Στις 28 Μαΐου του 1453, ο Κωνσταντίνος ΙΑ΄ Παλαιολόγος κάλεσε τους στρατιωτικούς άρχοντες και τον δήμο της Κωνσταντινουπόλεως σε μία στερνή συνέλευση. Είχε ήδη προηγηθεί η θρυλική απάντησή του στον σουλτάνο των τούρκων που πρότεινε παράδοση για αποτροπή των σφαγών: «τὸ δὲ τὴν πόλιν σοι δοῦναι, οὐτ’ ἐμόν ἐστιν οὐτ’ ἄλλου τῶν κατοικοῦντων ἐν ταύτῃ· κοινῇ γὰρ γνώμῃ πάντες αὐτοπροαιρέτως ἀποθανοῦμεν καὶ οὐ φεισόμεθα τῆς ζωῆς ἡμῶν». Τότε λοιπόν, εξεφώνησε στους «ἀπογόνους Ἑλλήνων καὶ Ῥωμαίων» έναν τελευταίο λόγο, τους ζήτησε να αγωνισθούν μέχρι θανάτου για την πίστη, την πατρίδα, τον βασιλέα, την οικογένεια και τους φίλους των. Όπως δήλωσε, ακόμη κι αν ο Θεός επιτρέψει στους βαρβάρους να νικήσουν, εξαιτίας των πολλών αμαρτιών του γένους, ποιο το όφελος για κάποιον να κερδίσει τον κόσμον όλον εάν έχει την ψυχή του χαμένη; Το μόνο σίγουρο είναι ότι η ψυχή του Κωνσταντίνου και των τελευταίων συναγωνιστών του δεν χάθηκε. Εξακολουθεί να φωταγωγεί αγέρωχα την ιστορία, την τιμή και το πεπρωμένο του γένους μας. Ακολουθεί μία άξια συνέχεια του παιάνος των Σαλαμινομάχων, ο λόγος του όπως τον διασώζει ο φίλος και συμπολεμιστής του Γεώργιος Σφραντζής (βλ. Γεωργίου Σφραντζῆ Χρονικὸν τῆς Ἀλώσεως Lib III. Cap VI, Imprensis Ed. Weberi, Βόννη 1838, σελ.271-280).
«Ὑμεῖς μὲν εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιῶται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε, ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρὸς τῆς πίστεως ἡμῶν βούλεται μετὰ πάσης μηχανῆς ἰσχυροτέρως καὶ τέχνης στενοχωρῆσαι ἡμᾶς καὶ ἐμβολὴν διὰ ξηρᾶς καὶ σύῤῤαξιν διὰ θαλάσσης μετὰ συμπλοκῆς μεγάλης δῶσαι ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὁ ὄφις τὸν ἰὸν ἐκχύσῃ· καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς βιάζεται. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς, ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς ἐξ ἀρχῆς ἄχρι τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς ἡμετέρας πίστεως. Παραδίδωμι δὲ ὑμῖν τὴν κλεινήν τε περίφημον καὶ εὐκλεῆ ταύτην μεγαλοπρεπεστάτην καὶ εὐγενῆ πόλιν τὴν ὄντως ἐκλαμπροτάτην καὶ βασιλεύουσαν τῶν πόλεων ἡμῶν πατρίδα.
Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι ἕνεκεν τινων τεσσάρων ὀφειλέται κοινῶς ἐσμεν πάντες, ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον μὲν ὑπὲρ τοῦ βασιλέως, ὡς Χριστὸν Κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν ὀφειλέται ἐσμὲν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ἡμεῖς ὑπὲρ πάντων τούτων, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ Θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἣν ὁ Χριστὸς τῷ οἰκείῷ αὐτοῦ αἱματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὂ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ ζημιωθῇ τὴν ψυχήν, τί τὸ ὄφελος; Δεύτερον, πατρίδα περίφημον τοιαύτην ὑστερούμεθα καὶ ἐλευθερίαν ἡμῶν. Τρίτον, τὴν πότε περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενημένην ἀπολλύωμεν βασιλείαν καὶ ὑπὸ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα.
Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς [σ.σ. εννοεί τον Μωάμεθ Β΄] πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον, ἀφ’ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισε καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ’ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς. Καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ Κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις αἰσχρῶς ἀπεπέμφθησαν. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μέροθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἐλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιορθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ Θεοῦ ἀναθέμεθα· οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις καὶ ἐν δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλεότητι, ἣν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις. Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾿ ἡμῶν μετὰ βαναύσου καὶ ἐπηρμένης ὀφρῦος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Τὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρῇ λέγειν περὶ τούτων. Καὶ ὥρα ὀλίγοι τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους, ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι, δι᾿ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαῖαν ἔχουσα μακρὰν ἔστω πάντοτε. Αἱ περικεφαλαίαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα, ἃ οἱ ἐνάντιοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται.
Διό, ὦ συστρατιῶται γίγνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ. Μιμηθῆτε τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πὼς τοσοῦτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν, καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε πόσον μᾶλλον ἡμεῖς ἡ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν ὡς ζῷα ἄλογα καὶ χείρονές εἰσιν. Οἱ πέλται ὑμῶν καὶ ῥομφαῖοι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ἡμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθεντῶν αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. Οἴδατε καλῶς, ὅτι ὁ δυσσεβὴς αὐτὸς ἀμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην, ἢν εἴχομεν, ἔλυσε καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ’ οὐδενὶς λογιζόμενος· καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ Στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ’ ἑκάστην ἡμέραν δύνηται ἡμᾶς βλάπτειν. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὗρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε, τὴν φιλίαν ἡμῶν ἔλυσε. Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε· καὶ αὐτοὶ χαίροντες οὐκ εἶδον καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἑψήνοντος τοὺς κοχλίους καὶ εἰπόντος ὦ ἀνόητα ζῶα καὶ τὰ ἑξῆς [σ.σ. αναφέρεται σε μύθο του Αισώπου]. Λοιπὸν, ἀδελφοί, ἐπεὶ ἡμᾶς πολιορκεῖ καὶ ἀπέκλεισε, καὶ καθ’ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων καὶ εὐκαιρίαν αἰτεῖ, πῶς καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ Μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἐκεῖνος καὶ τῇ πανάγνῳ τε καὶ ὑπεράγνῳ δεσποίνῃ ἡμῶν Θεοτόκῳ Μαρίᾳ ἀφιέρωσε καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων Ἑλλήνων, τὸ καύχημα τῶν ὑπὸ τὴν ἡλίου ἀνατολὴν ὄντων πάντων [...]»
Μετά την ομιλία, όπως γράφει ο Σφραντζής, ο Βασιλεύς εναγκαλίσθηκε με τους αδελφούς του, με Έλληνες, Ρωμαίους, Βενετούς, Γενουάτες, ενωτικούς, ανθενωτικούς, που ομού δήλωσαν έτοιμοι να θυσιασθούν για την πίστη και την πατρίδα. Τότε οι παριστάμενοι και σύμπας ο λαός άρχισαν να συρρέουν αυθόρμητα στην εδώ και μήνες εγκαταλελειμμένη Αγία Σοφία. Είχε παρέλθει ο καιρός της διχόνοιας. Ήσαν οι τελευταίες ώρες ελευθερίας και αξιοπρέπειας. Ο Βασιλεύς ζήτησε δημόσια συγγνώμη για τα ανομήματά του και προσήλθε στον ναό, όπου προσευχήθηκε μετά κλαυθμού και μετέλαβε για τελευταία φορά Σώμα και Αίμα Χριστού. Μόνον όσοι είχαν καρδιά από πέτρα δεν δάκρυσαν.
«Καὶ ταῦτα εἰπῶν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγμῶν τὸν Θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ καυθμοῦ λέγοντες, “Ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν”. Ἀκούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαριστήσας καὶ πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἀπηγγείλατο. Εἶτα πάλιν λέγει· “Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ἕτοιμοι ἔστε τῷ πρωΐ. Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ Θεοῦ ὑμῖν δωρηθείσῃ, καὶ συνεργούσης τῆς ἁγίας Τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρήσωσιν.”
Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαίοι καρδίαν ὡς λέοντες ἐποίησαν, καὶ ἀλλήλοις συγχωρηθέντες ᾔτουν εἶς τῷ ἑτέρῳ καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων τέκνων μνημονεύοντες οὔτε γυναικῶν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν ἵνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε, καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ τίς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίω; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι. Καὶ ἀναβὰς ἐφ’ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη, ἵνα τοὺς φύλακας διεγείρωμεν πρὸς τὸ φυλάττειν ἀγρύπνως. Ἦσαν δὲ πάντες ἐπὶ τείχεσι καὶ πύργοις τῇ νυκτὶ ἐκείνῃ.»
Εκείνη την νύκτα λοιπόν, της 28ης προς 29η Μαΐου, όλοι οι αμυνόμενοι πήραν την θέση τους στις επάλξεις των τειχών, όντες συνεπείς στο ραντεβού τους με την αιωνιότητα...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου