Δευτέρα 7 Σεπτεμβρίου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ 

 50.
(t.) Ν´. Ποσαχῶς τῆς ἱερουργίας τῶν ἁγίων ἡ μνήμη γίνεται,
καὶ τίς ἡ διαφορά

(1.) Ἴδωμεν δὲ ποσάκις καὶ ποῦ τῆς ἱερουργίας ἡ μνήμη
αὕτη γίνεται.
(2.) Γίνεται γὰρ δίς· πρῶτον μὲν ἐν ταῖς ἀρχαῖς αὐτῆς, ὅτε
ἀνατίθεται τὰ δῶρα· δεύτερον δέ, ὅτε θύεται. @1
(3.) Ἐπεὶ γὰρ διττὴ ἡ προσαγωγή, ἡ μὲν ὡς δώρων καὶ
ἀναθημάτων ἁπλῶς, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται·
ἡ δὲ ὡς θυσίας· ἀνάγκη καὶ τούτους ὑπὲρ ὧν προσάγονται
καὶ ἐπὶ τῆς πρώτης καὶ ἐπὶ τῆς δευτέρας προσαγωγῆς μνημο-
νεύεσθαι. (5)
(4.) Καὶ τοίνυν καθάπερ ἐπὶ τῆς πρώτης· «Εἰς ἀνάμνησιν,
φησί, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ»· οὕτω καὶ ἐπὶ τῆς δευτέρας· «Μεμνημένοι τοίνυν
τῶν ὑπὲρ ἡμῶν γενομένων, τοῦ σταυροῦ καὶ τῶν ἄλλων ὧν
ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Χριστός.» Ὃ γὰρ ἐνταῦθα βούλεται (5)
ἡ τοῦ σταυροῦ μνήμη καὶ τῶν ἄλλων τῶν μετὰ τὸν σταυρόν,
τοῦτο ἐκεῖ ἡ τοῦ Κυρίου ἀνάμνησις. Οὐ γὰρ ὡς θαυματουρ-
γοῦντος τοῦ Σωτῆρος, ἀλλ᾿ ὡς σταυρουμένου καὶ ἀποθνῄσκον-

γοῦντος τοῦ Σωτῆρος, ἀλλ᾿ ὡς σταυρουμένου καὶ ἀποθνῄσκον-
τος, τηνικαῦτα ὁ ἱερεὺς μέμνηται, ὡς ἐν ἐκείνῳ τῷ τόπῳ διὰ
πολλῶν ἀπεδείχθη. (10)

(5.) Καὶ πάλιν ὥσπερ ἐπὶ τῆς πρώτης· «Εἰς δόξαν τῆς
Παναγίας, εἰς πρεσβείαν τῶν ἁγίων», φησίν, οὕτω καὶ ἐπὶ
τῆς δευτέρας· «Ὑπὲρ τῶν ἁγίων ἁπάντων, ἐξαιρέτως τῆς
Παναγίας.» Ὥσπερ γὰρ ἐκεῖ τὴν ὑπεροχὴν αὐτῆς ἔδειξε
τῶν ἄλλων προτιθεὶς ἁπάντων, οὕτως ἐνταῦθα, ἐπεὶ μετά (5)
τινας ἄλλους αὐτῆς ἐμνημόνευσε, τὸ «ἐξαιρέτως» προσθείς.

(6.) Καὶ ὥσπερ ἐπὶ τῆς πρώτης μετὰ τοὺς ἁγίους τῶν
ἐλέους δεομένων μέμνηται καὶ ὑπὲρ ὧν ἱκετεύει καὶ ζώντων
καὶ τεθνηκότων· οὕτω καὶ ἐπὶ τῆς δευτέρας.
(7.) Ἔχει δὲ διαφοράν. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας καὶ
διηγεῖται τὴν προσαγωγήν· φησὶ γάρ· «Προσάγομέν σοι τὴν
λογικὴν ταύτην λατρείαν», καί· «Τὰ σὰ ἐκ τῶν σῶν σοὶ
προσφέροντες, σὲ ὑμνοῦμεν», μεθ᾿ ὧν τίθησι τὰς ἀφορμὰς
τῆς προσαγωγῆς ἢ προλέγων ἢ ἐπιλέγων τὴν μνήμην τῶν τοῦ (5)
Σωτῆρος παθῶν, τὴν μνήμην τῶν ἁγίων, τὴν σωτηρίαν τῶν
σωτηρίας δεομένων.
Ἐπὶ δὲ τῆς πρώτης μόνας τίθησι τὰς @1
ἀφορμὰς τῆς προσαγωγῆς, λέγων· «Εἰς ἀνάμνησιν τοῦ
Κυρίου, εἰς δόξαν τῆς Παναγίας», καὶ τὰ ἑξῆς ἐν οἷς
μέμνηται καὶ ὑπὲρ ὧν εὐχαριστεῖ καὶ ὑπὲρ ὧν ἱκετεύει. Τίς (10)
οὖν ὁ λόγος ὅτι ἐν ταύτῃ μὲν ἔργῳ δείκνυσιν ὅτι προσφέρει;
καὶ γὰρ ἀφαιρῶν τοῦ ἄρτου ἀνατίθησι τῷ Θεῷ. Καὶ διὰ
τοῦτο οὐκ ἐδεήθη τῶν τοῦτο δηλούντων ῥημάτων.
(8.) Ἐπὶ δὲ τῆς δευτέρας προσαγωγῆς οὐδὲν φαίνεται
ποιῶν· ἀλλὰ γίνεται μὲν ἡ προσφορά, γίνεται δὲ ἀοράτως. Τὴν
γὰρ θυσίαν ἀφανῶς ἡ χάρις ἐργάζεται διὰ τῶν τελεστικῶν
εὐχῶν τοῦ ἱερέως. Οὐκοῦν ἔδει λόγων τῶν κηρυττόντων τὴν
μὴ φαινομένην προσαγωγήν. (5)
51.
(t.) ΝΑ´. Διὰ τί λογικὴν λατρείαν ὁ ἱερεὺς τὴν θυσίαν καλεῖ

μὴ φαινομένην προσαγωγήν. (5
)
51.
(t.) ΝΑ´. Διὰ τί λογικὴν λατρείαν ὁ ἱερεὺς τὴν θυσίαν καλεῖ
(1.) Τούτου χάριν καὶ «λογικὴν λατρείαν» αὐτὴν καλεῖ,
ὅτι οὐδὲν ἔργον εἰσάγει, μόνοις δὲ τοῖς τελεστικοῖς ῥήμασι
χρώμενος τὴν προσφορὰν ταύτην προσφέρει.
(2.) Ἡ μὲν γὰρ πρώτη προσαγωγὴ ἔργον ἐστὶν ἀνθρώπῳ
δυνατόν· καὶ διὰ τοῦτο ὑπὸ τοῦ ἱερέως πραττομένη πρακτικὴ
ἂν εἴη λατρεία· τὴν δὲ δευτέραν, τὴν εἰς τὸ θεῖον σῶμα καὶ
αἷμα μεταβολὴν τῶν δώρων, ἥτις ἐστὶν ἡ θυσία, ὑπὲρ
ἀνθρώπου δύναμιν οὖσαν ἐργάζεται μὲν ἡ χάρις· εὔχεται δὲ (5)
μόνον ὁ ἱερεύς.

(3.) Ὅθεν εἰ καὶ ἔργον ἐστὶ καὶ πρᾶγμα ἀληθῶς ἡ θυσία, @1
ἀλλ᾿ αὐτὸς οὐδὲν εἰς αὐτὴν ἐργαζόμενος, ἀλλὰ λέγων μόνον,
εἰκότως οὐ πραγματικὴν ἀλλὰ λογικὴν λατρείαν προσά-
γειν φησί.

Συνεχίζεται

Δεν υπάρχουν σχόλια: