Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετού
8.(t.) Η´. Περὶ τῶν ἐν τῷ ἄρτῳ τελουμένων
(1.) Ἐπεὶ τοίνυν τὸν τρόπον τοῦτον δεῖ ποιεῖσθαι τοῦ
Κυρίου τὴν ἀνάμνησιν, διὰ τοῦτο εἰπὼν ὁ ἱερεύς· «εἰς
Κυρίου τὴν ἀνάμνησιν, διὰ τοῦτο εἰπὼν ὁ ἱερεύς· «εἰς
ἀνάμνησιν τοῦ Κυρίου», ἐπάγει τὰ δηλοῦντα τὸν σταυρὸν
καὶ τὸν θάνατον. Τὸν γὰρ ἄρτον ἀποκόπτων, τὴν περὶ τοῦ
σωτηρίου πάθους ἐπιλέγει τῶν παλαιῶν προφητείαν· «Ὡς (5)
πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ τὰ ἑξῆς, καὶ ῥήματι καὶ @1
πράγματι κατὰ τὸ δυνατὸν αὐτὸς διηγούμενος. Τὴν γὰρ τοῦ
ἄρτου τομὴν κατὰ χρείαν ποιῶν, ἵνα ἐξέλῃ τὸ δῶρον, τὴν
αὐτὴν καὶ παράδειγμα ποιεῖται τοῦ προκειμένου εἰς τὴν
ἀποχώρησιν τὴν ἀπὸ τοῦ κόσμου τοῦ Κυρίου, εἰς τὴν ἐπὶ τὸν (10)
Πατέρα διὰ τοῦ θανάτου ὁδόν, αὐτὴν αἰχμαλωτίζων, καθάπερ
αὐτὸς εἴρηκεν· «Ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν
Πατέρα.»
(2.) Καὶ ἐπεὶ πολλάκις πηγνὺς τὸ σιδήριον, εἶτα ἀποκόπτει
τὸν ἄρτον, εἰς τοσαῦτα διαιρεῖ τὸν προφητικὸν λόγον, ἕκαστον
τοῦ λόγου μέρος ἐφαρμόζων ἑκάστῳ μέρει τόμης, ἵνα δείξῃ
τοῦ λόγου τὸ ἔργον ἐξήγησιν εἶναι· ὅτι καθάπερ οὗτος ὁ ἄρτος
ἐπὶ τὸ ἀνατεθῆναι Θεῷ καὶ ἱερουργηθῆναι τοῦ ὁμοφυοῦς (5)
ἀποδιῃρέθη, οὕτω καὶ ὁ Κύριος ἀπεχώρησε τῶν ἀνθρώπων,
οἷς διὰ φιλανθρωπίαν ἐκοινώνησε φύσεως, καὶ «ὡς πρόβατον
ἐπὶ σφαγὴν ἤχθη», καὶ τοῦτον τὸν τρόπον «ἤρθη ἀπὸ τῆς
γῆς ἡ ζωὴ αὐτοῦ»· καὶ τὰ ἑξῆς τῆς προφητείας προσθείς,
(3.) καὶ τὸν ἄρτον θεὶς ἐν τῷ ἱερῷ πίνακι, ἐκεῖνα ποιεῖ καὶ
λέγει δι᾿ ὧν αὐτὴ ἡ θυσία καὶ ὁ τοῦ Κυρίου θάνατος καταγ-
γέλλεται. «Θύεται, φησίν, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου.» Ταῦτα λέγει καὶ ποιεῖ τὰ δηλοῦντα
τοῦ θανάτου τὸν τρόπον. Σταυρὸν γὰρ ἐν τῷ ἄρτῳ χαράττει, (5)
καὶ οὕτω μηνύει πῶς ἡ θυσία γέγονεν, ὅτι διὰ σταυροῦ· μετὰ
δὲ τοῦτο, καὶ ὡς ἐπὶ τὰ δεξιὰ μέρη κεντεῖ τὸν ἄρτον, τὴν
πληγὴν τῆς πλευρᾶς ἐκείνης διηγούμενος τῇ τοῦ ἄρτου
πληγῇ. Διὰ τοῦτο γὰρ καὶ τὸ πλῆττον σιδήριον λόγχην καλεῖ,
καὶ εἰς σχῆμα λόγχης αὐτὸ ἔχει πεποιημένον, ἵνα ἐκείνης (10)
καὶ εἰς σχῆμα λόγχης αὐτὸ ἔχει πεποιημένον, ἵνα ἐκείνης (10)
ἀναμιμνήσκῃ τῆς λόγχης. Καὶ οὕτως ἔργῳ ταῦτα διηγού-
μενος, καὶ τοὺς λόγους τῆς ἱστορίας ἀναγιγνώσκει· «Καὶ
εἷς τῶν στρατιωτῶν, φησί, λόγχῃ αὐτοῦ τὴν πλευρὰν
ἔνυξεν.» Ὁμοίως καὶ τὸ ῥεῦσαν ἐκεῖθεν αἷμα καὶ ὕδωρ, καὶ @1
λόγῳ διηγεῖται καὶ ἔργῳ δείκνυσιν· ἐγχέων μὲν εἰς τὸ ἱερὸν (15)
ποτήριον οἶνον καὶ ὕδωρ, ἐπιλέγων δὲ καὶ ἐκεῖνο τὸ ῥῆμα·
«Καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.» Καὶ ταῦτα μὲν
ἡ ἀνάμνησις τοῦ Κυρίου καὶ ἡ τοῦ θανάτου αὐτοῦ διήγησις.
9.
(t.) Θ´. Διὰ τί ὁ Κύριος ἐκέλευσε ποιεῖν τοῦτο εἰς
τὴν αὑτοῦ ἀνάμνησιν
(1.) Ἀλλὰ τίνος ἕνεκα ταῦτα ἐκέλευσε καὶ πρὸς τί βλέπων
τὴν ἀνάμνησιν ταύτην ἀπῄτησε παρ᾿ ἡμῶν; Ἵνα μὴ ἀγνώμονες
ὦμεν. Ἀμοιβὴ γὰρ τίς ἐστι παρὰ τῶν εὖ παθόντων τοῖς
εὐεργέταις τὸ μεμνῆσθαι αὐτῶν καὶ τῶν ἔργων δι᾿ ὧν πεπόν-
θασι εὖ. Καὶ ταύτης τῆς μνήμης πολλὰς ἀφορμὰς ἐπενόησαν (5)
ἄνθρωποι, τάφους, ἀνδριάντας, στήλας, ἑορτάς, πανηγύρεις,
ἀγῶνας· ὧν πάντων ἔργον ἐστὶν ἕν, τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν
μὴ λήθης παραδοθῆναι βυθοῖς.
(2.) Τοιοῦτον καὶ τὸ τοῦ Σωτῆρος, ἄλλοι μὲν ἄλλα, φησί,
λήθης φάρμακα ζητοῦσιν, ὑπὲρ τοῦ μεμνῆσθαι τῶν εὖ πεποιη-
κότων αὐτούς· «Ὑμεῖς δὲ εἰς τὴν ἐμὴν ἀνάμνησιν τοῦτο
ποιεῖτε.» Καὶ ὥσπερ ταῖς στήλαις τῶν ἀριστέων αἱ πόλεις
προσπαραγράφουσι τὰς νίκας δι᾿ ὧν ἐσώθησαν ἢ ἄμεινον (5)
ἔπραξαν, οὕτω τοῖς δώροις τούτοις ἡμεῖς παραγράφομεν τὸν
θάνατον τοῦ Κυρίου, ἐν ᾧ πᾶσα γέγονε ἡ κατὰ τοῦ πονηροῦ
νίκη. Καὶ διὰ μὲν τῶν εἰκόνων αἱ πόλεις τὸν τύπον μόνον τοῦ
σώματος ἔχουσι τῶν εὐεργετῶν, ἡμεῖς δὲ ἀπὸ τῆς προσαγωγῆς
ταύτης οὐ τὸν τύπον τοῦ σώματος ἔχομεν, ἀλλ᾿ αὐτὸ τὸ σῶμα (10)
τοῦ ἀριστέως.
(3.) Τὸ αὐτὸ δὲ τοῦτο καὶ τοῖς παλαιοῖς ἐνομοθέτησεν ἐπὶ
(3.) Τὸ αὐτὸ δὲ τοῦτο καὶ τοῖς παλαιοῖς ἐνομοθέτησεν ἐπὶ
τῶν τύπων ποιεῖν, ὃ νῦν ἐπὶ τῆς ἀληθείας καὶ τῶν πραγμάτων @1
ἐκέλευσε. Τοῦτο γὰρ ἦν τὸ Πάσχα καὶ ἡ σφαγὴ τοῦ ἀμνοῦ,
ἀνάμνησις τῆς σφαγῆς τοῦ προβάτου ἐκείνου καὶ τοῦ αἵματος
τοῦ διασεσωκότος τοῖς Ἑβραίοις ἐν Αἰγύπτῳ τὰ πρωτότοκα. (5)
(4.) Καὶ οὗτος μὲν ὁ τῆς ἀναμνήσεως λόγος.
10.
(t.) Ι´. Τίνα τὰ μετὰ τὴν ἀνάμνησιν ἐπιλεγόμενα τῇ προσκομιδῇ
καὶ ὅτι ἡ προσαγωγὴ τῶν δώρων χαριστήριός ἐστι καὶ
ἱκέσιος ἡ αὐτή
(1.) Ὁ δὲ ἱερεὺς τὴν προσαγωγὴν ἔτι ποιεῖται, καὶ τῶν
προσενεχθέντων ἄρτων ἑκάστου μέρος ἀφαιρῶν, ἱερὸν ποιεῖται
δῶρον, οὐ τὰ αὐτὰ λέγων καὶ ποιῶν ἅπερ ἐξ ἀρχῆς, δι᾿ ὧν
ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, ὅτι ἅπαξ εἰρημένα περὶ
πάσης τῆς τελετῆς εἰρῆσθαι νοοῦνται. Πᾶσα γὰρ ἡ προσαγωγὴ (5)
τῶν δώρων εἰς ἀνάμνησιν γίνεται τοῦ Κυρίου καὶ διὰ πάσης
ὁ αὐτοῦ καταγίνεται θάνατος.
(2.) Τίνα δὲ τὰ ἐπιλεγόμενα;
(3.) «Εἰς δόξαν τῆς παναγίας τοῦ Θεοῦ Μητρός· εἰς
πρεσβείαν τοῦδε τοῦ ἁγίου ἢ τοῦδε· εἰς ἁμαρτιῶν ψυχῶν
ἄφεσιν, ἢ ζώντων ἢ τεθνεώτων.» @1
(4.) Καὶ τί ταῦτα βούλεται; Εὐχαριστίαν πρὸς τὸν Θεόν,
ἱκεσίαν, τὰς ἀφορμάς, τὰ αἴτια τῆς τῶν δώρων προσαγωγῆς.
(5.) Ἔχει γὰρ οὕτως. Οὐδὲν δῶρον δίδοται μάτην εἴτε Θεὸν
θεραπεύειν, εἴτε ἀνθρώποις χαρίζεσθαι δεῖ· ἀλλ᾿ ἀγαθοῦ
τινὸς ἕνεκα ἢ γενομένου ἢ ἐλπιζομένου. Ἢ γὰρ ὑπὲρ ὧν
ἐλάβομεν ἀμειβόμεθα τὸν εὐεργέτην τοῖς δώροις, ἢ τῶν
μήπω γενομένων ἡμῖν, ἵνα τύχωμεν, τὸν δοῦναι δυνάμενον (5)
θεραπεύομεν.
(6.) Ταῦτα δὲ τὰ δῶρα καὶ ἀμφοτέρων ἕνεκα τῷ Θεῷ
προσαγόμενα φαίνεται, καὶ ὅτι ἐλάβομεν, καὶ ἵνα λάβωμεν,
καὶ εὐχαριστοῦντες τῷ Θεῷ, καὶ ἱκετεύοντες αὐτόν· εὐχα-
καὶ εὐχαριστοῦντες τῷ Θεῷ, καὶ ἱκετεύοντες αὐτόν· εὐχα-
ριστοῦντες ὑπὲρ ὧν πεπόνθαμεν, ἱκετεύοντες ἵν᾿ εὖ πάθω-
μεν, ὥστε τὰ δῶρα εἶναι καὶ χαριστήρια καὶ ἱκέσια. (5)
(7.) Ἀλλὰ τίνα τὰ ἤδη δοθέντα ἡμῖν ἀγαθά; τίνα δὲ τὰ
ζητούμενα; Τὰ αὐτὰ πάντως, ἄφεσις ἁμαρτιῶν, βασιλείας
κληρονομία. Ταῦτα γὰρ αὐτὸς ἐκέλευσε πρὸ πάντων αἰτεῖσθαι,
ταῦτά ἐστιν ἅπερ ἔλαβεν ἡ Ἐκκλησία ἤδη, ταῦτα καὶ ὑπὲρ
ὧν ἱκετεύει. Καὶ τίς ὁ τρόπος καθ᾿ ὃν ἔτυχε τῶν ἀγαθῶν (5)
τούτων; τίς δὲ καθ᾿ ὃν οὔπω τετύχηκε καὶ ἵνα τύχῃ, τοῦ
Θεοῦ δεῖται;
(8.) Τετύχηκε πρώτου, ὅτι δύναμιν ἐδέξατο πρὸς αὐτά. Καὶ
γὰρ ἔλαβεν «ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», καὶ τοῦτο
κοινόν ἐστι δῶρον Χριστιανοῖς ἅπασι διὰ τοῦ θανάτου ἡμῖν
γενόμενον τοῦ Σωτῆρος. Τοῦτο γάρ ἐστι τὸ βάπτισμα τὸ @1
θεῖον καὶ τὰ ἄλλα μυστήρια δι᾿ ὧν εἰσποιούμεθα τῷ Θεῷ, καὶ (5)
βασιλείας οὐρανῶν γινόμεθα κληρονόμοι.
(9.) Ἔπειτα καὶ αὐτῆς ἐκληρονόμησεν ἐνεργείᾳ τῆς βασι-
λείας ἐν μυρίοις τῶν ἑαυτῆς χορευτῶν, οὓς ἀποικίαν ἀπέστει-
λεν εἰς τὸν οὐρανόν, οὓς «Ἐκκλησίαν πρωτοτόκων ἀπογε-
γραμμένων ἐν οὐρανοῖς» ὁ μακάριος Παῦλος ἐκάλεσεν.
Οὕτω μὲν οὖν τῶν μεγάλων τούτων ἡ Ἐκκλησία τετύχηκε (5)
ἀγαθῶν.
(10.) Διὰ δὲ τοὺς ἔτι τρέχοντας τῶν τέκνων αὐτῆς ἐπὶ τὸ
βραβεῖον, καὶ ἁπλῶς τοὺς ἐν τῷ βίῳ ζῶντας, ὧν τὸ πέρας
ἄδηλον καὶ τοὺς ἀπελθόντας, οὐ μετὰ πάνυ χρηστῶν καὶ
βεβαίων ἐλπίδων τῆς βασιλείας οὔπω τετύχηκε. Τούτου
χάριν μέμνηται μὲν τοῦ θανάτου τοῦ Κυρίου, μέμνηται δὲ καὶ (5)
τῶν τελειωθέντων ἁγίων· μέμνηται δὲ τῶν μήπω τελείων,
ὑπὲρ μὲν ἐκείνων εὐχαριστοῦσα, ὑπὲρ δὲ τούτων ἱκετεύουσα.
(11.) Ὥστε τὰ μὲν πρῶτα τῆς προσαγωγῆς, καὶ ἔτι τὰ
δεύτερα χαριστήρια, τὰ δὲ μετ᾿ ἐκεῖνα ἱκέσια εἰς ἀνάμνησιν
δεύτερα χαριστήρια, τὰ δὲ μετ᾿ ἐκεῖνα ἱκέσια εἰς ἀνάμνησιν
τοῦ Κυρίου, εἰς δόξαν τῆς μακαρίας αὐτοῦ Μητρός, εἰς
πρεσβείαν τῶν ἁγίων.
(12.) Εὐχαριστοῦμεν, φησίν, ὅτι τῷ θανάτῳ σου τὰς τῆς
ζωῆς πύλας ἡμῖν ἀνέῳξας, ὅτι Μητέρα παρ᾿ ἡμῶν ἔλαβες, ὅτι
τοσαύτης δόξης παρ᾿ ἡμῶν ἔτυχεν ἄνθρωπος, ὅτι πρεσβευ-
τὰς ἔχομεν ὁμοφύλους, καὶ τοῖς ὁμογενέσιν ἡμῶν τοσαύτης
μετέδωκας παρρησίας. (5)
(13.) Τὸ γὰρ «εἰς δόξαν» καὶ «εἰς πρεσβείαν», τοῦτό ἐστι
τὸ ἕνεκα τῆς δόξης καὶ τῆς πρεσβείας ὥσπερ καὶ τὸ «εἰς
ἄφεσιν ἁμαρτιῶν» ταὐτόν ἐστι τῷ ἕνεκα τῆς ἀφέσεως τῶν
ἁμαρτιῶν. Τὸ δὲ «ἕνεκά τινος» διττὴν ἔχει τὴν σημασίαν· @1
ἢ γὰρ ἕνεκα παρόντος ἢ ἕνεκα ἐλπιζομένου. Τὴν δὲ τῆς μακα- (5)
ρίας Παρθένου δόξαν καὶ τὴν τῶν ἁγίων πρεσβείαν καὶ
παρρησίαν, τίς οὐκ οἶδεν ὅτι παρόντα ἐστὶν ἀγαθά; Τὸ δὲ
παρόντων ἀγαθῶν χάριν δῶρα προσάγειν, οὐδὲν ἕτερον ἢ
εὐχαριστία σαφής. Ἔτι δὲ καὶ τὸ «εἰς ἀνάμνησιν τοῦ
Κυρίου» διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐγένετο δῆλον, ἀμοι- (10)
βήν τινα πρὸς αὐτὸν τοῦ θανάτου αὐτοῦ καὶ εὐχαριστίαν
σημαῖνον. Διὰ τοῦτο γὰρ πρὸ πάντων ἐν τῇ προσαγωγῇ τῶν
δώρων, ταῦτα λέγεται τὰ ῥήματα, ὅτι ὁ θάνατος ἐκεῖνος
αἴτιος ἐγένετο τῶν ἀγαθῶν ἁπάντων ἡμῖν.
(14.) Ὕστατα δὲ πάντων ποιεῖται τὴν ἱκεσίαν, ἄφεσιν
ἁμαρτιῶν καὶ ψυχῶν ἀνάπαυσιν καὶ τὰ τοιαῦτα αἰτούμενος.
Τοῦτο γὰρ εὐγνωμοσύνης τῷ Θεῷ ἐντυγχάνοντας μὴ τὴν
χρείαν εὐθὺς λέγειν, μηδὲ εἴ τι ἐλλεῖπον ζητεῖν· ἀλλὰ μᾶλλον
ὧν ἤδη λαβόντες ἔχομεν πρῶτον μεμνημένους εὐχαριστεῖν (5)
καὶ δοξολογεῖν, καὶ οὕτω πρὸ τῶν ἀναγκαίων ἡμῖν τὴν τοῦ
Θεοῦ ποιεῖσθαι δόξαν.
Συνεχίζεται
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου