓ´. Περὶ τῆς ἐπὶ τῇ κοινωνίᾳ τῶν μυστηρίων κοινῆς
εὐχαριστίας καὶ τῶν πρὸς τῷ τέλει τῆς ἱερουργίας εὐχῶν
(1.) Ὁ δὲ ἱερεὺς τοὺς μεταλαβόντας τῶν μυστηρίων ὑπὲρ
τῆς μεταλήψεως εὐχαριστῆσαι κελεύει τῷ μεταδόντι Θεῷ· καὶ
τοῦτο οὐ παρέργως οὐδὲ ῥᾳθύμως, ἀλλὰ μετὰ σπουδῆς.
Τοῦτο γὰρ βούλεται τὸ «Ὀρθοὶ» οὐκ ἀνακειμένους οὐδὲ
καθημένους, ἀλλὰ καὶ ψυχὴν καὶ σῶμα πρὸς αὐτὸν ἀνατεί- (5)
νοντας.
(2.) Εἶτα δὴ καὶ τἄλλα τὰ εἰωθότα δεηθῆναι τοῦ Θεοῦ
παραινέσας, ἔξεισι τοῦ θυσιαστηρίου καὶ στὰς πρὸ τῶν
θυρῶν ἀναγινώσκει τὴν ὑπὲρ ἁπάντων εὐχήν.
(3.) Ἐνταῦθα δὲ ἐκεῖνο ἐπισημήνασθαι χρὴ πῶς μετὰ τὴν
ἱερουργίαν καὶ τὴν ἐπὶ ταύτῃ δοξολογίαν, ὡς δὴ τῶν εἰς τὸ @1
θεῖον ὀφειλομένων τελεσθέντων ἁπάντων, ὥσπερ ἀπολύων
ἑαυτὸν τῆς μετὰ τοῦ Θεοῦ συνουσίας καὶ τοῦ ὕψους ἐκείνου
εἰς τὴν τῶν ἀνθρώπων ὁμιλίαν φαίνεται κατὰ μικρὸν κατα- (5)
βαίνων, καὶ τοῦτο ἱεροπρεπῶς. Καὶ γὰρ εὐχόμενος τοῦτο
ποιεῖ· καὶ ὁ τρόπος τῆς εὐχῆς καὶ ὁ τόπος δείκνυσιν αὐτὸν
καταβαίνοντα.
(4.) Πρότερον μὲν γὰρ ἔνδον τοῦ θυσιαστηρίου καὶ ἐφ᾿
ἑαυτοῦ, μηδενὸς ἀκούοντος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινό-
μενος εὔχεται· νῦν δὲ τοῦ θυσιαστηρίου ἐξελθὼν καὶ τοῦ

πλήθους μέσος γενόμενος, πάντων ἀκουόντων, τὴν ὑπὲρ τῆς
Ἐκκλησίας καὶ πάντων τῶν πιστῶν κοινὴν ποιεῖται δέησιν. (5)
Εἶτα καὶ τὸν προσενεχθέντα ἄρτον, ἐξ οὗ τὸν ἱερὸν ἀπέτεμεν
ἄρτον, εἰς πολλὰ διελών, διαδίδωσι τοῖς πιστοῖς ὡς ἅγιον
γενόμενον αὐτῷ τῷ ἀνατεθῆναι Θεῷ καὶ προσενεχθῆναι· οἱ δὲ
σὺν εὐλαβείᾳ πάσῃ δέχονται καὶ καταφιλοῦσι τὴν δεξιάν, ὡς
ἂν προσφάτως ἁψαμένην τοῦ παναγίου τοῦ Σωτῆρος σώματος (10)
καὶ τὸν ἐκεῖθεν ἁγιασμὸν καὶ δεξαμένην, καὶ μεταδιδόναι
τοῖς ψαύουσι πιστευομένην.
(5.) Ἐν τοσούτῳ δὲ καὶ τὸν αἴτιον καὶ χορηγὸν αὐτοῖς τῶν
ἀγαθῶν τούτων δοξολογοῦσι· καὶ ἡ δοξολογία τῆς Γραφῆς·
«Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον», καὶ τὰ ἑξῆς· καὶ
τοῦτο πολλάκις βοήσαντες ψαλμὸν ἔπειτα ἀναγινώσκουσι
δοξολογίας γέμοντα καὶ εὐχαριστίας. Τίς δὲ ὁ ψαλμός; (5)
«Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ.»
(6.) Τοῦ δὲ ἄρτου διαδοθέντος καὶ τοῦ ψαλμοῦ τελεσθέντος,
εὔχεται ὁ ἱερεὺς τῷ πλήθει τὴν τελευταίαν εὐχὴν οὐ μόνον
ἔξω τοῦ θυσιαστηρίου καὶ πάντων ἀκουόντων, ἀλλὰ καὶ πρὸς @1
αὐτὸ τὸ πλῆθος ἀποτεινόμενος τὰ ῥήματα τῆς εὐχῆς, μείζονα
νῦν ἢ πρότερον ἐνδεικνύμενος τὴν πρὸς τοὺς πολλοὺς κοινω- (5)
νίαν. Τίς δὲ ἡ εὐχή; Ἵνα ἐλεηθέντες σωθῶμεν ὡς οὐδὲν
ἔχοντες οἴκοθεν εἰσενεγκεῖν σωτηρίας ἄξιον, ἀλλὰ πρὸς
μόνην ἀφορῶντες τὴν τοῦ σῶσαι δυναμένου φιλανθρωπίαν.
Διὰ τοῦτο γὰρ καὶ πολλῶν ἐνταῦθα μέμνηται πρέσβεων τῶν
εἰς τοῦτο βοηθησόντων ἡμῖν· καὶ πρὸ πάντων τῆς παναγίας (10)
Μητρὸς τοῦ Θεοῦ, δι᾿ ἧς καὶ τὴν ἀρχὴν ἠλεήθημεν.
(7.) Τὸ δὲ προοίμιον τῆς εὐχῆς· «Χριστὸς ὁ ἀληθινὸς Θεὸς
ἡμῶν»· οὐ τῶν νόθων εἷς καὶ τῶν ψευδωνύμων, οὓς πολλούς
ποτε ἐσέβομεν, ἀλλ᾿ ὃν ὕστερον μόλις εὕρομεν, «ὁ ἀληθινὸς
θεὸς ἡμῶν».

νίαν. (8.) Διὰ τοῦτο καὶ μόνῳ αὐτῷ πρέπει ὡς Θεῷ πᾶσα δόξα,
τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ
παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου