Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
11.(t.) ΙΑ´. Διὰ τί συγκαλύπτεται τὰ δῶρα· καὶ περὶ
τῶν ἐπιλεγομένων
11.
(t.) ΙΑ´. Διὰ τί συγκαλύπτεται τὰ δῶρα· καὶ περὶ
τῶν ἐπιλεγομένων
11a.
(1.) {2Α´}2 Ἐπεὶ δὲ τὰ ἐν τῷ ἄρτῳ εἰρημένα καὶ πεπραγμένα,
δι᾿ ὧν ὁ θάνατος ἐσημαίνετο τοῦ Κυρίου, γράφην ἐδύνατο
μόνον καὶ τύπον, ὁ δὲ ἄρτος ἔμεινεν ἄρτος ὤν, τοῦτο μόνον
λάβων τὸ γενέσθαι δῶρον τῷ Θεῷ, καὶ διὰ τοῦτο τύπον φέρει
τοῦ Κυριακοῦ σώματος κατὰ τὴν πρώτην ἡλικίαν, ὅτι (5)
κἀκεῖνο ἐξ ἀρχῆς δῶρον ἦν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται·
τούτου χάριν τὰ ἐν ἐκείνῳ γενόμενα θαύματα, ἀρτιτόκῳ ὄντι @1
καὶ ἐν τῇ φάτνῃ κειμένῳ, ὁ ἱερεὺς ἐπιλέγει τῷ ἄρτῳ καὶ
ἐπιδείκνυσι. Τὸν γὰρ λεγόμενον ἀστέρισκον ἐπιτιθεὶς αὐτῷ,
«Καὶ ἰδού, φησίν, ὁ ἀστὴρ ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ (10)
παιδίον», ἔτι δὲ καὶ τὰ πόρρωθεν εἰρημένα τοῖς προφήταις
περὶ αὐτοῦ θεῷ πρέποντα, ἵνα μὴ διὰ τὴν σάρκα καὶ τὸ
φαινόμενον ἄνθρωποι μικρὰ περὶ αὐτοῦ καὶ ἀνάξια τῆς αὐτοῦ
θεότητος ὑπολάβωσι· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώ-
θησαν». «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο»· (15)
«ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· καὶ τῆς συνέσεως αὐτοῦ
πλήρης ἡ γῆ.»
(2.) Καὶ ταῦτα λέγει καὶ καλύπτει τὸν ἄρτον καὶ τὸ ποτήριον
πέπλοις τιμίοις, καὶ θυμιᾷ πανταχόθεν. Καὶ γὰρ συνεκα-
λύπτετο μὲν τέως ἡ τοῦ σεσαρκωμένου Θεοῦ δύναμις, ἕως
τοῦ καιροῦ τῶν θαυμάτων καὶ τῆς ἐξ οὐρανοῦ μαρτυρίας·
ἀλλ᾿ οἱ λέγειν εἰδότες περὶ αὐτοῦ· «Ὁ Κύριος ἐβασίλευσεν, (5)
εὐπρέπειαν ἐνεδύσατο» καὶ τὰ εἰρημένα πάντα θεοπρεπῆ,
«Καὶ ἐπεγίνωσκον αὐτὸν καὶ ὡς Θεὸν ἔσεβον καὶ τὴν
παρ᾿ αὐτῷ σκέπην ἐζήτουν.» Καὶ ταῦτα αἰνιττόμενος ὁ ἱερεὺς
κεκαλυμμένοις ἐπιλέγει τοῖς δώροις· «Σκέπασον ἡμᾶς ἐν
τῇ σκέπῃ τῶν πτερύγων σοῦ» καὶ θυμιᾷ πανταχόθεν. (10)
(3.) Ταῦτα οὕτως εἰπὼν καὶ τελέσας καὶ εὐξάμενος τὰ τῆς @1
ἱερουργίας κατὰ σκοπὸν ἀπαντήσειν αὐτῷ, εἰς τὸ θυσιαστή-
ριον ἔρχεται καὶ στὰς πρὸ τῆς ἱερᾶς τραπέζης τῆς ἱερουργίας
ἄρχεται.
11b.
(t.) <Περὶ τῆς ἐν ἀρχῇ δοξολογίας>
(1.) {2Β´}2 Ἀρχὴ δὲ αὐτῷ τῆς ἱερουργίας δοξολογία· «Εὐλογημένη
ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ-
ματος.»
(2.) Ἡ πρὸς Θεὸν ἔντευξις εὐχαριστία ἐστί, δοξολογία,
ἐξομολόγησις, αἴτησις.
(3.) Πρώτη δὲ πασῶν ἡ δοξολογία, μάλιστα μὲν ὅτι τοῦτο
οἰκετῶν εὐγνωμόνων τῷ Δεσπότῃ προσιόντων, μὴ τὰ
ἑαυτῶν ἐξ ἀρχῆς εἰς μέσον ἄγειν, ἀλλ᾿ ἅπερ μόνον ἐστὶ
καθαρῶς τοῦ Δεσπότου. Τοιοῦτον δὲ ἡ δοξολογία.
(4.) Ὁ μὲν γὰρ αἰτῶν, τὰ ἑαυτοῦ καλλίω ποιῆσαι βουλό-
μενος, αἰτεῖ· καὶ ὁ ἐξομολογούμενος κακῶν αὐτὸς ἀπαλλα-
γῆναι, ἑαυτὸν προσαγγέλλει, καὶ ὁ εὐχαριστῶν δῆλός ἐστιν
ὅτι τοῖς ἰδίοις ἀγαθοῖς χαίρων τῷ ταῦτα αὐτῷ χορηγοῦντι
εὐχαριστεῖ· ὁ δὲ δοξολογῶν, ἑαυτὸν ἀφεὶς καὶ τὰ ἑαυτοῦ (5)
πάντα, αὐτὸν δι᾿ αὐτόν, καὶ τὴν αὐτοῦ δύναμιν καὶ δόξαν, τὸν
Δεσπότην δοξολογεῖ.
(5.) Ἔπειτα καὶ αὐτὴ ἡ φύσις καὶ τὸ εἰκὸς τοῦ πράγματος
ἐνταῦθα πρώτην ἀπαιτεῖ τὴν δοξολογίαν. Εὐθὺς γὰρ τῷ Θεῷ
προσερχόμενοι, τὸ ἀπρόσιτον τῆς δόξης αὐτοῦ καὶ τὴν
δύναμιν καὶ τὸ μεγαλεῖον κατανοοῦμεν, ᾧ θαῦμα καὶ ἔκπληξις
καὶ τὰ τοιαῦτα ἀκολουθεῖ· τούτῳ δὲ ἡ δοξολογία ἐξ ἀνάγκης (5)
ἕπεται. @1
(6.) Προϊόντες δέ, τὴν αὐτοῦ χρηστότητα καὶ τὴν φιλαν-
θρωπίαν μανθάνομεν, ᾧ ἀκολουθεῖ ἡ εὐχαριστία.
(7.) Μετὰ τοῦτο, τὴν ὑπερβολὴν αὐτῆς τῆς χρηστότητος
καὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας ἀνασκοποῦμεν, ταύτης
τῆς ὑπερβολῆς καὶ τούτου τοῦ πλούτου σημεῖον ποιούμενοι
τῆς ὑπερβολῆς καὶ τούτου τοῦ πλούτου σημεῖον ποιούμενοι
πρῶτον καὶ ἱκανὸν τὴν ἡμῶν αὐτῶν πονηρίαν, ὅτι τοιούτους
ὄντας εὐεργετῶν οὐ διαλείπει. Τοῦτο γὰρ τὸ σημεῖον καὶ πρὸ (5)
τῶν ἄλλων ἡμᾶς διδάσκει ὅσον ἐστὶ φιλάνθρωπος ὁ Θεὸς ὅτι
ἐγγύτερον, ὅτι ἐν ἡμῖν, ὅτι πρὸ τῶν ὀφθαλμῶν. Τὸ δὲ
μεμνῆσθαι τῶν ἡμετέρων κακῶν πρὸς τὸν Θεόν, τοῦτό ἐστιν
ὃ ἐξομολόγησις ὀνομάζεται.
(8.) Τέταρτον δὲ ἡ αἴτησις. Ἀκόλουθον γὰρ θαρρεῖν, ὡς ὧν
δεόμεθα αἰτούμενοι τευξόμεθα, μετὰ τούτους τοὺς λογισμοὺς
ἐν οἷς τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ χρηστότητα καὶ φιλανθρωπίαν
καταμανθάνομεν. Ὁ γὰρ πονεροῖς οὖσιν ἔτι γενόμενος ἀγαθός,
τίς ἂν γένοιτο μεταβαλομένοις, καὶ διὰ τὸ εἰπεῖν πρώτους (5)
τὰς ἁμαρτίας δικαιωθεῖσι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ προφή-
του· «Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς»;
(9.) Οὕτω πρώτην ἔχει τάξιν τῶν πρὸς Θεὸν ἐντεύξεων ἡ
δοξολογία. Διὰ τοῦτο πρὸ πάσης εὐχῆς καὶ ἱερουργίας
ὁ ἱερεὺς δοξολογεῖ τὸν Θεόν.
(10.) Τί οὖν τὸ τρισσὸν ἐπιφημίζει τοῦ Θεοῦ καὶ οὐ τὸ
ἑνιαῖον; Οὐ γὰρ εὐλογητὸς ὁ Θεὸς ἢ εὐλογημένη ἡ τοῦ Θεοῦ
βασιλεία, ἀλλὰ τοῖς προσώποις διῃρημένως· «Εὐλογημένη,
φησίν, ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος», ὅτι διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου (5)
πρώτης ἔμαθον ἄνθρωποι ὡς εἴη τρία πρόσωπα ὁ Θεός.
Ταύτης δὲ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου μυσταγωγία ἐστὶ
τὰ τελούμενα· ὅθεν ἐν τοῖς προοιμίοις αὐτῶν ἔδει προλάμπειν
καὶ κηρύττεσθαι τὴν Τριάδα. @1
12.
(t.) ΙΒ´. Περὶ τῶν αἰτήσεων καὶ διὰ τί πρώτην
αἰτούμεθα τὴν εἰρήνην
(1.) Μετὰ δὲ τὴν δοξολογίαν εἰσάγει τὴν αἴτησιν λέγων·
«Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.»
(2.) «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν»
(2.) «Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν»
καὶ ἵνα μὴ «βαττολογῶμεν», διδάσκει ἡμᾶς ἃ δεῖ περὶ τῆς
εὐχῆς· καὶ πρῶτον τὸν τρόπον ὅτι «ἐν εἰρήνῃ» εὔχεσθαι δεῖ.
(3.) Τί οὖν μετὰ τὴν δοξολογίαν εὐθὺς αἰτεῖσθαι ἐκέλευσεν,
οὔτε ἐξομολογησαμένους πρότερον, οὔτε εὐχαριστήσαντας
τῷ Θεῷ; Ὅτι ἐν τῷ εἰπεῖν τὴν εἰρήνην κἀκεῖνα περιέλαβεν
εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν. Οὔτε γὰρ ὁ ἀπαρεσκόμενος
τοῖς συμβαίνουσιν αὐτῷ κατὰ τὸν βίον δύναται εἰρήνην ἐν (5)
ἑαυτῷ ἔχειν, ἀλλ᾿ ὁ εὐγνώμων καὶ «ἐν παντὶ εὐχαριστῶν»
κατὰ τὸν τοῦ μακαρίου Παύλου νόμον· οὔτε ὁ μὴ «συνειδὸς
ἔχων καθαρόν»· συνειδὸς δὲ καθαρὸν χωρὶς ἐξομολογήσεως
ἀμήχανον εἶναι. Ὥστε ὁ μετὰ εἰρήνης εὐχόμενος εὐχαριστοῦ-
σαν καὶ ἐξομολογουμένην πρότερον ἔσχε ψυχήν. (10)
(4.) Ἔτι δὲ καὶ ἡ αἴτησις ἣν αἰτοῦνται, καὶ εὐχαριστοῦντας
καὶ ἐξομολογουμένους αὐτοὺς περίστησι. Τί γὰρ αἰτοῦνται;
«ἐλεηθῆναι». Τοῦτο δὲ καταδίκων ἐστὶν αἴτημα, οἳ ὅταν
πᾶσαν ἀπολογίαν περιῃρημένοι, μηδεμίαν ἔχωσιν εἰπεῖν
δικαιολογίαν, ταύτην ἔσχατον ἀφιᾶσι τὴν φωνὴν πρὸς τὸν @1 (5)
δικαστήν, οὐκ ἀπὸ τῶν δικαίων, ἀλλ᾿ ἀπὸ τῆς ἐκείνου
φιλανθρωπίας, ὧν δέονται τυχεῖν προσδοκῶντες. Τοῦτο δέ
ἐστι μαρτυρούντων, τῷ μὲν δικαστῇ χρηστότητα πολλήν·
ἑαυτοῖς δὲ πονηρίαν· ὧν τὸ μὲν ἐξομολογήσεως, τὸ δὲ
εὐχαριστίας ἐστί. (10)
(5.) Προτρέπεται δὲ ἐξ ἀρχῆς ὁ ἱερεὺς εἰς τὴν εὐχὴν τὸν
λαόν, καίτοι αὐτὸς ὢν ὁ εἰς τὴν εὐχὴν τεταγμένος, καὶ διὰ
τοῦτο τοῦ λαοῦ προβεβλημένος ὡς πρεσβευτὴς αὐτὼν καὶ
μεσίτης, ἵνα ἡ αὐτοῦ δέησις ἐνεργουμένη πολὺ ἰσχύῃ, καθάπερ
ὁ ἀπόστολος Ἰάκωβος εἶπεν· ἐνεργεῖται γὰρ ἡ δέησις τοῦ (5)
δικαίου ὅταν κἀκεῖνοι πάντες ὑπὲρ ὧν ἡ δέησις τὰ παρ᾿
ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρόπων, εὐχάς,
ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαίροντα τὸν Θεόν.
ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρόπων, εὐχάς,
ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαίροντα τὸν Θεόν.
(6.) Τί δὲ τὸ αἴτημα τὸ πρῶτον εὐθύς; «Ὑπὲρ τῆς ἄνωθεν
εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.»
(7.) Διδάξας πρότερον ὅπως ἔχοντας εὔχεσθαι δεῖ, νῦν
διδάσκει καὶ τί δεῖ πρῶτον αἰτεῖσθαι τὴν ἄνωθεν εἰρήνην καὶ
τὴν τῶν ψυχῶν σωτηρίαν· οὕτω γὰρ ὁ Χριστὸς ἐκέλευσεν
αἰτεῖσθαι «πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιο-
σύνην αὐτοῦ»· τὴν μὲν γὰρ βασιλείαν ἡ τῶν ψυχῶν σωτηρία, (5)
ἡ δὲ ἄνωθεν εἰρήνη τὴν τοῦ Θεοῦ δικαιοσύνην σημαίνει· περὶ
ἧς εἶπε Παῦλος· «Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα
νοῦν»· ἣν ὁ Κύριος ἀφῆκεν τοῖς ἀποστόλοις ἀναβαίνων εἰς
τὸν Πατέρα· «Εἰρήνην, εἰπών, ἀφίημι ὑμῖν, εἰρήνην τὴν
ἐμὴν δίδωμι ὑμῖν.» Ὥσπερ γὰρ τὸ ὄνομα τῆς δικαιοσύνης (10)
ἐκεῖ οὐ τὴν τοῦ ἴσου διανομὴν σημαίνει μόνον, ἀλλ᾿ ἁπλῶς
παντὸς ἀρετῆς εἴδους δηλωτικόν ἐστι, οὕτω καὶ τὸ τῆς
εἰρήνης ἐνταῦθα καθόλου τί ἐστι· καὶ γάρ ἐστιν ἁπασῶν
ἀρετῶν ὁμοῦ καὶ φιλοσοφίας ἁπάσης καρπός· οὐ γὰρ ἔστιν
εἰρήνην τελείαν κτήσασθαι τὸν ἐνδεῶς ἔχοντα μιᾶς τινος (15)
ἀρετῆς, ἀλλ᾿ ἀνάγκη τὸν εἰρηνεύσειν μέλλοντα διὰ πασῶν
ἀφικέσθαι.
(8.) Δεῖ τοίνυν ἀσκεῖν ἑαυτοὺς πρὸς τὴν εἰρήνην πρῶτον τὴν @1
ἀνθρώποις δυνατήν· εἶτα αἰτεῖσθαι παρὰ τοῦ Θεοῦ τὴν αὐτοῦ
εἰρήνην, καθάπερ καὶ ἐφ᾿ ἑκάστης ἀρετῆς ἔχει. Ἔστι γὰρ
σωφροσύνη διὰ ἀσκήσεως γινομένη καὶ ἔστι σωφροσύνη παρὰ
Θεοῦ τῇ ψυχῇ διδομένη, καὶ ἀγάπη, καὶ εὐχή, καὶ σοφία, καὶ (5)
ἐπὶ τῶν ἄλλων τὸν αὐτὸν τρόπον. Διὰ τοῦτο καὶ ὁ ἱερεὺς περὶ
τῆς εἰρήνης ἐκείνης πρώτης ἡμῖν διαλέγεται τῆς ἐφ᾿ ἡμῖν, τῆς
ὑφ᾿ ἡμῶν κατορθουμένης, καὶ μετ᾿ αὐτῆς κελεύει πρὸς τὸν
Θεὸν ποιεῖσθαι δεήσεις· εἶτα περὶ τῆς ἐκ Θεοῦ διδομένης,
καὶ ταύτης ἕνεκα δεηθῆναι τοῦ Θεοῦ παραινεῖ, «Δεηθῶμεν, (10)
καὶ ταύτης ἕνεκα δεηθῆναι τοῦ Θεοῦ παραινεῖ, «Δεηθῶμεν, (10)
λέγων, ὑπὲρ τῆς ἄνωθεν εἰρήνης.» Εἰρήνην δὲ λέγει, οὐ τὴν
πρὸς ἀλλήλους μόνον, ὅταν οὐδενὶ μνησικακῶμεν, ἀλλὰ καὶ
τὴν πρὸς ἡμᾶς αὐτούς, ὅταν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ
ἡμῶν. Πολὺ δὲ τὸ ὄφελος τῆς εἰρήνης· μᾶλλον δὲ ἀνάγκη
ταύτης τῆς ἀρετῆς ἡμῖν πανταχοῦ· τὸν γὰρ θορυβούμενον (15)
νοῦν Θεῷ συνελθεῖν παντελῶς ἀδύνατον, πρῶτον μὲν δι᾿
αὐτὴν τὴν φύσιν τοῦ θορύβου. Καθάπερ γὰρ ἡ εἰρήνη τοὺς
πολλοὺς ἕνα δείκνυσι, οὕτως ὁ θόρυβος τὸν ἕνα πολλὰ ποιεῖ.
Πῶς οὖν ἐφαρμόσαι δυνήσεται τῷ ἑνὶ καὶ ἁπλῷ Θεῷ; Ἔπειθ᾿
ὅτι οὐδὲ εὔξασθαι δύναται καλῶς, οὐδὲ ἀπολαῦσαί τι χρηστὸν (20)
τῆς εὐχῆς ὁ χωρὶς εἰρήνης εὐχόμενος. Εἴτε γὰρ ὀργὴ ταράττει
τὸν ἄνθρωπον, καὶ μνησικακία τὴν εἰρήνην τῆς ψυχῆς
ἐξέβαλεν, οὐδὲ συγγνώμην εὑρήσει τῶν πλημμελημάτων
ὑπὸ τῆς εὐχῆς, πολλῷ μᾶλλον οὐδὲ ἄλλην τινὰ λήψεται
χάριν. Εἴτε ἁμαρτημάτων ἑτέρων ἕνεκα ὑπὸ τοῦ συνειδότος (25)
κεντεῖται, καὶ τὴν καρδίαν ἔχει κατηγοροῦσαν, καὶ τοῦτον
θορυβεῖται τὸν θόρυβον, τῆς πρὸς τὸν Θεὸν πάσης ἀπεστέρηται
παρρησίας κατὰ τὸ λόγιον· «Καὶ ὅταν εὔχηται, χωρὶς
παρρησίας εὔχεται», ὅπερ ἔστι χωρὶς πίστεως. Ὁ δὲ χωρὶς
πίστεως εὐχόμενος μάτην εὔχεται καὶ εἰς οὐδὲν ὄφελος. (30)
(9.) Διὰ ταῦτα κελευόμεθα καὶ μετὰ τῆς εἰρήνης τοῦ Θεοῦ
δεῖσθαι καὶ πρὸ πάντων τὴν ἄνωθεν εἰρήνην αἰτεῖσθαι. @1
(10.) Μετὰ δὲ τούτων καὶ ὑπὲρ τῶν ἄλλων φιλαγάθως
αἰτήσεις ποιεῖσθαι, οὐ τῆς Ἐκκλησίας μόνον καὶ τῆς βασιλείας
καὶ τῶν προστατῶν ἑκατέρων ἢ τῶν ἐν κινδύνοις καὶ περιστά-
σεσι καὶ συμφοραῖς ὄντων, ἀλλ᾿ ἁπλῶς ἁπάντων τῆς οἰκου-
μένης ἁπάσης. (5)
(11.) «Ὑπὲρ τῆς εἰρήνης γάρ, φησί, τοῦ σύμπαντος
κόσμου.» Μάλιστα μὲν ὅτι τὸν ἑαυτῶν Δεσπότην ἴσασι
κοινὸν ἁπάντων Δεσπότην ὄντα, καὶ ὅτι μέλει πάντων αὐτῷ
κοινὸν ἁπάντων Δεσπότην ὄντα, καὶ ὅτι μέλει πάντων αὐτῷ
ὡς δημιουργῷ τῶν δημιουργημάτων· κἄν τις αὐτῶν κήδηται,
θεραπεύει αὐτὸν μᾶλλον ἢ θύων. (5)
(12.) Ἔπειτα κατὰ τὸν μακάριον Παῦλον, ἵνα καὶ ἡμεῖς
«ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν
πάσῃ εὐλαβείᾳ καὶ σεμνότητι.»
(13.) Καὶ οὐχ ὑπὲρ τῶν εἰς ψυχὴν φερόντων μόνον, ἀλλὰ καὶ
σωματικῶν ἀγαθῶν εὐχόμεθα τῶν ἀναγκαίων, «εὐκρασίας
ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς», ἵν᾿ εἰδῶμεν πάντων
αἴτιον ὄντα καὶ χορηγὸν τὸν θεὸν καὶ πρὸς ἐκεῖνον μόνον
ὁρῶμεν, ἐπεὶ καὶ τὸν ἄρτον αἰτεῖσθαι παρ᾿ αὐτοῦ τὸν καθη- (5)
μερινὸν μετὰ τῶν ἄλλων αὐτὸς ἐκέλευσεν ὁ Χριστός.
13.
(t.) ΙΓ´. Τί βούλεται ἡ τοῦ ἐλέου αἴτησις πανταχοῦ
(1.) Ζητητέον δὲ κἀκεῖνο τίνος χάριν ὁ μὲν ἱερεὺς περὶ
πολλῶν εὔχεσθαι κελεύει καὶ διαφόρων, οἱ δὲ περιεστῶτες
πιστοὶ «ἐλεηθῆναι» μόνον εὔχονται καὶ ταύτην μόνην ἐπὶ
πᾶσι μίαν πρὸς τὸν Θεὸν ἀφιᾶσι φωνήν. @1
(2.) Πρῶτον μὲν ὅτι ἡ τοιαύτη φωνὴ καθάπερ εἴρηται
εὐχαριστίαν καὶ ἐξομολόγησιν περιέχει. Ἔπειτα τὸ ἔλεος
παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὴν αὐτοῦ βασιλείαν ἐστὶν αἰτεῖν, ἣν
τοῖς αἰτουμένοις ὁ Χριστὸς αὐτήν τε ἐπηγγείλατο δώσειν, καὶ
τὰ ἄλλα ὧν χρείαν ἔχομεν πάντα προσθήσειν, καὶ διὰ τοῦτο (5)
ταύτῃ ἀρκοῦνται τῇ δεήσει, ὡς πάντα ὁμοῦ δυναμένῃ.
(3.) Καὶ πόθεν ἔστι τοῦτο μαθεῖν, φησίν, ὡς ὁ ἔλεος τοῦ
θεοῦ τὴν αὑτοῦ βασιλείαν σημαίνει;
(4.) Ἐξ ὧν ὁ Χριστὸς τὸ ἆθλον τῶν ἐλεημόνων διηγούμενος,
καὶ ἣν λήψονται παρ᾿ αὐτοῦ τῆς χρηστότητος ἀμοιβήν, νῦν
μὲν «ἐλεηθήσεσθαι» αὐτοὺς λέγει, νῦν δὲ βασιλείας τεύξε-
σθαι, ὡς ταὐτὸν ὄν, τό τε τοῦ παρ᾿ αὐτοῦ ἐλέου τυχεῖν καὶ
βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι (5)
αὐτοὶ ἐλεηθήσονται.»
βασιλείαν λαβεῖν. «Μακάριοι γάρ, φησίν, οἱ ἐλεήμονες ὅτι (5)
αὐτοὶ ἐλεηθήσονται.»
(5.) Εἶτα ἀλλαχοῦ, καθάπερ ἐξηγούμενος ἑαυτόν, καὶ τί
ἐστι τὸ ἐλεηθῆναι σημαίνων· «Ἐρεῖ, φησίν, ὁ βασιλεὺς τοῖς
ἐκ δεξιῶν αὐτοῦ, τοὺς ἐλεήμονας λέγων· Δεῦτε, οἱ εὐλογη-
μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
ὑμῖν βασιλείαν.» (5)
(6.) Καὶ ἄλλως δὲ εἴ τις ἐξ ὧν οἱ ἐλεήμονες ἄνθρωποι
ποιοῦσι τὸ ἔργον τοῦ θείου ἐλέου κατιδεῖν ἐθελήσει, οὐδὲν
ἕτερον εὑρήσει δυνάμενον ἢ τὴν βασιλείαν αὐτήν. Τί οὖν οἱ
ἐλεήμονες; «Ἐπείνασα, φησί, καὶ ἐδώκατέ μοι φαγεῖν·
ἐδίψησα, καὶ ἐποτίσατέ με.» Οὐκοῦν καὶ ὁ Χριστὸς οὓς (5)
ἐλεεῖ τούτους τῆς ἑαυτοῦ μεταδώσει τραπέζης. Τίς δὲ ἐκείνη; @1
«Ἵνα ἐσθίητε, φησί, καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ
βασιλείᾳ μου.» Καὶ ἵνα γνῷς τὴν λαμπρότητα τῆς τραπέζης
ἐκείνης καὶ οὐκ ἔστι δούλων ἀλλὰ βασιλέων, μανθάνετε τὸν
διάκονον, ὅτι αὐτός ἐστιν ὁ πάντων Δεσπότης. «Περιζώσεται (10)
γάρ, φησί, καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει
αὐτοῖς.»
(7.) Ἀλλὰ καὶ περιβαλεῖ γυμνὸν ὄντα τὸν ἠλεημένον. Οὐκοῦν
στολὴν δώσει βασιλικήν; Οἴκοθεν γὰρ αὐτὸν ἐνδύσει καὶ τῶν
αὑτοῦ. Δουλικὸν δὲ οὐδὲν παρ᾿ αὐτῷ βασιλεῖ γε ὄντι, ὥσπερ
οὐδὲν παρ᾿ ἡμῖν οἴκοθεν βασιλικόν, οὖσι δούλοις. Τοῦτο δέ
ἐστι τὸ ἔνδυμα τοῦ γάμου, ὃ τοὺς περικειμένους ἔνδον (5)
ἀνάγκη τῆς βασιλείας εἶναι, ὅτι οὐδὲν ἕξει ὁ βασιλεύς, ὃ
μεμψάμενος αὐτοὺς ἐκβαλεῖ τοῦ νυμφῶνος.
(8.) Τί ἔτι; Τὴν οἰκίαν αὐτοῖς ἀνοίξει τὴν ἑαυτοῦ, καὶ
εἰσαγαγὼν ἀναπαύσει. «Ξένος γὰρ ἤμην καὶ συνηγάγετέ
με.» Ἀλλ᾿ οἱ ταύτης τῆς χάριτος ἀξιωθέντες, οὐκ ἔτι δοῦλοι,
ἀλλὰ υἱοί. «Ὁ γὰρ δοῦλος, φησίν, οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς
τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Οἱ δὲ υἱοὶ καὶ (5)
τὸν αἰῶνα. Ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.» Οἱ δὲ υἱοὶ καὶ (5)
κληρονόμοι οὐ τῆς βασιλείας ἁπλῶς μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ
περικειμένου τὴν βασιλείαν. «Κληρονόμοι γάρ, φησί, Θεοῦ,
συγκληρονόμοι δὲ Χριστοῦ.»
(9.) Οὕτω τὸν ἔλεον παρὰ τοῦ Θεοῦ αἰτεῖν, τὸ τυχεῖν τῆς
παρ᾿ αὐτῷ βασιλείας ἐστὶν αἰτεῖν. @
Συνεχίζεται
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου