Παρασκευή 21 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

42.
(t.) ΜΒ´. Περὶ τῶν κεκοιμημένων, εἰ ἁγιάζονται
ἀπὸ τῶν τῆς τραπέζης δώρων ὁμοίως τοῖς ζῶσι

(1.) Κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις ἐξετάσαι τῶν ἀναγ-
καίων.
(2.) Διττῶς γὰρ ἁγιάζουσα φαίνεται ἡ θεία αὕτη καὶ ἱερὰ
τελετή. Ἕνα μὲν τρόπον τῇ μεσιτείᾳ· προσφερόμενα γὰρ τὰ
δῶρα αὐτῷ τῷ προσφέρεσθαι ἁγιάζει τοὺς προσφέροντας καὶ
ὑπὲρ ὧν προσφέρουσι, καὶ ἵλεων αὐτοῖς ἐργάζονται τὸν Θεόν.
Ἕτερον δὲ τῇ μεταλήψει, ὅτι βρῶσις ἡμῖν γίνεται καὶ πόσις (5)
κατὰ τὸν τοῦ Κυρίου λόγον ἀληθινή.
(3.) Τούτων τῶν τρόπων ὁ μὲν πρῶτος κοινὸς γίνεται καὶ
ζῶσι καὶ τεθνηκόσι· καὶ γὰρ ὑπὲρ ἀμφοτέρων τῶν γενῶν
ἡ θυσία προσφέρεται· ὁ δὲ δεύτερος μόνοις ἔξεστι τοῖς ζῶσιν·
οὐ γὰρ ἐσθίειν ἔτι καὶ πίνειν οἱ νεκροὶ δύνανται. Τί οὖν; Διὰ
τοῦτο οὐδὲ ἁγιάζονται τοῦτον τὸν ἁγιασμὸν ἀπὸ τῆς μετα- (5)
λήψεως καὶ ἔλαττον ἐνταῦθα ἔχουσιν τῶν ζώντων οἱ τεθνη-
κότες; Οὐδαμῶς. Καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ

κότες; Οὐδαμῶς. Καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ
μεταδίδωσι τρόπον ὃν οἶδεν αὐτός.

(4.) Καὶ ἵνα γένηται δῆλον, θεωρῶμεν τὰ αἴτια τοῦ ἁγιασμοῦ, @1
εἰ μὴ καὶ αἱ ψυχαὶ ἔχουσι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων.
(5.) Τίνα δὲ τὰ αἴτια τοῦ ἁγιασμοῦ; ἆρα τὸ σῶμα ἔχειν, τὸ
ποσὶ δραμεῖν ἐπὶ τὴν τράπεζαν, τὸ χερσὶ λαβεῖν τὰ ἅγια, τὸ
δέξασθαι τῷ στόματι, τὸ φαγεῖν, τὸ πιεῖν; Οὐδαμῶς. Πολλοῖς
γὰρ ταῦτα ἐπιδεξαμένοις καὶ οὕτω προσεληλυθόσι τοῖς
μυστηρίοις, οὔτε γέγονε πλέον οὐδὲν καὶ ἀπῆλθον μυρίων (5)
ὄντες ὑπεύθυνοι κακῶν.
(6.) Ἀλλὰ τίνα τοῦ ἁγιασμοῦ τὰ αἴτια τοῖς ἁγιαζομένοις;
καὶ τίνα ἐστὶν ἃ παρ᾿ ἡμῶν ὁ Χριστὸς ἀπαιτεῖ; Ψυχῆς κάθαρ-
σις, ἀγάπη πρὸς Θεόν, πίστις, ἐπιθυμία τοῦ μυστηρίου,
προθυμία πρὸς τὴν μετάληψιν, ὁρμὴ ζέουσα, τὸ διψῶντας
δραμεῖν. Ταῦτά ἐστιν ἃ τὸν ἁγιασμὸν ἐφέλκεται τοῦτον· καὶ (5)
μεθ᾿ ὧν τοὺς προσερχομένους ἀνάγκη τοῦ Χριστοῦ μετασχεῖν
καὶ ὧν χωρὶς ἀδύνατον.
(7.) Ἀλλὰ ταῦτα πάντα οὐ σωματικά, ἀλλὰ τῆς ψυχῆς
ἐξήρτηται μόνης.
Οὐκοῦν οὐδὲν κωλύει καὶ τὰς ψυχὰς ταῦτα
δύνασθαι τῶν τεθνηκότων ὥσπερ τῶν ζώντων.

(8.) Εἰ τοίνυν αἱ μὲν ψυχαὶ πρὸς τὸ μυστήριον ἑτοίμως
ἔχουσι καὶ παρεσκευασμένως, ὁ δὲ ἁγιάσας καὶ τελέσας
Κύριος ἁγιάζειν ἀεὶ βούλεται καὶ ἑαυτὸν ἑκάστοτε μεταδιδόναι
ἐπιθυμεῖ, τί τὸ κωλύσον τὴν μετουσίαν; Πάντως οὐδέν.
(9.) Οὐκοῦν εἴποι τις ἄν· Εἴ τις καὶ τῶν ζώντων τὰ μὲν ἐν
τῇ ψυχῇ ἀγαθὰ ἔχοι τὰ εἰρημένα, μὴ προσέλθοι δὲ τοῖς
μυστηρίοις, ἕξει τὸν ἐκεῖθεν ἁγιασμὸν οὐδὲν ἧττον;
(10.) Οὐ πᾶς· ἀλλ᾿ εἴ τις οὐ δύναται προσιέναι σωματικῶς
ὥσπερ αἱ τῶν τεθνηκότων ψυχαί· οἷοι γεγόνασιν οἱ ἐν «ἐρη-
μίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς
γῆς», οἷς θυσιαστήριον καὶ ἱερέα ἰδεῖν ἀμήχανον ἦν. Τούτους @1

γῆς», οἷς θυσιαστήριον καὶ ἱερέα ἰδεῖν ἀμήχανον ἦν. Τούτους @1
γὰρ αὐτὸς ὁ Χριστὸς τὸν ἁγιασμὸν ἀφανῶς ἡγίαζε τοῦτον.
(5)
Πόθεν δῆλον; Ὅτι ζωὴν εἶχον ἐν ἑαυτοῖς· οὐκ ἂν ἔχοντες, εἰ
μὴ τοῦ μυστηρίου τούτου μετεῖχον. Αὐτὸς γὰρ ὁ Χριστὸς
εἶπεν· «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου
καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Καὶ
ἵνα τοῦτο σημάνῃ, πολλοῖς τῶν ἁγίων τούτων ἀγγέλους (10)
ἔπεμψε τὰ δῶρα κομίζοντας.

(11.) Εἰ δέ τις δυνάμενος οὐ προσέλθοι τῇ τραπέζῃ, τοῦτον
τοῦ παρ᾿ αὐτοῖς ἁγιασμοῦ τυχεῖν παντελῶς ἀδύνατον· οὐχ
ὅτι οὐ προσῆλθεν ἁπλῶς, ἀλλ᾿ ὅτι δυνάμενος οὐ προσῆλθε· καὶ
διὰ τοῦτο δῆλός ἐστιν ὅτι τῶν ὀφειλομένων ἀγαθῶν τοῖς
μυστηρίοις ἔρημον ἔχει τὴν ψυχήν. (5)
(12.) Τίς γὰρ ὁρμὴ καὶ προθυμία περὶ τὴν τράπεζαν παρὰ
τῷ δυναμένῳ ῥᾳδίως δραμεῖν ἐπ᾿ αὐτὴν καὶ μὴ βουλομένῳ;

Τίς δὲ πίστις πρὸς Θεὸν παρὰ τῷ μὴ φοβουμένῳ τὴν ἐν τοῖς
ῥήμασι τοῦ Κυρίου κειμένην ἀπειλήν, τοῖς τὸ δεῖπνον τοῦτο
περιορῶσι; Πῶς δ᾿ ἂν πιστευθείη φιλεῖν, ὃ λαβεῖν ἐξὸν οὐ (5)
λαμβάνει;
(13.) Διὰ τοῦτο οὐδὲν καινόν, εἰ σωμάτων ἀπολελυμέναις
ψυχαῖς ὁ Χριστός, αἷς τοιαύτην πονηρίαν οὐδεμίαν ἐγκαλεῖν
ἔχει, τῆς τραπέζης μεταδίδωσι ταύτης. Ἐκεῖνο μὲν γὰρ
καινὸν καὶ ὑπερφυὲς εἰ φθορᾷ συζῶν ἄνθρωπος ἀκηράτου
φάγοι σώματος· τὸ δὲ οὐσίαν ἀθάνατον τὴν ψυχὴν ἀθανάτου (5)
μεταλαβεῖν τὸν κατάλληλον αὐτῇ τρόπον τί θαυμαστόν; Εἰ
δὲ τὸ καινὸν τοῦτο καὶ ὑπερφυὲς διὰ φιλανθρωπίαν ἄφατον
καὶ σοφίαν ἀπόρρητον ἐξεῦρεν ὅπως ἀνύσει, τὸ εἰκὸς καὶ
τὸ ἀκόλουθον ποιεῖν πῶς οὐ πιστευθήσεται; @1[Τί έχουν νά πούν οι αποτειχισμένοι;]
43.
(t.) ΜΓ´. Ὅτι τῇ ψυχῇ τοῦ μεταλαμβάνοντος
προηγουμένως ὁ ἁγιασμὸς ἐνίεται

(1.) Ἐπεὶ καὶ αὐτοῖς τοῖς ἔτι μετὰ σώματος ζῶσι δίδοται

(1.) Ἐπεὶ καὶ αὐτοῖς τοῖς ἔτι μετὰ σώματος ζῶσι δίδοται
μὲν τὸ δῶρον διὰ τοῦ σώματος, ἀλλ᾿ εἰς τὴν οὐσίαν πρῶτον
χωρεῖ τῆς ψυχῆς καὶ διὰ τῆς ψυχῆς ἐπὶ τὸ σῶμα διαβαίνει·
καὶ
τοῦτο δηλῶν ὁ μακάριος Ἀπόστολος· «Ὁ κολλώμενος τῷ
Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν»· ὡς ἐν τῇ ψυχῇ προηγου- (5)
μένως τῆς ἑνώσεως ταύτης καὶ τῆς συναφείας συνισταμένης.
(2.) Ἐκεῖ γὰρ κυρίως ὁ ἄνθρωπος· ἐκεῖ καὶ ὁ ἁγιασμὸς
ὁ ἀπὸ τῶν ἀρετῶν καὶ τῆς ἀνθρωπίνης σπουδῆς· καὶ τὸ
ἁμαρτάνον ἐκεῖ καὶ τὸ δεόμενον τῆς ἰατρείας τῆς παρὰ τῶν
δώρων ἐκεῖνο.
Τῷ σώματι δὲ πάντα ἀπὸ τῆς ψυχῆς γίνεται·
καὶ ὥσπερ ἀπὸ τῶν πονηρῶν διαλογισμῶν τῶν ἀπὸ τῆς (5)
καρδίας ἐξερχομένων μολύνεται, οὕτω καὶ ὁ ἁγιασμὸς
ἐκεῖθεν αὐτῷ, καθάπερ ὁ ἀπὸ τῆς ἀρετῆς, οὕτω καὶ ὁ ἀπὸ τῶν
μυστηρίων.
Ἐνίοις δὲ καὶ σωματικαὶ νόσοι συμβαίνουσιν,
αἰτίαν ἔχουσαι τὴν κακοήθειαν τῆς ψυχῆς· ὃ σημάναι βουλό-
μενος ὁ Σωτὴρ τῷ θεραπεῦσαι τὴν τοῦ νοσοῦντος ψυχήν, (10)
ὅπερ ἦν τῶν ἁμαρτιῶν αὐτὴν ἀπολῦσαι, τὸ σῶμα τῆς
ἀρρωστίας ἀνέστησεν.
(3.) Εἰ τοίνυν οὐδὲ πρὸς τὴν ὑποδοχὴν τοῦ ἁγιασμοῦ δεῖται
τοῦ σώματος ἡ ψυχή, ἀλλὰ ταύτης μᾶλλον ἐκεῖνο.
(4.) Τί πλέον τῆς τελετῆς ἔχουσιν αἱ μετέχουσαι σώματος
ψυχαὶ τῶν ἀπηλλαγμένων, ὅτι τὸν ἱερέα ὁρῶσιν καὶ παρ᾿ αὐτοῦ
τὰ δῶρα δέχονται; Ἀλλὰ καὶ κἀκεῖναι τὸν αἰώνιον ἔχουσιν
ἱερέα πάντα ταῦτα αὐταῖς γινόμενον, ὃς καὶ τῶν ἔτι ζώντων @1
τοῖς ὡς ἀληθῶς λαμβάνουσι μεταδίδωσιν.
Οὐ γὰρ πάντες οἷς (5)
δίδωσιν ὁ ἱερεὺς ἀληθῶς μεταλαμβάνουσιν·
ἀλλ᾿ ἐκεῖνοι
μόνοι πάντως οἷς αὐτὸς δίδωσιν ὁ Χριστός.
Ὁ μὲν γὰρ ἱερεὺς
πᾶσιν ἁπλῶς τοῖς προσιοῦσιν· ὁ δὲ Χριστὸς τοῖς ἀξίοις τοῦ
μετασχεῖν.
Ὅθεν δῆλον ὡς ὁ τελῶν τὰς ψυχὰς τὸ μυστήριον
καὶ ἁγιάζων καὶ ζῶντας καὶ τεθνηκότας μόνος τις αὐτός (10)
ἐστιν ὁ Σωτήρ.

καὶ ἁγιάζων καὶ ζῶντας καὶ τεθνηκότας μόνος τις αὐτός (10)
ἐστιν ὁ Σωτήρ.[ Τί έχουν νά πούν οι αποτειχισμένοι; Πού χωρά στά Μυστήριά μας ο παπάς-πάπας πού έγινε καθεστώς σήμερα;]
(5.) Ἐκ δὴ τῶν εἰρημένων ἁπάντων ἐκεῖνο γίνεται δῆλον
ὅτι πάντα ὅσα εἰς τὴν ἱερὰν ἥκει τελετὴν κοινά ἐστι καὶ ζῶσι
καὶ τεθνηκόσι. Καὶ γὰρ καὶ τὰ αἴτια τοῦ ἁγιασμοῦ ψυχικὰ
ὄντα ἀγαθὰ καὶ ἀμφοτέροις πρόσεστι· καὶ τὸ προηγουμένως
καὶ οἰκείως ἔχον πρὸς τὸν ἁγιασμὸν τὸ αὐτό· καὶ ὁ ἁγιάζων (5)
ἱερεὺς ὁ αὐτός.
Τοῦτο μόνον τοῖς ἐν σώματι ζῶσι προσὸν οὐ
μέτεστι τοῖς ἀπελθοῦσι τὸ καὶ τοὺς ἀναξίους τῶν μυστηρίων
ἁγιάζεσθαι δοκεῖν, ὅτι τὰ δῶρα τῷ στόματι δέχονται. Ἐκεῖ
γὰρ οὐδὲ προσιέναι δυνατόν, εἴ τις ἀπαρασκευάστως ἔχει, ἀλλὰ
μόνοις ἔξεστι τοῖς ἀξίοις ἡ μετουσία· τοῦτο δὲ οὐ προστίθησιν (10)
ἁγιασμὸν τοῖς ζῶσιν· ἀλλὰ τοὐναντίον κόλασιν ἔχει τὴν
ἐσχάτην. Καὶ διὰ τοῦτο τοῦ γένους τῶν ζώντων εἶναι πλεον-
έκτημα πολλοῦ δεῖ.
(6.) Ἔτι δὲ καὶ δι᾿ ἐκεῖνον τὸν λόγον φανερὸν γίνεται ὅτι
οὐ μόνον ἔξεστι καὶ οὐδὲν ἔχει κώλυμα, ἀλλ᾿ ὅτι καὶ ἀναγκαίως
ἀκολουθεῖ ταῖς ψυχαῖς ἐκείναις ἡ τῶν ἱερῶν δώρων μετάληψις.
Εἰ μὲν γὰρ καί τι ἕτερον ἦν τὸ τὰς ψυχὰς εὐφραῖνον καὶ @1
ἀναπαῦον ἐκεῖ, ἦν ἂν ἐκεῖνο γέρας ταῖς ἀξίαις τῆς καθαρό- (5)
τητος καὶ οὐκ ἂ ἐδέησε ταύτης τῆς τραπέζης ἐξ ἀνάγκης
αὐταῖς. Νῦν δὲ τὸ πᾶσαν τρυφὴν καὶ μακαριότητα τοῖς ἐκεῖ
γενομένοις ἐργαζόμενον, εἴτε παράδεισον εἴποις, εἴτε κόλπους
Ἀβραάμ, εἴτε λύπης καὶ ὀδύνης ἁπάσης καθαροὺς καὶ
φωτεινοὺς καὶ χλοεροὺς καὶ ἀναψύχοντας τόπους, εἴτε τὴν (10)
βασιλείαν αὐτήν, οὐδὲν ἕτερόν ἐστιν ἢ τοῦτο τὸ ποτήριον καὶ
οὗτος ὁ ἄρτος.
(7.) Ταῦτα γὰρ ὁ μεσίτης, ὁ πρόδρομος ὑπὲρ ἡμῶν εἰς τὰ
ἅγια, ὁ μόνος ἄγων εἰς τὸν Πατέρα, ὁ μόνος τῶν ψυχῶν ἥλιος
νῦν μὲν οὕτω φαινόμενος καὶ μετεχόμενος, ὡς ἠθέλησεν
αὐτός, τοῖς δεσμίοις τῆς σαρκός, τότε δὲ ὀφθησόμενος καὶ

αὐτός, τοῖς δεσμίοις τῆς σαρκός, τότε δὲ ὀφθησόμενος καὶ
μεταληφθησόμενος ἄνευ παραπετασμάτων, ὅτε «ὀψόμεθα (5)
αὐτόν, φησί, καθώς ἐστιν»· ὅτε ὡς πτῶμα συγκαλέσει τοὺς
ἀετούς· ὅτε «περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελ-
θὼν διακονήσει αὐτοῖς»· ὅτε ἐπὶ τῶν νεφελῶν ἀστράψει καὶ
δι᾿ αὐτοῦ «λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος». Τούτῳ τοὺς
μὴ συννημένους, ὥσπερ οἶδε συνάπτειν ἡ τράπεζα, ἀναπαύ- @1 (10)
σεως τυγχάνειν ἤ τι λαβεῖν ἀγαθόν, ἢ μικρὸν ἢ μεῖζον ἐκεῖ,
παντελῶς ἀδύνατον.
44.
(t.) ΜΔ´.
Περὶ τῆς τοῦ Χριστοῦ μεσιτείας
(1.) Μεσίτης γάρ ἐστι δι᾿ οὗ πάντα γέγονε τὰ παρὰ τοῦ Θεοῦ
δοθέντα ἡμῖν ἀγαθά· μᾶλλον δὲ δίδοται ἀεί. Οὐ γὰρ ἅπαξ
μεσιτεύσας καὶ παραδοὺς ἅπαντα ἡμῖν, ὑπὲρ ὧν ἐμεσίτευσεν,
ἀπηλλάγη, ἀλλ᾿ ἀεὶ μεσιτεύει οὐ λόγοις τισὶ καὶ δεήσεσιν,
ὥσπερ οἱ πρεσβευταὶ ποιοῦσιν, ἀλλὰ πράγματι.
Τί δὲ τὸ (5)
πρᾶγμα; Τὸ συνάπτειν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ τῶν οἰκείων
μεταδιδόναι χαρίτων κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὸ τῆς
καθάρσεως μέτρον.
(2.) Καὶ καθάπερ τὸ φῶς δι᾿ ἑαυτοῦ τὸ ὁρᾶν τοῖς ὁρῶσι
παρέχον, οἷς ἂν ἐπιλίποι, καὶ τὸ ὁρᾶν ἐπιλείπει, οὕτω καὶ
τὴν μετὰ τοῦ Χριστοῦ συνουσίαν ἀνάγκη διηνεκῆ ταῖς ψυχαῖς
εἶναι, εἴγε μέλλοιεν ζῆν ὅλως καὶ ἀναπαύεσθαι. Οὔτε γὰρ
χωρὶς φωτὸς ὀφθαλμὸς δύναται βλέπειν, οὔτε χωρὶς τοῦ (5)
Χριστοῦ ζωὴν ἀληθινὴν καὶ εἰρήνην ἐνεῖναι ταῖς ψυχαῖς
δυνατόν, ὅτι αὐτός ἐστι ὁ τῷ Θεῷ καταλλάττων μόνος, ὁ τὴν
εἰρήνην ταύτην ποιῶν· ἧς χωρὶς ἐχθροὺς ὄντας τοῦ Θεοῦ
τῶν ἀγαθῶν τῶν αὐτοῦ μετέχειν ὁπωσοῦν οὐδεμία ἐστὶν ἐλπίς.
(3.) Εἴτε οὖν οὐδὲ τὴν ἀρχὴν συνήφθη τις τῷ Χριστῷ, εἴτε
συναφθεὶς οὐκ ἔμεινε συνημμένος, ἐχθρός ἐστιν ἔτι καὶ τῶν
θείων ἀλλότριος ἀγαθῶν.
(4.) Τί γὰρ τὸ καταλλάξαν τῇ φύσει τῶν ἀνθρώπων τὸν

(4.) Τί γὰρ τὸ καταλλάξαν τῇ φύσει τῶν ἀνθρώπων τὸν
Θεόν; Πάντως ὅτι ἄνθρωπον εἶδε τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπη-
τόν· οὕτω καὶ ἑκάστῳ σπένδεται τῶν ἀνθρώπων, εἴ τις τὴν
μορφὴν κομίζει τοῦ Μονογενοῦς καὶ τὸ ἐκείνου φορεῖ σῶμα, @1
καὶ ἓν πνεῦμα μετ᾿ αὐτοῦ φαίνεται. Τούτων δὲ χωρὶς ἕκαστος (5)
αὐτὸς ἐφ᾿ ἑαυτοῦ ὁ ἄνθρωπός ἐστιν ὁ παλαιὸς ὁ τῷ Θεῷ
ἀπηχθημένος, ὁ πρὸς αὐτὸν οὐδὲν κοινὸν ἔχων.
(5.) Εἰ τοίνυν χρὴ πιστεύειν γίνεσθαι ταῖς ψυχαῖς ἀνάπαυσιν
ἀπὸ τῆς εὐχῆς τῶν ἱερέων καὶ τῆς προσαγωγῆς τῶν ἱερῶν
δώρων, πιστευτέον πρὸ τούτου καὶ κατὰ τοῦτον αὐτὸ
γίνεσθαι τὸν τρόπον, καθ᾿ ὃν μόνον ἄνθρωπον ἀναπαύεσθαι
δυνατόν. Τίς δὲ ὁ τρόπος, εἴρηται τῷ διηλλάχθαι Θεῷ καὶ (5)
μὴ ἐχθροὺς εἶναι. Τοῦτο δὲ πῶς; Τὸ ἀνακραθῆναι Θεῷ καὶ
ἓν γενέσθαι πνεῦμα μετὰ τοῦ ἠγαπημένου, ἐν ᾧ μόνῳ ηὐδό-
κησεν ὁ Πατήρ· ἀλλὰ τοῦτο τῆς ἱερᾶς τραπέζης τὸ ἔργον,
ὃ κοινὸν ἐδείχθη διὰ τῶν εἰρημένων καὶ ζῶσιν ὁμοίως καὶ
τεθνηκόσι. (10)

Δεν υπάρχουν σχόλια: