Κήρυγμα τοῦ π.Νικολάου Μανώλη τό Σάββατο 12-10-2019.
katanixi
ΕΙΝΑΙ Ο ΘΕΟΛΟΓΟΣ ΤΟΥ ΘΕΙΟΥ ΕΡΩΤΟΣ. ΓΙΑ ΛΟΓΟΥΣ ΠΟΛΙΤΙΚΗΣ Ο ΘΕΙΟΣ ΕΡΩΣ ΟΝΟΜΑΖΕΤΑΙ ΑΓΑΠΗ.
ΣΤΗΝ ΠΑΡΑΔΟΣΗ ΜΑΣ ΚΥΡΙΑΡΧΕΙ Η ΧΑΡΙΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΙ ΤΟ ΑΓΙΟ ΠΝΕΥΜΑ ΔΕΝ ΕΙΝΑΙ Η ΑΓΑΠΗ ΤΟΥ ΠΑΤΡΟΣ ΠΡΟΣ ΤΟΝ ΥΙΟ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΠΡΟΣ ΤΟΝ ΠΑΤΕΡΑ, ΕΙΝΑΙ Η ΥΠΟΣΤΑΣΗ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
Η ΑΓΑΠΟΛΟΓΙΑ ΕΙΝΑΙ ΣΥΝΕΠΕΙΑ ΤΟΥ ΑΝΥΠΟΣΤΑΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΗΣ ΑΓΙΑΣ ΔΥΑΔΟΣ ΤΗΣ ΛΑΤΙΝΙΚΗΣ ΚΑΚΟΔΟΞΙΑΣ, ΤΟΥ ΦΙΛΙΟΚΒΕ.
ΤΟΝ ΑΓΙΟ ΣΥΜΕΩΝ ΜΙΣΟΥΝ ΚΑΙ ΟΙ ΟΡΓΑΝΩΣΙΑΚΟΙ ΤΟΥ ΤΡΕΜΠΕΛΑ. ΟΠΩΣ ΕΠΙΣΗΣ ΚΑΙ Ο ΖΗΖΙΟΥΛΑΣ ΚΑΙ ΟΙ ΝΕΟΟΡΘΟΔΟΞΟΙ.
Η ΝΕΟΟΡΘΟΔΟΞΙΑ ΕΙΝΑΙ Η ΝΕΩΤΕΡΙΚΗ ΕΚΔΟΧΗ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΩΝ ΟΡΓΑΝΩΣΕΩΝ.
Ο ΜΕΓΑΛΟΣ ΕΧΘΡΟΣ ΤΟΥ ΑΓΙΟΥ ΕΙΝΑΙ Η ΘΕΣΜΙΚΗ ΣΗΜΕΡΙΝΗ ΕΚΚΛΗΣΙΑ
Η ΟΡΘΟΔΟΞΙΑ ΛΕΕΙ ΣΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ ΤΗΣ ΓΗΣ: ΕΦΟΣΟΝ ΕΝ ΚΥΡΙΩ ΕΧΟΥΜΕ ΤΟ ΑΓΙΟ ΠΝΕΥΜΑ ΤΙ ΡΟΛΟ ΠΑΙΖΟΥΝ ΟΙ ΑΝΤΙΠΡΟΣΩΠΟΙ ΚΑΊ ΟΙ ΠΑΠΕΣ ΚΑΙ ΟΙ ΠΡΩΤΟΙ!!! ΚΑΝΕΝΑΝ. ΑΠΛΩΣ ΜΑΖΙ ΤΟΥΣ ΠΑΡΕΚΚΛΙΝΟΥΜΕ ΑΠΟ ΤΟΝ ΣΩΤΗΡΑ ΧΡΙΣΤΟ ΣΕ ΑΥΤΟΣΩΤΗΡΙΑ.
ΣΕ ΑΥΤΟΚΕΦΑΛΑ, ΑΥΤΟΧΕΙΡΟΤΟΝΙΕΣ, ΔΙΚΑΙΩΜΑΤΑ.
Ο ΙΕΡΩΝΥΜΟΣ ΑΠΟ ΣΗΜΕΡΑ ΟΦΕΙΛΕΙ ΝΑ ΠΡΟΣΘΕΣΕΙ ΣΤΟ ΤΕΜΠΛΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΤΗΝ ΕΙΚΟΝΑ ΤΟΥ ΒΟΛΤΑΙΡΟΥ ΓΙΑ ΝΑ ΠΑΡΑΠΕΜΠΕΙ ΣΤΟ ΠΡΩΤΟΤΥΠΟ ΤΟΥ, ΤΟΝ ΒΑΡΘΟΛΟΜΑΙΟ Ο ΟΠΟΙΟΣ ΔΙΔΑΣΚΕΙ ΑΠΟ ΧΡΟΝΙΑ ΤΑ ΔΙΚΑΙΩΜΑΤΑ ΤΟΥ.
Αμέθυστος
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Πῶς ποιμάνωμεν αὐτό κατά τό θέλημα τοῦ ἀρχιποιμένος Χριστοῦ καί ἐπί νομάς ἐξαγάγωμεν αὐτό ἀειζώους; Ἀλλ᾿ ὤ τῆς πωρώσεως ἡμῶν καί τῆς τοῦ Θεοῦ καί τῶν θείων καταφρονήσεως! Ὥσπερ γάρ ἀσπίς τά ὦτα βύσαντες, ὡσεί κωφοί τε καί ἄλαλοι γεγονότες δίκην νεκρῶν καί πεπηρωμένοι ὄντες τά τῆς ψυχῆς αἰσθητήρια, οὐδέ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ᾿ ὅτι ποτέ ἐστι χριστιανισμός ἐπιστάμεθα, ἀλλά καί τό τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καί ἀκριβῶς τά τῶν χριστιανῶν (364) μυστήρια μή εἰδότες, ἀλλ᾿ ὡς περί τοῦ φωτός τῆς γνώσεως, μᾶλλον δέ αὐτό τό τῆς γνώσεως φῶς δεικνύειν τοῖς πολλοῖς ἀναισχύντως ἐπιχειροῦμεν. Ἡ γνῶσις οὐκ ἔστι τό φῶς, ἀλλά τό φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδή ἐν αὐτῷ καί δι᾿ αὐτοῦ καί ἐξ αὐτοῦ τά πάντα· οὗ ἡμεῖς τήν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτούς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τό ἄνωθεν προελθόντας, ἀλλ᾿ ἔτι ἔμβρυα ὄντες ἤ ἐκτρώματα, εἰπεῖν ἀληθέστερον, τοῖς ἱερεῖς τόποις ἐπιπηδῶμεν καί τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων καί, τό δή χαλεπώτερον, χρήμασιν οἱ πλείους τήν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καί τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μηδέ ἄρνες ποτέ γεγονότες, ζητοῦμεν προΐστασθαι· καί ταῦτα πρός τό μόνον ἐμπλῆσαι δίκην θηρῶν τάς ἑαυτῶν γαστέρας καί τἆλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καί ἡ πρός τά κάτω ἐπιθυμία καί ὄρεξις.
Οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι;
Οὕτως οἱ πατέρες ἡμῶν καί διδάσκαλοι;
Βαβαί τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τά χρήματα προδόται τά αἰσθητά καί ἱερόσυλοι γίνονται, οἱ πρός μόνον τό γλωσσόκομον ἀπονεύοντες, ἀλλα καί αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάψασθαι, ὅθεν οὐδέ αἰσχύνονται λέγειν· "Ἡμέτερόν ἐστι τό δεσμεῖν καί λύειν, καί τοῦτο κατά τήν παροῦσαν ἐλάβομεν ζωήν ἡμεῖς ἄνωθεν". Ὤ τῆς ἀναισχυντίας, ἵνα μή λέγω τῆς ἐσχάτης παραπληξίας! Ἀπό τίνος, ὦ οὗτος, εἰπέ μοι, καί διατί τήν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες; Ὅτι πάντα καταλιπών τῷ Χριστῷ ἠκολούθησας; (365) Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινός τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τήν σεαυτοῦ ψυχήν ἀπώλεσας ἤτοι τῷ κόσμῳ ἐνέκρωσας καί ἐν οὐδενί σαρκός θελήματι ταύτην εὕρηκας; Ἤ καί σύ, ὥσπερ πάλαι οἱ μαθηταί τοῦ Χριστοῦ, ἤκουσας παρ᾿ αὐτοῦ, ἐμφυσήσαντός σοι δηλονότι καί εἰπόντος· "Λάβε Πνεῦμα Ἅγιον! Ἄν τινων ἀφήσῃς τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσονται";
"Ἀλλά τῶν ἱερέων ἡ ἐξουσία" φησίν. Οἶδα κἀγώ· τοῦτο γάρ ἀληθές. Οὐ πάντων δέ καί τῶν ἁπλῶς ἱερέων, ἀλλά τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τό Εὐαγγέλιον καί ἐν ἀμέμπτῳ βίῳ πολιτευομένων, τῶν ἑαυτούς πρότερον τῷ Κυρίῳ παραστησάντων καί θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τήν καθαράν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καί προσδεχθέντων καί ἐμφανισθέντων εἰς τό ἄνω θυσιαστήριον καί παρά τοῦ ἀρχιερέως Χριστοῦ προσφορά τελεία τῷ Θεῷ καί Πατρί προσενεχθέντων καί δυνάμει Πνεύματος Ἁγίου μεταποιηθέντων καί ἀλλαγέντων καί εἰς Χριστόν, τόν δι᾿ ἡμᾶς ἀποθανόντα καί ἐν δόξῃ ἀναστάντα Θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτός καί ἡμέρας μετανοούντων καί πενθούντων καί μετά δακρύων οὐχ ὑπερ ἑαυτῶν μόνων δεομένων, ἀλλά καί (366) ὑπέρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καί ὑπέρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί τῶν σφοδρῶς κλαιόντων ὑπέρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδέν πλέον τῆς ἀναγκαίας τροφῆς καταχρωμένων, μηδέ ἐν μηδενί θεραπείαν ἤ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλά, καθώς γέγραπται, "πνεύματι περιπατούντων καί ἐπιθυμίαν μή ἐπιτελούντων σαρκός"· ἔτι δέ τῶν μήτε πτωχόν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτόν ἐκεῖνον τόν τό διάδημα περικείμενον ἕνεκα τοῦ δικαίου καί τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μή προφάσει ἐλέους ἤ δώρων δόσεως ἕνεκα ἤ φόβου ἤ ἀγάπης ἤ τινος ἑτέρου ὁρωμένου ἤ ἀοράτου πράγματος καταμαλακιζομένων καί παραβλεπόντων ἤ παραβαινόντων τήν ἐντολήν τοῦ ἐπί πάντων Θεοῦ.
Τῶν τοιούτων ἐστί τό δεσμεῖν καί λύειν καί ἱερουργεῖν καί διδάσκειν, οὐχί δέ τῶν ἐξ ἀνθρώπων τήν ψῆφον καί τήν χειροτονίαν μόνον λαμβανόντων· "οὐ γάρ ἀφ᾿ ἑαυτοῦ, φησί, τις τήν τιμήν λαμβάνει, ἀλλ᾿ ὁ ὑπό τοῦ Κυρίου καλούμενος". Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τήν ψῆφον δεχόμενος, ἀλλ᾿ ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθείς καί προχειρισθείς. Οἱ γάρ ἐξ ἀνθρώπων καί δι᾿ ἀνθρώπων
κλέπται εἰσί καί λησταί,
(367) Μή οὖν πλανᾶσθε, ἀαδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δέ δοκῶν εἰσελθεῖν καί οὐ διά τοῦ φωτός εἰσελθών, ἔξω καί αὐτός τῆς μάνδρας ἐστίν. Εἰ γάρ φῶς τοῦ κόσμου καί θύρα ὁ Χριστός, φωτοειδής πάντως θύρα ἐστί καί οὐχί θύρα μόνον ἁπλῶς, καί ὁ ἐν ταύτῃ γεγονώς ἐν τῷ τοῦ κόσμου φωτί γέγονε. Φῶς δέ τοῦ κόσμου ἐστίν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ᾿ ὡς νοερῶς θεωρούμενος. Ὁ γάρ αἰσθητός ἥλιος μόνον φωτίζει τά σωματικά ὄμματα οὐκ ἀνθρώπων ἀλλά καί ἀλόγων ζῴων, τετραπόδων ἅμα καί πετεινῶν· ὁ δέ νοητός ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχάς λογικάς μόνον. Ἀλλ᾿ οὐδέ ταύτας ἀκρίτως πάσας καί ἀναξίως φωτίζειν οἶδεν· οὐ γάρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδέ δοῦλος ἤ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθά δή ὁ αἰσθητός οὗτος ἥλιος ἀνατέλλων ἐπί δικαίους καί ἀδίκους καί ἐπί πονηρούς ἅμα καί ἀγαθούς. Ἀλλ᾿ εἰ καί φῶς καλεῖται καί ἥλιος ὀνομάζεται, ἀλλά καί ὑπέρ φῶς ἅπαν καί ὑπέρ ἥλιον, ὡς φωτός καί ἡλίου ποιητής καί Δεσπότης, ὑπάρχει ζωή καί ζωοποιός, ἀλήθεια, δικαιοσύνη ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθός καί πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν. Ὡς οὖν ἀλήθεια καί ὤν καί καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δέ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός , τοῖς ἐκπλυθεῖσι καί καθαρθεῖσι διά δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἤ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, (368) τοῖς μηδεμίαν διπλόην ἤ διψυχίαν ἤ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἤ βιωτικάς μερίμνας καί φροντίδας μή συνεπαγομένοις καί τούτοις ἀναμιγνύουσι καί ἀναφύρουσιν αὐτάς, ἀλλά γυμνοῖς τῇ γνώμῃ καί τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καί ἀποδεχόμενος τό ἀπερίεργον παντός ἀγαθοῦ συντόμως τούτους ἐμπλίπλησι καί τῶν ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν ἀγαθῶν κοινωνούς εὐθύς τῷ ἀποκαλυφθῆναι καί φανῆναι ἀποκαθίστησι.
να γιατί μισούν τον Μέγα Θεολόγο. Χαλάει τη στρωμένη δουλειά, αναιρεί την απροϋπόθετη εξουσία του ενδοκοσμικού ηγεμονικού ιερατείου
4 σχόλια:
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Εἰ γάρ οὐκ οἴδαμεν πῶς δεῖ ἡμᾶς ἐν τῷδε τῷ βίῳ ἀναστρέφεσθαι, οὐδέ ὅπως ἐν ἔργοις πρότερον ἀγαθοῖς ἐντρέφεσθαι δεῖ καί παριστάνειν ἑαυτούς ἡμᾶς δούλους τῇ δικαιοσύνῃ, ὡς ἐνώπιον Κυρίου καί οὐκ ἀνθρώπων ἱσταμένους καί ἀμέμπτως Θεῷ δουλεύειν ζῶντι συνταξαμένους, οὐδέ ὁποῖοί τε καί ποταποί ὀφείλομεν πρῶτον γίνεσθαι καί οὕτω τῶν ἄλλων προΐστασθαι, πῶς εἰπέ μοι, τοῦ δεσποτικοῦ ποιμνίου τήν φυλακήν ἐγχειρισθῶμεν καί ἐπιμέλειαν;
Πῶς ποιμάνωμεν αὐτό κατά τό θέλημα τοῦ ἀρχιποιμένος Χριστοῦ καί ἐπί νομάς ἐξαγάγωμεν αὐτό ἀειζώους; Ἀλλ᾿ ὤ τῆς πωρώσεως ἡμῶν καί τῆς τοῦ Θεοῦ καί τῶν θείων καταφρονήσεως! Ὥσπερ γάρ ἀσπίς τά ὦτα βύσαντες, ὡσεί κωφοί τε καί ἄλαλοι γεγονότες δίκην νεκρῶν καί πεπηρωμένοι ὄντες τά τῆς ψυχῆς αἰσθητήρια, οὐδέ τῶν λαλουμένων λαμβάνομεν αἴσθησιν, οὐδ᾿ ὅτι ποτέ ἐστι χριστιανισμός ἐπιστάμεθα, ἀλλά καί τό τῆς οἰκονομίας μυστήριον ἀγνοοῦντες καί ἀκριβῶς τά τῶν χριστιανῶν (364) μυστήρια μή εἰδότες, ἀλλ᾿ ὡς περί τοῦ φωτός τῆς γνώσεως, μᾶλλον δέ αὐτό τό τῆς γνώσεως φῶς δεικνύειν τοῖς πολλοῖς ἀναισχύντως ἐπιχειροῦμεν. Ἡ γνῶσις οὐκ ἔστι τό φῶς, ἀλλά τό φῶς ἡ γνῶσις ὑπάρχει, ἐπειδή ἐν αὐτῷ καί δι᾿ αὐτοῦ καί ἐξ αὐτοῦ τά πάντα· οὗ ἡμεῖς τήν ὅρασιν ἀπαρνούμενοι, δήλους ἑαυτούς ποιοῦμεν μήτε γεννηθέντας μήτε εἰς φῶς τό ἄνωθεν προελθόντας, ἀλλ᾿ ἔτι ἔμβρυα ὄντες ἤ ἐκτρώματα, εἰπεῖν ἀληθέστερον, τοῖς ἱερεῖς τόποις ἐπιπηδῶμεν καί τῶν ἀποστολικῶν ἐπιβατεύομεν θρόνων καί, τό δή χαλεπώτερον, χρήμασιν οἱ πλείους τήν ἱερωσύνην ἀφοβίᾳ Θεοῦ ἐξωνούμεθα καί τῆς βασιλικῆς ποίμνης ὡς ποιμένες, οἱ μηδέ ἄρνες ποτέ γεγονότες, ζητοῦμεν προΐστασθαι· καί ταῦτα πρός τό μόνον ἐμπλῆσαι δίκην θηρῶν τάς ἑαυτῶν γαστέρας καί τἆλλα πάντα τελέσαι ὅσαπερ ἡ ἔφεσις τοῦ χείρονος ἀπαιτεῖ καί ἡ πρός τά κάτω ἐπιθυμία καί ὄρεξις.
Οὕτως ὑπῆρχον ἐξ ἀρχῆς, ἀδελφοί, οἱ ἀπόστολοι;
Οὕτως οἱ τῶν ἀποστόλων διάδοχοι;
Οὕτως οἱ πατέρες ἡμῶν καί διδάσκαλοι;
Βαβαί τῆς τόλμης τῶν τοιούτων τῆς φοβερᾶς, ὅτι οὐ μόνον εἰς τά χρήματα προδόται τά αἰσθητά καί ἱερόσυλοι γίνονται, οἱ πρός μόνον τό γλωσσόκομον ἀπονεύοντες, ἀλλα καί αὐτοῦ τοῦ θείου πλούτου κατατολμῶσιν ἐφάψασθαι, ὅθεν οὐδέ αἰσχύνονται λέγειν· "Ἡμέτερόν ἐστι τό δεσμεῖν καί λύειν, καί τοῦτο κατά τήν παροῦσαν ἐλάβομεν ζωήν ἡμεῖς ἄνωθεν". Ὤ τῆς ἀναισχυντίας, ἵνα μή λέγω τῆς ἐσχάτης παραπληξίας! Ἀπό τίνος, ὦ οὗτος, εἰπέ μοι, καί διατί τήν ἐξουσίαν ταύτην ἄνωθεν ἔλαβες; Ὅτι πάντα καταλιπών τῷ Χριστῷ ἠκολούθησας; (365) Ὅτι τῆς ἐπιγείου δόξης καταπεφρόνηκας; Ὅτι ταπεινός τῷ πνεύματι γέγονας; Ὅτι πάντα πωλήσας τοῖς πένησι δέδωκας; Ὅτι τήν σεαυτοῦ ψυχήν ἀπώλεσας ἤτοι τῷ κόσμῳ ἐνέκρωσας καί ἐν οὐδενί σαρκός θελήματι ταύτην εὕρηκας; Ἤ καί σύ, ὥσπερ πάλαι οἱ μαθηταί τοῦ Χριστοῦ, ἤκουσας παρ᾿ αὐτοῦ, ἐμφυσήσαντός σοι δηλονότι καί εἰπόντος· "Λάβε Πνεῦμα Ἅγιον! Ἄν τινων ἀφήσῃς τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατήσῃς, ἐπισχεθήσονται";
"Ἀλλά τῶν ἱερέων ἡ ἐξουσία" φησίν. Οἶδα κἀγώ· τοῦτο γάρ ἀληθές. Οὐ πάντων δέ καί τῶν ἁπλῶς ἱερέων, ἀλλά τῶν ἐν πνεύματι ταπεινώσεως ἱερουργούντων τό Εὐαγγέλιον καί ἐν ἀμέμπτῳ βίῳ πολιτευομένων, τῶν ἑαυτούς πρότερον τῷ Κυρίῳ παραστησάντων καί θυσίαν τελείαν, ἁγίαν, εὐάρεστον, τήν καθαράν αὐτῶν λατρείαν ἐν τῷ ναῷ τοῦ ἑαυτῶν σώματος ἔνδον πνευματικῶς ἐπιδειξαμένων καί προσδεχθέντων καί ἐμφανισθέντων εἰς τό ἄνω θυσιαστήριον καί παρά τοῦ ἀρχιερέως Χριστοῦ προσφορά τελεία τῷ Θεῷ καί Πατρί προσενεχθέντων καί δυνάμει Πνεύματος Ἁγίου μεταποιηθέντων καί ἀλλαγέντων καί εἰς Χριστόν, τόν δι᾿ ἡμᾶς ἀποθανόντα καί ἐν δόξῃ ἀναστάντα Θεότητος, μεταμορφωθέντων· τῶν ἐν ταπεινώσει τελείᾳ νυκτός καί ἡμέρας μετανοούντων καί πενθούντων καί μετά δακρύων οὐχ ὑπερ ἑαυτῶν μόνων δεομένων, ἀλλά καί (366) ὑπέρ τῆς ἐμπιστευθείσης αὐτοῖς ποίμνης καί ὑπέρ πασῶν τῶν ἐν τῷ κόσμῳ ἁγίων ἐκκλησιῶν τοῦ Θεοῦ· οὐ μόνον δέ, ἀλλά καί τῶν σφοδρῶς κλαιόντων ὑπέρ ἀλλοτρίων ἁμαρτημάτων ἐνώπιον τοῦ Θεοῦ, τῶν μηδέν πλέον τῆς ἀναγκαίας τροφῆς καταχρωμένων, μηδέ ἐν μηδενί θεραπείαν ἤ ἀπόλαυσιν ἐπιτηδευόντων τοῦ σώματος ἀλλά, καθώς γέγραπται, "πνεύματι περιπατούντων καί ἐπιθυμίαν μή ἐπιτελούντων σαρκός"· ἔτι δέ τῶν μήτε πτωχόν μήτε πλούσιον μήτε ἄρχοντα μήτε ἀρχόμενον μήτε αὐτόν ἐκεῖνον τόν τό διάδημα περικείμενον ἕνεκα τοῦ δικαίου καί τῆς ἐντολῆς τοῦ Θεοῦ προτιμωμένων, τῶν μή προφάσει ἐλέους ἤ δώρων δόσεως ἕνεκα ἤ φόβου ἤ ἀγάπης ἤ τινος ἑτέρου ὁρωμένου ἤ ἀοράτου πράγματος καταμαλακιζομένων καί παραβλεπόντων ἤ παραβαινόντων τήν ἐντολήν τοῦ ἐπί πάντων Θεοῦ.
Τῶν τοιούτων ἐστί τό δεσμεῖν καί λύειν καί ἱερουργεῖν καί διδάσκειν, οὐχί δέ τῶν ἐξ ἀνθρώπων τήν ψῆφον καί τήν χειροτονίαν μόνον λαμβανόντων· "οὐ γάρ ἀφ᾿ ἑαυτοῦ, φησί, τις τήν τιμήν λαμβάνει, ἀλλ᾿ ὁ ὑπό τοῦ Κυρίου καλούμενος". Οὐκ εἶπεν· ὁ ἐξ ἀνθρώπων τήν ψῆφον δεχόμενος, ἀλλ᾿ ὁ ἐκ Θεοῦ εἰς τοῦτο προορισθείς καί προχειρισθείς. Οἱ γάρ ἐξ ἀνθρώπων καί δι᾿ ἀνθρώπων
κλέπται εἰσί καί λησταί,
καθώς εἶπεν ὁ Κύριος· "Ἐγώ εἰμι ἡ θύρα. Πάντες ὅσοι ἦλθον καί ἔρχονται οὐ δι᾿ ἐμοῦ, ἀλλά ἀλλαχόθεν ἐπιβαίνοντες, κλέπται εἰσί καί λησταί".
(367) Μή οὖν πλανᾶσθε, ἀαδελφοί, ὁ ἐν σκότει διάγων ἔξω τῆς θύρας ἐστίν, ὁ δέ δοκῶν εἰσελθεῖν καί οὐ διά τοῦ φωτός εἰσελθών, ἔξω καί αὐτός τῆς μάνδρας ἐστίν. Εἰ γάρ φῶς τοῦ κόσμου καί θύρα ὁ Χριστός, φωτοειδής πάντως θύρα ἐστί καί οὐχί θύρα μόνον ἁπλῶς, καί ὁ ἐν ταύτῃ γεγονώς ἐν τῷ τοῦ κόσμου φωτί γέγονε. Φῶς δέ τοῦ κόσμου ἐστίν οὐχ ὡς αἰσθητῶς ὁρώμενος, ἀλλ᾿ ὡς νοερῶς θεωρούμενος. Ὁ γάρ αἰσθητός ἥλιος μόνον φωτίζει τά σωματικά ὄμματα οὐκ ἀνθρώπων ἀλλά καί ἀλόγων ζῴων, τετραπόδων ἅμα καί πετεινῶν· ὁ δέ νοητός ἥλιος, ὁ ἐν τῷ κόσμῳ ἐπιφανείς, ψυχάς λογικάς μόνον. Ἀλλ᾿ οὐδέ ταύτας ἀκρίτως πάσας καί ἀναξίως φωτίζειν οἶδεν· οὐ γάρ ἄψυχος ἤ, μᾶλλον εἰπεῖν, οὐκ ἄζωός ἐστιν, ὥσπερ οὐδέ δοῦλος ἤ κτίσμα εἰς ὑπηρεσίαν ἄλλων ταχθείς, καθά δή ὁ αἰσθητός οὗτος ἥλιος ἀνατέλλων ἐπί δικαίους καί ἀδίκους καί ἐπί πονηρούς ἅμα καί ἀγαθούς. Ἀλλ᾿ εἰ καί φῶς καλεῖται καί ἥλιος ὀνομάζεται, ἀλλά καί ὑπέρ φῶς ἅπαν καί ὑπέρ ἥλιον, ὡς φωτός καί ἡλίου ποιητής καί Δεσπότης, ὑπάρχει ζωή καί ζωοποιός, ἀλήθεια, δικαιοσύνη ἁγιασμός, ἁπλοῦς, ἀσύνθετος, ἀγαθός καί πᾶν ἀγαθόν καί ὑπέρ πᾶν ἀγαθόν. Ὡς οὖν ἀλήθεια καί ὤν καί καλούμενος, τοῖς ἀληθῶς ἐπιστρέφουσιν ἀλήθεια γίνεται· ὡς δέ δικαιοσύνη ὑπάρχων, τοῖς πᾶσαν ἀδικίαν μισήσασι δικαιοσύνη ἐστίν· ὡς ἁγιασμός , τοῖς ἐκπλυθεῖσι καί καθαρθεῖσι διά δακρύων· ὡς ἁπλοῦς, τοῖς μηδεμίαν πονηρίαν ἤ κακίαν ἔνδοθεν ἐπιφέρουσιν· ὡς ἀσύνθετος, (368) τοῖς μηδεμίαν διπλόην ἤ διψυχίαν ἤ δυσπιστίαν ψυχῆς ἔχουσιν· ὡς ἀγαθός, τοῖς τῆς μετανοίας πνευματικοῖς ἔργοις σωματικάς τινας ἤ βιωτικάς μερίμνας καί φροντίδας μή συνεπαγομένοις καί τούτοις ἀναμιγνύουσι καί ἀναφύρουσιν αὐτάς, ἀλλά γυμνοῖς τῇ γνώμῃ καί τῇ τῆς ψυχῆς προθέσει ἐν ἀκακίᾳ προσερχομένοις αὐτῷ, ὧν καί ἀποδεχόμενος τό ἀπερίεργον παντός ἀγαθοῦ συντόμως τούτους ἐμπλίπλησι καί τῶν ὑπέρ νοῦν καί ὑπέρ ἔννοιαν ἀγαθῶν κοινωνούς εὐθύς τῷ ἀποκαλυφθῆναι καί φανῆναι ἀποκαθίστησι.
να γιατί μισούν τον Μέγα Θεολόγο. Χαλάει τη στρωμένη δουλειά, αναιρεί την απροϋπόθετη εξουσία του ενδοκοσμικού ηγεμονικού ιερατείου.
Δημοσίευση σχολίου