Πέμπτη 6 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ- Η ενότης τής πίστεως.

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ 
14.
(t.) ΙΔ´. Περὶ τῆς παραθέσεως
(1.) Μετὰ δὲ τὸ εὔξασθαι περὶ πάντων, ἑαυτοὺς κελεύει τῷ
Θεῷ παρατίθεσθαι, λέγων· «Τῆς παναγίας, ἀχράντου, ὑπερ-
ευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρ-
θένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες,
ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ (5)
Θεῷ παραθώμεθα.»
(2.) Οὐ πάντων ἐστὶ «τὸ παρατίθεσθαι ἑαυτοὺς τῷ Θεῷ».
Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ἀλλὰ δεῖ καὶ τὸν Θεὸν συνταθέμενον
ἔχειν. Τοῦτο δὲ παρρησίας δεῖται πάντως, παρρησίαν δὲ
συνειδὸς ποιεῖ καθαρόν, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγιγνώσκῃ
ἡμῶν, ὅταν τὰ αὐτοῦ μεριμνῶμεν, ὅταν ὑπὲρ τοῦ μεριμνᾶν τὰ (5)
ἐκείνου τῶν ἡμετέρων καταφρονῶμεν.
Τότε γὰρ αὐτοί τε
ἀληθῶς ἀφιστάμεθα τῆς μερίμνης τῆς ὑπὲρ ἡμῶν αὐτῶν, καὶ
τῷ Θεῷ ταύτην παρατίθεμεν ἀσφαλῶς, πιστεύοντες βεβαίως
ὅτι δέξεται τὴν παρακαταθήκην ἡμῶν καὶ φυλάξει. Ἐπεὶ
τοίνυν τοσαύτης δεῖται τὸ πρᾶγμα φιλοσοφίας τε καὶ σπουδῆς, (10)
διὰ τοῦτο νῦν μὲν παναγίαν τοῦ Θεοῦ Μητέρα καὶ τὸν τῶν
ἁγίων ἅπαντα κύκλον εἰς ἐπικουρίαν καλέσαντες,
οὕτω ποιού-
μεθα τὴν παράθεσιν· τοῦτο γὰρ βούλεται τὸ «μνημονεῦσαι»,
τὸ «καλέσαι», τὸ «δεηθῆναι».
Νῦν δὲ «τὴν ἑνότητα τῆς
πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησά- @1 (15)
μενοι» πρότερον, εἶτα «ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζώην ἡμῶν παρατιθέμεθα τῷ θεῷ».
(3.) Τί δέ ἐστιν «ἡ τῆς πίστεως ἑνότης»; «Ἀνήρ, φησί,

(3.) Τί δέ ἐστιν «ἡ τῆς πίστεως ἑνότης»; «Ἀνήρ, φησί,
δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ», δίψυχον
λέγων τὸν ἀμφίβολον, τὸν οὐδαμοῦ βέβαιον.
Ὁ γὰρ τοιοῦτος
ἐφ᾿ ἑκάτερα κλίνων, οὐδετέρωθι βαίνει βεβαίως. Τούτου τὸ
ἐναντίον δηλοῦται διὰ τῆς ἑνότητος, τὸ πάγιον, τὸ βέβαιον, τὸ (5)
ἑστώς. Ὁ μὲν γὰρ πιστεύων βεβαίως ἕν τι γιγνώσκει περὶ
τοῦ πράγματος, ἢ τὸ εἶναι, ἢ τὸ μὴ εἶναι. Ὁ δὲ ἀμφίβολος
πρὸς ἄμφω ῥέπων, καὶ ἀπὸ τῆς προσηγορίας γίνεται δῆλος.
(4.) Τοῦτο μὲν οὖν ἡ τῆς πίστεως ἑνότης· τὸ ἀκίνητον, τὸ
πάσης ἀμφιβολίας ἀπηλλαγμένον.

(5.) «Ἡ δὲ τοῦ ἁγίου Πνεύματος κοινωνία» τὴν ἐκείνου
σημαίνει χάριν.
Λέγεται δὲ κοινωνία ὅτι, τοῦ Κυρίου διὰ
τοῦ σταυροῦ «τὸ μεσότοιχον τοῦ φραγμοῦ», τὸ μεταξὺ Θεοῦ
καὶ ἡμῶν καθελόντος, ἐπὶ τοὺς τέως διισταμένους καὶ μηδὲν
ἔχοντας κοινὸν συνιέναι καὶ κοινωνεῖν ἔδει λοιπόν, ἡ τοῦ ἁγίου (5)
Πνεύματος εἰς τοὺς ἀποστόλους ἐπιδημία τοῦτο ποιεῖ.
Ἐντεῦ-
θεν γὰρ τὸ ἅγιον βάπτισμα καὶ πᾶσα ἡ τῶν θείων χαρίτων
πηγὴ τοῖς ἀνθρώποις ἀνέῳγε καί, κατὰ τὸν μακάριον Πέτρον,
«θείας γεγόναμεν κοινωνοὶ φύσεως».
(6.) Δεῖ τοίνυν καὶ πίστεως βεβαίας καὶ τῆς παρὰ τοῦ
Πνεύματος βοηθείας τὸν μέλλοντα καλῶς ἑαυτὸν παρατίθε-
σθαι τῷ Θεῷ.

(7.) Καὶ οὐχ ἑαυτὸν ἕκαστος μόνον, ἀλλὰ καὶ «ἀλλήλους
παρατιθέμεθα».
Δεῖ γὰρ οὐ τὸ ἑαυτοῦ ζητεῖν μόνον, ἀλλὰ καὶ
τὰ τῶν ἄλλων, διὰ τὸν τῆς ἀγάπης νόμον. @1


Συνεχίζεται

Δεν υπάρχουν σχόλια: