Πέμπτη 20 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

38.
(t.) ΛΗ´. Κατὰ τίνα λόγον τὰ μυστήρια σημαντικὰ
τῆς Ἐκκλησίας εἰσί

(1.) Σημαίνεται δὲ ἡ Ἐκκλησία ἐν τοῖς μυστηρίοις οὐχ ὡς
ἐν συμβόλοις,
ἀλλ᾿ ὡς ἐν καρδίᾳ μέλη καὶ ὡς ἐν ῥίζῃ τοῦ φυτοῦ
κλάδοι, καὶ καθάπερ ἔφη ὁ Κύριος, ὡς ἐν ἀμπέλῳ κλή-
ματα. Οὐ γὰρ ὀνόματος ἐνταῦθα κοινωνία μόνον ἢ ἀναλογίας
ὁμοιότης, ἀλλὰ πράγματος ταυτότης.
(5)
(2.) Καὶ γὰρ σῶμα καὶ αἷμα Χριστοῦ τὰ μυστήρια· ἀλλὰ
τῇ Ἐκκλησίᾳ Χριστοῦ ταῦτα βρῶσίς ἐστι καὶ πόσις ἀληθινή·
καὶ τούτων μετέχουσα οὐ πρὸς ἀνθρώπινον αὐτὰ μεταβάλλει
σῶμα, καθάπερ ἄλλο τι σιτίον, ἀλλ᾿ αὐτὴ μεταβάλλεται πρὸς
ἐκεῖνα τῶν κρειττόνων ὑπερνικώντων.
Ἐπεὶ καὶ σίδηρος (5)
ὁμιλήσας πυρὶ αὐτὸς γίνεται πῦρ, οὐ τῷ πυρὶ δίδωσιν εἶναι
σίδηρον· καὶ καθάπερ τὸν πυρακτωθέντα σίδηρον οὐ σίδηρον,
ἀλλὰ πῦρ ἀτεχνῶς ὁρῶμεν, τῶν τοῦ σιδήρου ἰδιωμάτων ὑπὸ
τοῦ πυρὸς παντελῶς ἀφανιζομένων,
οὕτω καὶ τὴν τοῦ Χριστοῦ
Ἐκκλησίαν εἴ τις ἰδεῖν δυνηθείη, κατ᾿ αὐτὸ τοῦτο καθ᾿ ὅσον (10)
αὐτῷ ἥνωται καὶ τῶν αὐτοῦ μετέχει σαρκῶν, οὐδὲν ἕτερον
ἢ αὐτὸ μόνον τὸ Κυριακὸν ὄψεται σῶμα. Διὰ τοῦτον τὸν
λόγον· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ» γράφει Παῦλος, «καὶ
μέλη ἐκ μέρους.» Οὐ γὰρ τὴν τοῦ Χριστοῦ περὶ ἡμᾶς πρόνοιαν
καὶ παιδαγωγίαν καὶ νουθεσίαν καὶ τὴν ἡμῶν ὑποταγὴν πρὸς (15)
αὐτὸν δηλῶσαι βουλόμενος, τὸν μὲν κεφαλήν, ἡμᾶς δὲ σῶμα
προσεῖπεν, ὥσπερ οὓς καὶ ἡμεῖς τῶν συγγενῶν ἢ φίλων μέλη
καλοῦμεν ὑπερβολῇ χρώμενοι· ἀλλ᾿ αὐτὸ ἐκεῖνο σημαίνων @1
ὅπερ ἔλεγεν, ὅτι τοὺς πιστοὺς ἤδη διὰ τὸ αἷμα τοῦτο ζῶντας
τὴν ἐν τῷ Χριστῷ ζωὴν καὶ τῆς κεφαλῆς ὡς ἀληθῶς ἐκεί- (20)
νης ἐξηρτημένους, καὶ τοῦτο περικειμένους τὸ σῶμα.
(3.) Διὰ ταῦτα οὐδὲν ἀπεικὸς ἐνταῦθα διὰ τῶν μυστηρίων τὴν

(3.) Διὰ ταῦτα οὐδὲν ἀπεικὸς ἐνταῦθα διὰ τῶν μυστηρίων τὴν
Ἐκκλησίαν σημαίνεσθαι.
39.
(t.) ΛΘ´. Περὶ τῆς ἐπὶ τὴν κοινωνίαν κλήσεως τῶν πιστῶν
καὶ ἃ προσφωνοῦσι τοῖς δώροις φανεῖσιν οἱ πιστοί

(1.) Ὁ δὲ ἱερεὺς μετασχὼν τῶν ἁγιασμάτων πρὸς τὸ πλῆθος
ἐπιστρέφεται καὶ δείξας τὰ ἅγια καλεῖ τοὺς μετασχεῖν βουλο-
μένους, καὶ προσιέναι κελεύει «μετὰ φόβου Θεοῦ καὶ
πίστεως», μήτε καταφρονοῦντας διὰ τὸ φαινόμενον, μήτε
ἐνδοιάζοντας διὰ τὸ ὑπὲρ λόγον εἶναι τὸ πιστευόμενον, ἀλλ᾿ (5)
ἐπιγινώσκοντας τὴν ἀξίαν αὐτῶν καὶ ὡς εἴη ζωῆς αἴτια
αἰωνίου τοῖς μεταλαμβάνουσι πιστεύοντας προσιέναι.
(2.) Αὐτοὶ δὲ τὴν εὐλάβειαν ἐπιδεικνύμενοι καὶ τὴν πίστιν καὶ
προσκυνοῦσιν καὶ εὐλογοῦσι καὶ θεολογοῦσι τὸν ἐν αὐτοῖς
νοούμενον Ἰησοῦν, καὶ ἵνα λαμπρὰ γένηται ἡ δοξολογία ἀπὸ
τῶν προφητικῶν αὐτὴν ποιοῦνται ῥημάτων· «Εὐλογημένος
ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν (5)
ἡμῖν.» «Ἐγὼ ἦλθον, φησίν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου
καὶ οὐ λαμβάνετέ με· ἐάν τις ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ,
ἐκεῖνον λήψεσθε.»
Τοῦτο τοῦ γνησίου Δεσπότου, τοῦτο τοῦ
Μονογενοῦς, τὸν Πατέρα ἐπιφημίζειν. Ἐκεῖνο τοῦ δραπέτου
δούλου τὸ αὔθαδες, ἡ ἀποστασία.
Ταῦτα εἰδὼς ὁ Προφήτης @1 (10)
καὶ μαθὼν τὸ ἀποδιαστέλλον τὸν καλὸν ποιμένα τοῦ λύκου
πόρρωθεν εὐλογεῖ τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου, Κύριον
τὸν Πατέρα λέγων, καὶ τὸν ἐπιφανέντα τοῦτον αὐτὸν εἶναί
φησι τὸν Θεόν. Τούτοις καὶ αὐτοὶ τοῖς λογίοις χρώμενοι ὡς
νῦν αὐτοῖς τὸν Χριστὸν ἐρχόμενον καὶ φαινόμενον εὐλογοῦσιν. (15)
40.
(t.) Μ´. Περὶ τῆς ὑπὲρ αὐτῶν εὐχῆς τοῦ ἱερέως ἣν ἐκφωνεῖ
μετὰ τὴν μετάληψιν αὐτοῖς

(1.) Εἶτα μετασχοῦσι τῶν μυστηρίων εὔχεται ὁ ἱερεὺς τὴν
παρὰ τοῦ Θεοῦ σωτηρίαν καὶ εὐλογίαν. Καὶ τίς ἡ εὐχή;
«Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονο-

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονο-
μίαν σου.»
(2.) Καὶ τοῦτο τὸ ῥῆμα προφητικόν. Οἷον ὁ αὐτὸς Προφήτης
καὶ ἀλλαχοῦ φησι· «Δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ
τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», ὡς ἀπὸ τοῦ Πατρὸς
πρὸς τὸν Υἱὸν εἰρημένον. Ὅπερ γὰρ ὡς Θεὸς εἶχεν ἐξ ἀρχῆς,
ὡς ἄνθρωπος ἐκληρονόμησεν ὕστερον. (5)
(3.) Τί οὖν, ἐπεὶ καὶ δημιουργὸς ἡμῶν ἐστιν ὁ αὐτός, οὐ·
«Τὰ ἔργα σου, φησίν, εὐλόγησον», ὧν αὐτὸς εἶ ποιητής,
ἀλλά· «τὴν κληρονομίαν σου»;
Ἵνα δυσωπήσῃ μᾶλλον, τῆς
πτωχείας ἣν ὑπὲρ ἡμῶν ἐπτώχευσεν ἀναμνήσας αὐτόν. Ὑπὲρ
τούτων ἱκετεύω, φησίν, ὑπὲρ ὧν αὐτὸς ἠνέσχου μετὰ τῶν (5)
δούλων γενέσθαι καὶ λαβεῖν ἐντολήν, καὶ στῆναι μετὰ τῶν
λαμβανόντων, ὁ πάντα ἔχων· καὶ ἀκοῦσαι κληρονόμος ᾧ
μηδὲν ἐπίκτητον.
(4.) Ἄλλως τε τὸ μνησθῆναι τῆς ἀκριβεστέρας πρὸς τὸν @1
Χριστὸν οἰκειώσεως ἡμῶν εἰς ἔλεον αὐτὸν ἐφέλκεται μᾶλ-
λον. Ἀκριβεστέρα δὲ οἰκείωσις ἡ κληρονομία τῆς δημιουρ-
γίας· πολλῷ τῷ μέσῳ καὶ πολὺ βέλτιον ἡμᾶς ἐκτήσατο
κληρονομήσας ἢ πρότερον εἶχε δημιουργήσας.
Ἀπὸ μὲν γὰρ (5)
τῆς δημιουργίας τῆς φύσεως ἁπλῶς τῶν ἀνθρώπων ἐκράτει,
ἀπὸ δὲ τῆς κληρονομίας τοῦ λόγου καὶ τῆς προαιρέσεως
κατέστη Δεσπότης, ὅπερ ἐστὶν ἀνθρώπων ἄρχειν ὡς ἀληθῶς.

Ἐκεῖνο γὰρ κοινόν ἐστι καὶ τοῖς ἀλόγοις καὶ τοῖς ἀψύχοις.
Φύσει γὰρ πάντα ὑποτάσσεται τῷ Θεῷ ὡς δημιουργήματα (10)
τῷ δημιουργῷ.
(5.) Ἀλλὰ πῶς κατὰ τὴν κληρονομίαν τοῦ λόγου καὶ τῆς
προαιρέσεως κατέστη Δεσπότης; Ὅτι κατελθόντι εἰς τὴν γῆν
καὶ σταυρωθέντι καὶ ἀναστάντι τὸν λόγον τὸν ἡμέτερον
ὑπετάξαμεν αὐτῷ καὶ τὴν θέλησιν· τὸν μὲν λόγον ὅτι ἔγνωμεν
αὐτὸν Θεὸν ἀληθινὸν καὶ τῆς κτίσεως ἁπάσης Δεσπότην· τὴν (5)

αὐτὸν Θεὸν ἀληθινὸν καὶ τῆς κτίσεως ἁπάσης Δεσπότην· τὴν (5)
δὲ θέλησιν ὅτι ἠγαπήσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ δεσποτείαν
καὶ τὸν αὐτοῦ ζυγὸν μετὰ χαρᾶς ἐπὶ τῶν αὐχένων ἠνέγκαμεν.

(6.) Οὕτω τελείως τοὺς ἀνθρώπους ὁ Θεὸς ἔλαβεν, οὕτως
ἀληθῶς ἐκτήσατο. Ταύτης τῆς κτήσεως Ἡσαΐας ὁ προφήτης
πόρρωθεν ἐπιθυμῶν ἔλεγε· «Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι
ἡμᾶς.»
(7.) Τοῦτο ἡ κληρονομία ἣν λέγεται λαβεῖν παρὰ τοῦ
Πατρὸς ὁ Μονογενής. Καὶ τοιαύτη μὲν ἡ εὐχή.
41.
(t.) ΜΑ´. Περὶ τῆς μετὰ ταῦτα εὐχαριστίας καὶ δοξολογίας
(1.) Ἐνταῦθα δὲ ἡ ἱερουργία συμπληροῦται ἅπασα καὶ ἡ τῆς
θείας εὐχαριστίας τελετὴ πέρας λαμβάνει. Τά τε γὰρ δῶρα @1
ἡγίασται καὶ τὸν ἱερέα ἡγίασε καὶ πάντα τὸν περὶ αὐτὸν
χορόν, καὶ δι᾿ αὐτῶν τὸ λοιπὸν τῆς ἐκκλησίας ἐτέλεσε καὶ
ἡγίασε πλήρωμα. (5)
(2.) Διὰ τοῦτο εἰς εὐχαριστίαν τοῦ Θεοῦ καὶ δοξολογίαν
αὐτός τε ὁ ἱερεὺς καταλήγει καὶ οἱ περιεστῶτες πιστοί. Καὶ
ὁ μέν· «Εὐλογητὸς ὁ Θεός, φησί, πάντοτε, νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»
(3.) Τὸ δὲ πλῆθος ᾄδουσι τὸ προοίμιον τῆς ᾠδῆς ἀπὸ τῶν
προφητικῶν ῥημάτων λαβόντες· «Πληρωθήτω τὸ στόμα
ἡμῶν αἰνέσεως, Κύριε, ὅπως ἂν ὑμνήσωμεν τὴν δόξαν σου.»
Οὔκ ἐσμεν ἱκανοί, φησί, Δέσποτα, οὐδὲ ὕμνον σοι προσενεγ-
κεῖν, ὑπὲρ τῶν ἀγαθῶν ὧν ἡμᾶς ἠξίωσας, ἀλλὰ σὺ καὶ τοῦτο (5)
δός. Τίνα τρόπον; Πληρώσας τὸ στόμα ἡμῶν αἰνέσεως καὶ
ὥσπερ εὐχὴν δίδως τοῖς εὐχομένοις, ἵν᾿ εἰδῶμεν τίνα δεῖ καὶ
ὅπως αἰτεῖσθαι· οὕτω καὶ πρὸς τὸν ὕμνον τὸν σὸν δίδου
δύναμιν τῷ στόματι.
(4.) Εἶτα εὔχονται τὸν ἁγιασμόν, ὃν ἔλαβον ἔχοντες, μεῖναι
καὶ μὴ προδοῦναι τὴν χάριν, μηδὲ ἀπολέσαι τὴν δωρεάν, ὑπὸ
τῆς ἐκείνου βοηθούμενοι χειρός· «Τήρησον ἡμᾶς ἐν τῷ σῷ

τῆς ἐκείνου βοηθούμενοι χειρός· «Τήρησον ἡμᾶς ἐν τῷ σῷ
ἁγιασμῷ»· τί ποιοῦντας; —Δεῖ γὰρ καὶ τῶν παρ᾿ ἡμῶν. —
«Ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου»· (5)
δικαιοσύνην λέγοντες τὴν ἐνθεωρουμένην τοῖς μυστηρίοις
σοφίαν τοῦ Θεοῦ καὶ φιλανθρωπίαν, ὥσπερ ὁ Παῦλος ἐξέλα-
βεν· «Οὐ γὰρ ἐπαισχύνομαι, φησί, τὸ Εὐαγγέλιον τοῦ
Χριστοῦ· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται εἰς
πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας»· ταύτης ἡ μελέτη @1 (10)
τῆς δικαιοσύνης τὸν ἁγιασμὸν ἐν ἡμῖν δύναται συντηρεῖν. Καὶ
γὰρ καὶ τὴν εἰς Θεὸν πίστιν αὔξει καὶ τὴν ἀγάπην ἀνάπτει,
καὶ οὐδὲν ἐᾷ πονηρὸν ἐπεισελθεῖν τῇ ψυχῇ· οὐκ ἄρα μάτην ἐν
τοῖς ἔμπροσθεν ἐλέγομεν ὅτι χωρὶς τῶν πρεπόντων τοῖς
μυστηρίοις λογισμῶν, οὐκ ἔστι τὸν ἁγιασμὸν συνεστάναι καὶ (15)
παραμένειν ἡμῖν

Δεν υπάρχουν σχόλια: