Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
15.(t.) ΙΕ´. Περὶ τῶν λεγομένων ἀντιφώνων καὶ τῶν
ἐν αὐτοῖς εὐχῶν
(1.) Ἐν ὅσῳ δὲ τῶν αἰτήσεων ὁ διάκονος ἐξηγεῖται, καὶ
ὁ ἱερὸς λαὸς εὔχεται, ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιεῖται ἡσυχῇ καὶ
καθ᾿ ἑαυτόν, ὑπὲρ τῶν περιεστώτων καὶ «τοῦ ἁγίου οἴκου»,
«πλούσια» χεθῆναι αὐτοῖς «τὰ ἐλέη παρὰ τοῦ Θεοῦ καὶ τοὺς
πλούσια» χεθῆναι αὐτοῖς «τὰ ἐλέη παρὰ τοῦ Θεοῦ καὶ τοὺς
οἰκτιρμούς»· καὶ προστίθησι τὴν αἰτίαν δι᾿ ἣν αὐτός τε (5)
ταῦτα αἰτεῖται καὶ ὁ Θεὸς ἂν παράσχοι τὰ ἑαυτοῦ δίκαια, οὐ
τῷ ἀξίους εἶναι τοὺς ληψομένους, οὐχ ὅτι δίκαιοι λαβεῖν
ἡμεῖς, ἀλλ᾿ «ὅτι σοι πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύ-
νησις». Διὰ τὴν σὴν δόξαν ταῦτα δέομαί σου, φησί. Τὸ γὰρ
οὕτω φιλανθρωπεύσασθαι πρὸς τοὺς ἀναξίους ἡμᾶς, ὑπὲρ τῆς (10)
σῆς γίνεται δόξης. Τοῦτο δὲ τὸ δοξάζεσθαι πρέπει σοι κατ᾿
ἐκεῖνο τὸ τοῦ μακαρίου Δαβίδ· «Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν,
ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν.»
(2.) Διὰ τοῦτο τὴν εὐχὴν τελέσας, τὴν αἰτιολογίαν ταύτην,
ὅτι καὶ ἀκροτελεύτιος οὖσα καὶ δοξολογία ἐστίν, εἰς ἐπήκοον
πάντων ἀναγινώσκει, ἵνα τοῦ ὕμνου κοινωνοὺς ἅπαντας λάβῃ,
καὶ ὑπὸ πάσης τῆς Ἐκκλησίας ὁ Θεὸς ὑμνηθῇ. Καὶ τοίνυν @1
ἀκούοντες κοινωνοῦσιν αὐτῷ τοῦ ὕμνου. Εἰπόντος γὰρ (5)
ἐκείνου καὶ δοξολογήσαντος, οἱ πιστοὶ πάντες τὸ «Ἀμὴν»
ἐπιλέγουσι, καὶ τοῦτο τὸ ῥῆμα βοήσαντες οἰκειοῦνται πάσας
τὰς ἐκείνου φωνάς.
(3.) Εἶτα τῶν ἱερῶν ψαλμῳδιῶν ἀπάρχεται μὲν ὁ ἱερεύς,
πληροῦσι δὲ τὸ πᾶν οἱ περιεστῶτες, τὰ θεόπνευστα τῶν ἱερῶν
προφητῶν ᾄδοντες ῥήματα· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ
Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε», ἀρχῇ πρέπον
εὐθὺς τὸ ῥῆμα, ὅτι περὶ αὐτοῦ λέγει τοῦ ὕμνου, ὅτι «ἀγα- (5)
θὸν», ὃ δεῖ πάντως εἰδέναι πρὸ παντὸς ὕμνου, «ἐξομολο-
γεῖσθαι» λέγων τὸ εὐχαριστεῖν, τὸ ὑμνεῖν.
(4.) Τούτων δὲ καὶ τῶν ἑξῆς ὑμνηθέντων, ὁ διάκονος εἰς
εὐχὴν προτρέπεται τοὺς πιστούς, οἷα καὶ πρότερον αἰτεῖσθαι
κελεύων.
(5.) Ἐν ὅσῳ δὲ ἡ ψαλμῳδία ἐτελεῖτο καὶ οἱ πιστοὶ ηὔχοντο,
ὁ ἱερεὺς ἔνδον εὐχὴν ποιησάμενος πρὸς τὸν Θεόν, καθόλου τε
περὶ «τοῦ πληρώματος τῆς Ἐκκλησίας», καὶ ἰδίως ὑπὲρ
περὶ «τοῦ πληρώματος τῆς Ἐκκλησίας», καὶ ἰδίως ὑπὲρ
τῶν κοσμούντων τὸν ἅγιον αὐτοῦ οἶκον, καὶ λαμπρὸν παντα-
χόθεν ἀποδεικνύναι ἐπιθυμούντων, ἵνα καὶ αὐτοὶ παρ᾿ αὐτοῦ (5)
δοξασθῶσιν, αἰτίαν προστίθησιν ἐπικαιροτάτην· «Ὅτι σὸν
τὸ κράτος, καὶ σοῦ ἔστιν ἡ βασιλεία.» Παρὰ τοῖς βασιλεῦσι,
φησίν, ἡ δόξα, καὶ τὸ δύνασθαι λαμπροὺς ποιεῖν οὓς ἂν βού-
λωνται. Σὺ δὲ βασιλεὺς αἰώνιος, καὶ σὸν τὸ κράτος καὶ σοῦ
ἐστιν ἡ βασιλεία. @1 (10)
(6.) Καὶ ταύτην τὴν αἰτιολογίαν ὡς δοξολογίαν οὖσαν
βοήσας ἐν τοῖς ἁπάντων ὠσὶ τῶν πιστῶν, καὶ κοινωνίαν
λαβὼν τοῦ πρὸς Θεὸν ὕμνου, καθάπερ καὶ πρότερον, αὖθις
τῶν ψαλμῳδιῶν ἄρχεται καὶ οἱ πιστοὶ συμπληροῦσιν, εἶτα
αἰτοῦνται παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις ὧν ὁ διάκονος ἐξηγεῖ- (5)
ται, κατὰ τὰ πρότερον εἰρημένα.
(7.) Ὁ δὲ ἱερεὺς πάλιν εὐχὴν ποιησάμενος ὑπὲρ τῶν συνευ-
χομένων αὐτῷ πιστῶν, ἵνα ὧν ἕκαστος ἰδίᾳ αἰτεῖται τύχοι
«κατὰ τὸ αὐτῷ συμφέρον», καὶ ἔτι «ζωὴν αἰώνιον ἐν τῷ
μέλλοντι», προστίθησιν τὴν αἰτίαν, τὴν αὐτοῦ ἀγαθότητα
καὶ φιλανθρωπίαν, ἣν καὶ ἀκροτελεύτιον οὖσαν εἰς ἐπήκοον (5)
πάντων εἰπών.
(8.) Τρίτης ἀπάρχεται ψαλμῳδίας.
(9.) Ἧς ᾀδομένης τὸ Εὐαγγέλιον εἰσάγεται δορυφορού-
μενον ὑπολαμπάσι καὶ θυμιάμασι, πάντων πεμπόντων, ὅσοι
τοῦ βήματος, διακόνου αὐτὸ κομίζοντος, ἢ εἰ μὴ παρὼν τύχοι,
τοῦ ἱερέως.
(10.) Ὁ δὲ ἱερεὺς ἐν ᾧ εἰς τὸ θυσιαστήριον εἰσιέναι μέλλει,
στὰς πρὸ τῶν θυρῶν ἐκ μικροῦ διαστήματος, ἕως ἡ ψαλμῳδία
συμπληρωθῇ, εὔχεται τῷ Θεῷ ἀγγέλους ἁγίους συνεισελθεῖν
εἰς τὸ θυσιαστήριον εἰσιόντι καὶ συνεφάψασθαι τῆς ἱερουργίας
καὶ κοινωνῆσαι τῆς δοξολογίας αὐτῷ· καὶ προστίθησιν αἰτίαν, (5)
ὅτι καὶ παρὰ ἀνθρώπων καὶ παρὰ ἀγγέλων πρέπει αὐτὸν
ὅτι καὶ παρὰ ἀνθρώπων καὶ παρὰ ἀγγέλων πρέπει αὐτὸν
δοξάζεσθαι καὶ προσκυνεῖσθαι. Τοῦτο γὰρ βούλεται· «Ἡ πᾶσα
δόξα, τιμὴ καὶ προσκύνησις» ἡ παρὰ πάντων τῶν δοξάζειν
Θεὸν καὶ τιμᾶν εἰδότων καὶ προσκυνεῖν.
(11.) Καὶ ταῦτα εὐξάμενος εἰς τὸ θυσιαστήριον εἰσέρχεται
καὶ τίθησιν ἐπὶ τῆς ἁγίας τραπέζης τὸ Εὐαγγέλιον. @1
16.
(t.) ΙϚ´. Σημασία τῆς ἱερουργίας ἐν κεφαλαίῳ
(1.) Ἀναγκαῖον δὲ ἄνωθεν κατὰ μέρος ἐπελθεῖν τῶν ψαλ-
μῳδιῶν τὰ ῥήματα.
(2.) Ἐκεῖνο δὲ πρότερον εἰπόντας ὅτι τὸ μυστήριον τῆς τοῦ
Χριστοῦ οἰκονομίας σημαίνεται μὲν διὰ τῆς θυσίας αὐτῆς,
σημαίνεται δὲ καὶ διὰ τῶν πρὸ τῆς θυσίας καὶ τῶν μετὰ τὴν
θυσίαν τελουμένων καὶ λεγομένων.
(3.) Ἡ μὲν γὰρ θυσία τὸν θάνατον αὐτοῦ καταγγέλλει καὶ
τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ὅτε τὰ τίμια δῶρα εἰς αὐτὸ
τὸ Κυριακὸν μεταβάλλει σῶμα, τὸ ἀναστάν, τὸ εἰς τὸν
οὐρανὸν ἀνεληλυθός.
(4.) Τὰ δὲ πρὸ τῆς θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρου-
σίαν, τὴν ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν
θυσίαν, «τὴν ἐπαγγελίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν
τοῦ Πνεύματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν
ἐθνῶν δι᾿ ἐκείνων εἰς τὸν Θεὸν ἐπιστροφὴν καὶ τὴν κοινωνίαν. (5)
(5.) Καὶ ἔστιν ἡ πᾶσα μυσταγωγία καθάπερ τι σῶμα ἓν
ἱστορίας, ἀπ᾿ ἀρχῆς ἄχρι τέλους τὴν συμφωνίαν καὶ ὁλοκλη-
ρίαν φυλάττον, ὥστε ἕκαστον τῶν τελουμένων ἢ λεγομένων
ἰδίαν τινὰ συντέλειαν τῇ ὁλότητι παρέχειν. Ὅθεν οἱ μὲν
ψαλμοί, ὡς ἂν ἐν προοιμίοις τῆς μυσταγωγίας ᾀδόμενοι, τὸν (5)
πρῶτον καιρὸν τῆς τοῦ Χριστοῦ οἰκονομίας σημαίνουσι, τὰ δὲ @1
μετὰ τούτους, αἵ τε τῶν ἱερῶν Γραφῶν ἀναγνώσεις καὶ τὰ
ἄλλα, τὸν ἐφεξῆς.
(6.) Καὶ μὴν ἄλλη τις εἴρηται ἡ αἰτία τῶν Γραφῶν καὶ τῶν
6.) Καὶ μὴν ἄλλη τις εἴρηται ἡ αἰτία τῶν Γραφῶν καὶ τῶν
ψαλμῳδιῶν· προκαθάρσια τινὰ πρὸς τὰ μυστήρια, καὶ
παρασκεύας· ἀλλ᾿ οὐδὲν κωλύει καὶ τοῦτο κἀκεῖνο δύνασθαι,
καὶ τὰ αὐτὰ καὶ τοὺς πιστοὺς ἁγιάζειν καὶ τὴν οἰκονομίαν
σημαίνειν. Καθάπερ γὰρ τὰ ἱμάτια πληροῦσι μὲν τὴν χρείαν (5)
τῆς ἐνδύσεως καὶ καλύπτουσι τὸ σῶμα, τῷ δὲ τοιάδε εἶναι
ἢ τοιάδε, καὶ ἐπιτηδεύματα σημαίνουσι καὶ βίον καὶ ἀξίωμα
τῶν περικειμένων, οὕτω καὶ ἐπὶ τούτων ἔχει. Ὅτι μὲν γὰρ
ὅλως θεῖαι Γραφαὶ καὶ θεόπνευστα ῥήματα τὰ ᾀδόμενα καὶ
ἀναγινωσκόμενα τοὺς ἀναγινώσκοντας καὶ ᾄδοντας ἁγιάζει· (10)
ὅτι δὲ τοιαῦτα ἐξελέγησαν καὶ οὕτως ἐτάχθησαν, καὶ τὴν
ἄλλην δύναμιν ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ
Χριστοῦ παρουσίας καὶ πολιτείας. Ἐπεὶ οὐ μόνον τὰ ᾀδόμενα
καὶ λεγόμενα ἀλλὰ καὶ τὰ τελούμενα τοῦτον ἔχει τὸν τρόπον,
καὶ γίνεται μὲν ἕκαστον τῆς χρείας ἕνεκα τῆς ἐνισταμένης· (15)
σημαίνει δὲ καί τι τῶν τοῦ Χριστοῦ ἔργων ἢ πράξεων ἢ
παθῶν· οἷόν ἐστιν ἡ εἰς τὸ θυσιαστήριον εἰσαγώγη τοῦ
Εὐαγγελίου καὶ τῶν τιμίων δώρων.
(7.) Καὶ τἄλλα πάντα ἃ καὶ ἀρχομένοις ἡμῖν κατὰ μέρος
εἴρηται, ἵνα μὴ τὸν λόγον μηκύνωμεν αὖθις ἕκαστα κατα-
λέγοντες.
(8.) Τούτων οὖν οὕτως ἐχόντων, θεωρῶμεν τὴν ἱερουργίαν
ἅπασαν κατὰ μέρος, καθ᾿ ὅσον τῆς τοῦ Σωτῆρος οἰκονομίας
εἰκόνα φέρει.
(9.) Καὶ πρῶτον τὰς ψαλμῳδίας. @1
17.
(t.) ΙΖ´. Ἐξήγησις τοῦ πρώτου ἀντιφώνου
(1.) Ἡ μὲν οὖν προτροπή ἐστιν εἰς δοξολογίαν ἀρχομένοις
πρέπουσα· «Ἀγαθόν, φησί, τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ»·
ὁ ὕμνος πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ περὶ τοῦ Μονογε-
νοῦς· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν
τῷ ὀνόματί σου, Ὕψιστε», ὕψιστον τὸν Πατέρα λέγων, (5)
τῷ ὀνόματί σου, Ὕψιστε», ὕψιστον τὸν Πατέρα λέγων, (5)
Κύριον τὸν Μονογενῆ· ἀγαθὸν τὸν Υἱὸν ὑμνεῖν, καὶ σὲ τὸν
Πατέρα. Καὶ τί βούλεται ταῦτα; Πρὸς τὰ ἑξῆς τοῦ λόγου
προοιμιάζεται. Μέλλει γὰρ κοινὸν αὐτοῖς ποιεῖσθαι τὸν
ὕμνον. Τίνα τρόπον; Τὰ τοῦ Υἱοῦ βοήσει δι᾿ ὧν καὶ ὁ Πατὴρ
ἐδοξάσθη. (10)
(2.) Τίς γὰρ ἡ ἀφορμὴ τῆς ὑμνήσεως; Ἡ τοῦ Υἱοῦ κένωσις
καὶ πτωχεία, τὰ διὰ σαρκὸς ἔργα καὶ πάθη· ταῦτα γὰρ ἔλεος
καλεῖ καὶ ἀλήθειαν. Ἔλεος μὲν ὅτι πάντων ἀθλιώτατα δια-
κειμένους καὶ ἐχθροὺς ὄντας καὶ πολεμίους αὐτῷ, διὰ πολλὴν
χρηστότητα καὶ φιλανθρωπίαν, οὐ περιεῖδε, καὶ οὐ συνήλγησε (5)
μόνον τῆς συμφορᾶς ἡμῖν, ἀλλὰ καὶ αὐτῶν ἐκοινώνησε τῶν
κακῶν, φθορᾶς καὶ θανάτου. @1
(3.) Καὶ οὐδὲ ἀνέστησε μόνον ἐκείνου τοῦ χαλεποῦ πτώματος,
ἀλλὰ καὶ βασιλείας καὶ τῶν μεγίστων ἠξίωσεν ἀγαθῶν. Διὰ
τοῦτο καὶ ὁ Παῦλος· «Ὅτε, φησίν, ἡ χρηστότης καὶ ἡ
φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ», ὡς
τηνικαῦτα πρῶτον φανερωθείσης ὅση τίς ἐστι. Καὶ ὁ Κύριος· (5)
«Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον», τὴν ὑπερβολὴν τῆς
ἀγάπης ἐμφαίνων τῷ ῥήματι τούτῳ.
(4.) Ἔλεος μὲν οὖν τούτων ἕνεκα, τὴν οἰκονομίαν καλεῖ.
(5.) Ἀλήθειαν δὲ ὅτι καθάπερ καὶ σκιαὶ καὶ τύποι πρὸς
αὐτὴν τὰ παλαιὰ πάντα ἑώρων. Διὰ τοῦτο περὶ αὐτῆς ὁ προφή-
της λέγων· «Ὤμοσε Κύριος, φησί, τῷ Δαβὶδ ἀλήθειαν.»
Τίνα γὰρ τὰ ὠμωμοσμένα; Ἡ τοῦ Κυρίου διὰ σαρκὸς
ἐπιδημία καὶ πολιτεία. «Ἐκ καρποῦ, φησί, τῆς κοιλίας σου (5)
θήσομαι ἐπὶ τοῦ θρόνου σου», αὐτὸν δηλῶν τὸν Σωτῆρα.
Καὶ πόθεν δῆλον; Ὁ Γαβριὴλ ἐδίδαξεν ἐν οἷς τὸν ἀπόρ-
ρητον τόκον τῇ Παρθένῳ μηνύων καὶ τὸν τεχθησόμενον
ἡλίκος ἔσται διδάσκων· «Δώσει αὐτῷ, φησί, Κύριος ὁ Θεὸς
τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν (10)
τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν (10)
οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ
ἔσται τέλος.»
(6.) Ἀλλ᾿ αὐτὴ ἡ ἀλήθεια καὶ «κρίσις ἐστὶ καὶ δικαιοσύνη»·
τίνα λόγον; ὅτι ὁ Σωτὴρ ἐν αὐτῇ τὴν ἁμαρτίαν ἐκβαλὼν καὶ
τὸν διάβολον ἀποκτείνας, οὐχ ὑπερβολῇ ἰσχύος, οὐδὲ τῷ
νικᾷν δυνάμει τοῦτο ἐποίησεν· ἀλλὰ κρίσει καὶ δικαιοσύνῃ, @1
κατὰ τὸ εἰρημένον· «Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ (5)
θρόνου σου», καθάπερ ἡμεῖς ἐν τοῖς δικαστηρίοις τοὺς
ἀντιδίκους αἱροῦμεν τῇ ψήφῳ τῶν δικαστῶν. Διὰ τοῦτο· «νῦν
κρίσις ἐστί, φησί, τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου
τούτου ἐκβληθήσεται ἔξω.»
(7.) Ταῦτα εἰδὼς ὁ μακάριος Διονύσιος, «τὴν τῆς θεαρχικῆς
ἀγαθότητος ἀπειροτάτην φιλανθρωπίαν, φησί, τῆς ἀποστα-
τικῆς πληθύος», τῶν δαιμόνων δηλονότι, «τὸ καθ᾿ ἡμῶν
καταλῦσαι κράτος, οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσαν, κατὰ
δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον, ἐν κρίσει καὶ δικαιο- (5)
σύνῃ».
(8.) Ἐπεὶ τοίνυν τὸ ὑμνούμενον οὐ μόνον «ἔλεος καὶ
ἀλήθεια», ἀλλὰ «καὶ δικαιοσύνη ἐστὶ καὶ κρίσις», διὰ
τοῦτο ἐπήγαγεν ὁ Ψαλμωδός· «Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς
ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.»
(9.) «Ἀγαθὸν τὸ ἀναγγέλλειν, φησί, τὸ πρωῒ τὸ ἔλεός σου
καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Ἡμέρας καὶ νυκτὸς δεῖ,
φησί, τὸν Θεὸν ὑμνεῖν. Τοῦτο γάρ ἐστι τὸ «πρωῒ» καὶ
«κατὰ νύκτα». Ὅπερ ἀλλαχοῦ φησίν· «Ἐν παντὶ καιρῷ».
(10.) Καὶ ταῦτα μὲν ἡ πρώτη.
Συνεχίζεται
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου