Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετού
18.(t.) ΙΗ´. Τί σημαίνουσιν ἐν ταῖς ἀρχαῖς τῆς ἱερουργίας
ᾀδόμενα τὰ προφητικά
(1.) Ἡ δὲ δευτέρα ψαλμῳδία αὐτὴν ἀνυμνεῖ τὴν βασιλείαν
καὶ «τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν» τοῦ Υἱοῦ τοῦ Θεοῦ, @1
καὶ «τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν» τοῦ Υἱοῦ τοῦ Θεοῦ, @1
τὴν ἀπὸ τῆς κενώσεως καὶ πτωχείας αὐτῷ περιγενομένην.
(2.) Ἀλλὰ τίς ἐνταῦθα χρεία τῶν προφητικῶν τούτων
ῥημάτων; καὶ τί σημαίνουσι τῆς τοῦ Σωτῆρος οἰκονομίας;
(3.) Τὰς ἀρχὰς τῆς αὐτοῦ παρουσίας, ὅτε παρεγένετο μέν,
οὔπω δ᾿ ἐφαίνετο τοῖς πολλοῖς, ὅτε «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ
κόσμος αὐτὸν οὐκ ἐγίνωσκεν», τὸν πρὸ τοῦ Ἰωάννου καιρόν,
πρὶν ἁφθῆναι τὸν λύχνον. Τότε γὰρ χρεία ἦν αὐτῷ ἔτι τῶν
προφητικῶν λόγων. Μετὰ δὲ ταῦτα αὐτὸς ἐφάνη ὁ προφη- (5)
τευόμενος καὶ οὐκ ἦν ἔτι αὐτῶν τῶν προφητῶν χρεία, ἀλλὰ
παρόντα αὐτὸν ὁ Ἰωάννης ἐδείκνυ, καὶ πρὸ τοῦ Ἰωάννου
ὁ Πατήρ. Διὰ τοῦτο· «Πάντες οἱ προφῆται, φησίν, ἕως
Ἰωάννου προεφήτευσαν.» Τοῦτον δὴ τὸν καιρὸν τὸν πρὸ τοῦ
Ἰωάννου σημαίνουσι τὰ προφητικὰ ᾀδόμενα, ὅτι καὶ τὰ (10)
τίμια δῶρα, δι᾿ ὧν ὁ Χριστὸς σημαίνεται, οὔπω εἰς μέσον
ἄγεται, ἀλλ᾿ ἰδίᾳ ἀπόκειται συγκεκαλυμμένα.
Καὶ ταῦτα μὲν οὕτω. Θεωρῶμεν δὲ τοῦ ψαλμοῦ τὰ ῥήματα.
(4.) «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Τὴν
ἐπίγνωσιν ἣν ἐπέγνωσαν αὐτὸν οἱ ἄνθρωποι καὶ ὑπετάγησαν,
βασιλείαν ἐκάλεσαν, ὅτε καὶ εὐπρεπῆ καὶ ὡραῖον καὶ δυνατὸν
αὐτὸν ἔγνωσαν, ὡς ἔδει γνῶναι. Τοῦτό ἐστιν ἐκεῖνο τὸ τοῦ
Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», (5)
ὅτι μετὰ τῶν ἐν οὐρανῷ καὶ οἱ ἐν τῇ γῇ τὸν Δεσπότην ἐπέγνω- @1
σαν τὸν ἀληθινόν· ἐπεὶ καὶ τὰ ἑξῆς εἴ τις ἐπέλθοι, τὰ αὐτὰ
πάντα εὑρήσει.
(5.) Καὶ τοίνυν τῆς βασιλείας ἐξηγούμενος τὸν τρόπον καὶ
τῆς ἐξουσίας ὁ μὲν προφήτης· «Καὶ γὰρ ἐστερέωσε τὴν
οἰκουμένην, ἥτις οὐ σαλευθήσεται», στερέωμα τὴν πίστιν
λέγων. Ἔστησε τῇ πλάνῃ κλονουμένους, ἑαυτῷ συνέδησε.
τοιοῦτος γὰρ ὁ πλανώμενος οὐδαμοῦ δύναται στῆναι. Ὁ δὲ (5)
Κύριος· «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη,
Κύριος· «Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη,
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ ἁγίου Πνεύματος», ὅπερ ἐστὶν ἡ διδασκαλία τῆς πίστεως.
(6.) Ἀλλ᾿ οὐκ ἀρκεῖ τοῦτο πρὸς τὴν βασιλείαν, ἡ πίστις·
οὐδὲ ὑποτάγειεν ἂν τελείως τὰ ἔθνη τὸν τρόπον τοῦτον. Διὰ
τοῦτο καὶ τὴν φυλακὴν τῶν ἐντολῶν προσθεῖναι δεῆσαν, ὁ μὲν
προφήτης· «Τὰ μαρτύριά σου, φησίν, ἐπιστώθησαν σφόδρα»,
ὁ δὲ Κύριος τῷ περὶ τοῦ βαπτίσματος λόγῳ, τῶν ἐντολῶν (5)
τὸν λόγον προστίθησι, λέγων· «Διδάσκοντες αὐτοὺς τηρεῖν
πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Ἅπερ γὰρ ὁ Σωτὴρ ἐντολάς,
ὁ προφήτης μαρτύρια καλεῖ. Καὶ τοῦτο πανταχοῦ τῆς Γρα-
φῆς εὑρήσεις μαρτύρια τοὺς τοῦ Θεοῦ νόμους καλούσης.
(7.) Μετὰ ταῦτα· «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε»,
ἁγίασμα λέγων τὰς θυσίας, τὰ δῶρα, πᾶσαν λατρείαν τὴν
ὀφειλομένην Θεῷ, ἃ πρέπειν τῷ οἴκῳ τοῦ Θεοῦ φάσκων
δείκνυσι οὐ κενὸν ὄντα τὸν οἶκον τοῦτον, οὐδὲ τοῦ Θεοῦ
ἔρημον, ἀλλ᾿ αὐτὸν ἐν ἑαυτῷ ἔχοντα τὸν οἰκοδεσπότην. Εἰ (5)
γὰρ κενὸς ἦν τοῦ Θεοῦ, οὐκ ἂν ἔπρεπεν αὐτῷ τὰ τῷ Θεῷ
πρέποντα μόνῳ· τοῦτο καὶ ὁ Κύριος τοῖς εἰρημένοις προσέ-
θηκεν, ἐπαγγειλάμενος ἔσεσθαι μετὰ τῆς Ἐκκλησίας ἀεί. Τὴν
δὲ Ἐκκλησίαν οἶκον Θεοῦ ζῶντος ὁ Παῦλος καλεῖ· φησὶ γάρ· @1
«Ἵνα γνῷς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις (10)
ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος.» «Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν
εἰμι.» Καὶ ὅπερ ἐκεῖνος· «εἰς μακρότητα ἡμερῶν» εἶπεν,
ὁ Κύριος· «Πάσας τὰς ἡμέρας, φησίν, ἕως τῆς συντελείας τοῦ
αἰῶνος.»
(8.) Καὶ αὕτη μὲν ἡ ψαλμῳδία οὕτως ἀκριβὴς προφητεία
ἐστί, τῶν διὰ τοῦ σταυροῦ καὶ τοῦ θανάτου τῷ Σωτῆρι
κατωρθωμένων.
19.
(t.) ΙΘ´. Ἐξήγησις τοῦ τρίτου ἀντιφώνου
(1.) Ἡ δὲ ἑξῆς ἀπάντησις εἶναι δοκεῖ ὡς ἤδη τοῦ Κυρίου
1.) Ἡ δὲ ἑξῆς ἀπάντησις εἶναι δοκεῖ ὡς ἤδη τοῦ Κυρίου
παραγενομένου καὶ φαινομένου· διὰ τοῦτο πρὸς τῇ εἰσόδῳ τοῦ
Εὐαγγελίου καὶ ἀναδείξει τάττεται καὶ ᾄδεται, δι᾿ οὗ ὁ
Χριστὸς σημαίνεται. Ὅτι δὲ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν
ὁ προφήτης πρὸ τῶν ὀφθαλμῶν τῆς ψυχῆς ἔχων ταύτην ᾖσε (5)
τὴν ψαλμῳδίαν, δείκνυται μάλιστα μὲν ἀπὸ τῆς ἐν αὐτῷ χαρᾶς
καὶ εὐφροσύνης· ἧς αὐτός τε φαίνεται γέμων καὶ τοὺς ἄλλους
ἅπαντας εἰς κοινωνίαν καλεῖ· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ
Κυρίῳ.» Οὐ γὰρ ἦν χαίρειν ἄνθρωπον μὴ τοῦ Κυρίου ἐπι-
δημήσαντος, ὅτι τὴν χαρὰν ἡμῖν ὁ Χριστὸς ἐκόμισε μόνος, καὶ (10)
εἴ τις δὲ πρὶν ἐκεῖνον ἐλθεῖν εἰς τὴν γῆν ἔχαιρε, τὰ ἐκείνου
μυηθεὶς ἔχαιρεν, ὥσπερ «ὁ Ἀβραὰμ ἠγαλλιάσατο, φησίν,
ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη.» Καὶ
αὐτὸς ὁ Δαβίδ· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου.» Ἣν γὰρ ἀγαλλίασιν εἶχεν ἐν τῷ Χριστῷ πρὶν ἁμαρτῆ- @1 (15)
σαι, ταύτην δι᾿ ὧν ἥμαρτεν ἀποβαλών, ἀπολαβεῖν ἱκέτευε τὸν
Θεόν.
(2.) Ὥσπερ οὖν εἰ ἔλεγε· «Δεῦτε καὶ φωτισθῶμεν»,
φωτὸς ἂν ἐμήνυε παρουσίαν· οὕτως εἰπών· «Δεῦτε, ἀγαλλια-
σώμεθα τῷ Κυρίῳ», δείκνυσιν αὐτὸν φανῆναι τὸν κομίζοντα
τὴν χαράν.
(3.) Ἔπειτα καὶ Σωτῆρα τὸν Κύριον τοῦτον καλεῖ. Σωτῆρα
δέ, καὶ σωτηρίαν, καὶ σωτήριον, τὸν Χριστὸν ἡ Γραφὴ καλεῖ,
ὅτι τῶν θεαρχικῶν ὑποστάσεων μόνος ὁ Υἱὸς αὐτουργὸς
ἐγένετο τῆς σωτηρίας ἡμῶν· καὶ δι᾿ ἑαυτοῦ τὸ πᾶν εἰργάσατο,
καθάπερ εἶπε Παῦλος, «δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος (5)
τῶν ἁμαρτιῶν ἡμῶν.» Ὃ καὶ αὐτὸς ἐδήλωσε τῷ παραδείγ-
ματι τοῦ καλοῦ ποιμένος, ὃς οὐκ ἔπεμψε τοὺς ζητήσοντας τὸ
πρόβατον τὸ ἀπολωλός, ἀλλ᾿ αὐτὸς ἐζήτησε, καὶ εὗρε, καὶ
ἀνείλετο, καὶ ἐπὶ τῶν ὤμων ἐκόμισε. Διὰ τοῦτο καὶ τὴν
προσηγορίαν ἐδέξατο τὴν τοῦτο δυναμένην, κληθεὶς Ἰησοῦς. (10)
ἀνείλετο, καὶ ἐπὶ τῶν ὤμων ἐκόμισε. Διὰ τοῦτο καὶ τὴν
προσηγορίαν ἐδέξατο τὴν τοῦτο δυναμένην, κληθεὶς Ἰησοῦς. (10)
(4.) «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει»,
πρόσωπον τὴν ἐπιφάνειαν αὐτοῦ λέγων. Μὴ ἀναμείνωμεν
οἴκοι γενόμενον ἰδεῖν αὐτόν, ἀπαντήσωμεν ἐν ἐξομολογήσει,
ἐν δοξολογίᾳ δηλονότι, «καὶ ἐν ψαλμοῖς ἀλαλάζωμεν
αὐτῷ», Θεῷ πρέπουσαν ἀποδῶμεν αὐτῷ τὴν τιμήν. Ὁ μὲν (5)
«ἐν δούλου μορφῇ» φανῆναι κατεδέξατο· ἡμεῖς δὲ τὸν
Δεσπότην μὴ ἀγνοήσωμεν, μὴ προσκόψωμεν τῇ σαρκί, μὴ
παρενεχθῶμεν ἐπὶ τὸ ταπεινὰ περὶ τοῦ ὑψηλοῦ φρονεῖν, διὰ τὸ
φαινόμενον. «Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας
ἐπὶ πᾶσαν τὴν γῆν», ὁ ἐν ταύτῃ καλυπτόμενος τῇ σαρκί. Καὶ (10)
τὰ ἑξῆς δὲ θεοπρεπῆ προστίθησι πάντα.
(5.) Καὶ τοιαῦτα μὲν τὰ προφητικά, καὶ οὕτω κατὰ καιρὸν
ᾄδονται. @1
20.
(t.) Κ´. Περὶ τῆς ἀναδείξεως τοῦ ἁγίου Εὐαγγελίου
καὶ περὶ τοῦ τρισαγίου ὕμνου
(1.) Τούτων δὲ ᾀσθέντων, ὁ ἱερεὺς ἐν μέσῳ πρὸ τοῦ θυσια-
στηρίου ἱστάμενος ὑψοῦ τὸ Εὐαγγέλιον αἰρεῖ καὶ ἀναδείκνυσι,
τὴν ἀνάδειξιν τοῦ Κυρίου σημαίνων, ὅτε ἤρξατο φαίνεσθαι
τοῖς πολλοῖς. Διὰ γὰρ τοῦ Εὐαγγελίου ὁ Χριστὸς δηλοῦται,
ὥσπερ τὰ προφητικὰ βιβλία «Προφῆται» λέγονται, κατὰ τὸ (5)
εἰρημένον ὑπὸ τοῦ Ἀβραὰμ πρὸς τὸν πλούσιον· «Ἔχουσι
Μωσέα καὶ τοὺς προφήτας», τὰ βιβλία λέγοντος.
(2.) Ἐπεὶ δέ, τοῦ προφητευομένου ἀναδεικνυμένου καὶ δι᾿
ἑαυτοῦ φαινομένου, τοῖς ῥήμασι τῶν προφητῶν οὐδεὶς ἀξιοῖ
προσέχειν, διὰ τοῦτο τοῦ Εὐαγγελίου ἀναδεικνυμένου, τὰ μὲν
προφητικὰ παύονται. Ἄιδομεν δέ, εἴ τι τῆς καινῆς ἐστι
διαθήκης. Ἢ γὰρ τὴν παναγίαν τοῦ Κυρίου Μητέρα, ἢ ἄλλους (5)
τῶν ἁγίων ἐγκωμιάζομεν, ἢ αὐτὸν τὸν Χριστὸν ὑμνοῦμεν,
ὑπὲρ ὧν εἰς ἡμᾶς ἐπεδήμησεν, ἢ ἐπιδημήσας ἔπαθεν ἢ ἐποίη-
ὑπὲρ ὧν εἰς ἡμᾶς ἐπεδήμησεν, ἢ ἐπιδημήσας ἔπαθεν ἢ ἐποίη-
σεν. Ἐφ᾿ οἷς ἑκάστοτε ἡ Ἐκκλησία πανηγυρίζει.
(3.) Ἔπειτα καὶ αὐτὸν ὡς Τριάδα τὸν Θεὸν ἀνυμνοῦμεν,
οἷον αὐτὸν ἡμᾶς εἶναι ἐδίδαξεν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος.
Ὁ δὲ ὕμνος οὗτος εἴληπται μὲν ἀπὸ τῶν ἀγγέλων, εἴληπται
δὲ καὶ ἀπὸ τῆς βίβλου τῶν ἱερῶν τοῦ προφήτου ψαλμῶν. @1
Συνῆκται δὲ ὑπὸ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ ἀνετέθη τῇ (5)
Τριάδι. Τὸ μὲν γὰρ «Ἅγιος» τρὶς βοώμενον, τῶν ἀγγέλων,
τὸ δὲ «Θεὸς καὶ ἰσχυρὸς καὶ ἀθάνατος», τοῦ μακαρίου
Δαβίδ, ἐν οἷς φησι· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν
τὸν ἰσχυρὸν τὸν ζῶντα.» Τὸ δέξασθαι δὲ καὶ συνθεῖναι ταῦτα
ἐκείνοις, καὶ προσθεῖναι τὴν ἱκεσίαν, λέγω δὴ τὸ «Ἐλέησον (10)
ἡμᾶς», τῆς Ἐκκλησίας τῶν Τριάδα τὸν ἕνα Θεὸν καὶ
εἰδότων καὶ κηρυττόντων, ἵνα δειχθῇ, τοῦτο μὲν ἡ πρὸς τὴν
καινὴν διαθήκην τῆς παλαιᾶς συμφωνία, τοῦτο δὲ τὸ καὶ
ἀγγέλους καὶ ἀνθρώπους μίαν Ἐκκλησίαν γενέσθαι, καὶ
χορὸν ἕνα, διὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν, τοῦ ὑπερουρανίου (15)
καὶ ἐπιγείου. Διὰ τοῦτο μετὰ τὸ ἀναδειχθῆναι καὶ εἰσενεχθῆ-
ναι τὸ Εὐαγγέλιον, τὸν ὕμνον ᾄδομεν τοῦτον, μονονοὺ
βοῶντες ὡς ὁ ἐπιδημήσας οὗτος μετὰ τῶν ἀγγέλων ἡμᾶς
ἔστησεν, εἰς ἐκεῖνον ἔταξε τὸν χορόν.
Καὶ ταῦτα μὲν οὕτως. (20)
Συνεχίζεται
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου