Κυριακή 2 Αυγούστου 2015

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

1.(t.) Α´. Τίς ὁ νοῦς τῆς ἱερουργίας ὅλης ὡς ἐν κεφαλαίῳ
 

(1.) Τῆς ἁγίας τελετῆς τῶν ἱερῶν μυστηρίων ἔργον μὲν
ἡ τῶν δώρων εἰς τὸ θεῖον σῶμα καὶ αἷμα μεταβολή· τέλος δέ,
τὸ τοὺς πιστοὺς ἁγιασθῆναι, δι᾿ αὐτῶν ἁμαρτιῶν ἄφεσιν, καὶ
βασιλείας οὐρανῶν κληρονομίαν, καὶ τὰ τοιαῦτα λαβόντας.
(2.) Παρασκευὴ δὲ καὶ συντέλεια πρὸς ἐκεῖνο τὸ ἔργον καὶ
τοῦτο τέλος, εὐχαί, ψαλμῳδίαι, καὶ ἱερῶν Γραφῶν ἀναγνώ-
σεις, καὶ πάντα ἁπλῶς τὰ πρὸ ἁγιασμοῦ τῶν δώρων καὶ
μετὰ τὸν ἁγιασμὸν ἱερῶς γινόμενα καὶ λεγόμενα. Εἰ γὰρ καὶ
προῖκα δίδωσιν ἡμῖν ὁ Θεὸς πάντα τὰ ἅγια, καὶ οὐδὲν αὐτῶν (5)
προεισφέρομεν, ἀλλ᾿ ἀτεχνῶς εἰσι χάριτες, ἀλλὰ τό γε
ἐπιτηδείους γενέσθαι πρὸς τὸ δέξασθαι αὐτὰ καὶ φυλάξαι ἐξ
ἀνάγκης ἀπαιτεῖ παρ᾿ ἡμῶν· καὶ οὐκ ἂν μεταδοίη τοῦ ἁγι-
ασμοῦ μὴ οὕτω διατεθεῖσιν. Οὕτω βαπτίζει, οὕτω χρίει,
οὕτως ἑστιᾷ, καὶ τῆς φρικτῆς μεταδίδωσι τραπέζης. @1 (10)
(3.) Καὶ τοῦτο ἐδήλωσεν ἐν τῇ τοῦ σπόρου παραβολῇ.
«Ἐξῆλθε γάρ, φησίν, ὁ σπείρων», οὐχ ἵνα ἀρόσῃ τὴν
χώραν, ἀλλ᾿ ἵνα «σπείρῃ», ὡς δὴ τῆς ἀρόσεως καὶ πάσης
παρασκευῆς παρ᾿ ἡμῶν ὀφειλομένης εἰσενεχθῆναι.
(4.) Ἐπεὶ τοίνυν οὕτως ἀναγκαῖον ἦν πρὸς τὴν τάξιν τῶν
μυστηρίων τὸ εὖ ἔχοντας ἀπαντῆσαι καὶ παρεσκευασμένους,
ἔδει καὶ τοῦτο ἐνεῖναι τῇ συντάξει τῆς ἱερᾶς τελετῆς, καὶ
ἔνεστι. Τοῦτο γὰρ δύναται ἡμῖν εὐχαί, ψαλμοί, καὶ εἴ τι
ἱερῶς ἐν αὐτῇ γίνεται καὶ λέγεται. Ἁγιάζουσι γὰρ ἡμᾶς καὶ (5)
διατιθέασι, τοῦτο μὲν πρὸς τὸ δέξασθαι καλῶς, τοῦτο δὲ
πρὸς τὸ συντηρῆσαι τὸν ἁγιασμὸν καὶ μεῖναι κατέχοντας.
(5.) Ἁγιάζουσι δὲ διχῶς, ἕνα μὲν τρόπον καθ᾿ ὃν ἀπ᾿ αὐτῶν
τῶν εὐχῶν ὠφελούμεθα καὶ τῶν ψαλμῶν καὶ τῶν ἀναγνώ-
σεων. Αἱ μὲν γὰρ εὐχαὶ πρὸς τὸν Θεὸν ἐπιστρέφουσι καὶ
ἁμαρτιῶν ἄφεσιν προξενοῦσιν, αἵ τε ψαλμωδίαι ὁμοίως αὐτὸν

ἁμαρτιῶν ἄφεσιν προξενοῦσιν, αἵ τε ψαλμωδίαι ὁμοίως αὐτὸν
ἡμῖν ἐξιλεοῦσι καὶ τὴν ἐκεῖθεν ἐπισπῶνται ῥοπήν. «Θῦσον (5)
γάρ, φησί, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἐξελοῦμαί σε καὶ
δοξάσεις με.» Αἱ δὲ τῶν ἱερῶν Γραφῶν ἀναγνώσεις τὴν τοῦ
Θεοῦ καταγγέλλουσαι χρηστότητα καὶ φιλανθρωπίαν, καὶ
αὖθις τὸ δίκαιον καὶ τὴν κρίσιν, τόν τε αὐτοῦ φόβον εἰς τὰς
ψυχὰς ἡμῶν ἐνιᾶσι καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀνάπτουσι καὶ (10)
οὕτω πρὸς τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ πολλὴν ἐμβάλλουσι
προθυμίαν. Ταῦτα δὲ πάντα καὶ τῷ ἱερεῖ καὶ τῷ λαῷ καλλίω
καὶ θειοτέραν ἐργαζόμενα τὴν ψυχήν, καὶ ἀμφοτέρους μὲν
πρὸς τὴν ὑποδοχὴν τῶν τιμίων δώρων καὶ συντήρησιν ἐπιτη-
δείους ποιοῦσιν, ὅπερ ἐστὶ τῆς ἱερουργίας τὸ τέλος· ἰδίως δὲ (15)
τὸν ἱερέα πρὸς τὸ τελέσαι τὴν θυσίαν ἀξίως ἔχειν παρασκευά-
ζουσιν, ὅπερ ἐστὶ τῆς μυσταγωγίας τὸ ἔργον, ὡς εἴρηται.
Τοῦτο δὲ αὐτὸ καὶ πολλαχοῦ τῶν εὐχῶν κεῖται καὶ εὔχεται
ὁ ἱερεὺς μὴ ἀνάξιος ὀφθῆναι τοῦ προκειμένου, ἀλλὰ καθαραῖς @1
χερσὶ καὶ ψυχῇ καὶ γλώττῃ τῷ μυστηρίῳ διακονῆσαι, καὶ (20)
οὕτω μὲν ἀπ᾿ αὐτῆς τῆς δυνάμεως τῶν ῥημάτων, τῶν λεγο-
μένων καὶ ᾀδομένων πρὸς τὴν τελετὴν ὠφελούμεθα.
(6.) Ἕτερον δὲ τρόπον ἀπὸ τούτων καὶ ἔτι πάντων τῶν
ἐν τῇ ἱερουργίᾳ τελουμένων ἁγιαζόμεθα, καθ᾿ ὃν ἐν αὐτοῖς
ὁρῶμεν τὸν Χριστὸν τυπούμενον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ
ἔργα καὶ πάθη· καὶ γὰρ ἐν τοῖς ψαλμοῖς καὶ ταῖς ἀναγνώσεσι
καὶ πᾶσι τοῖς ὑπὸ τοῦ ἱερέως διὰ πάσης τῆς τελετῆς πραττο- (5)
μένοις, ἡ οἰκονομία τοῦ Σωτῆρος σημαίνεται, τὰ μὲν πρῶτα
αὐτῆς, τῶν πρώτων τῆς ἱερουργίας δηλούντων, τῶν δὲ
δευτέρων, τὰ δεύτερα, τῶν δὲ τελευταίων, τὰ μετ᾿ ἐκεῖνα.
Καὶ ἔξεστι τοῖς ταῦτα ὁρῶσι πάντα ἐκεῖνα πρὸ τῶν ὀφθαλμῶν
ἔχειν· ὁ μὲν γὰρ τῶν δώρων ἁγιασμός, αὐτὴ ἡ θυσία, «τὸν (10)
θάνατον αὐτοῦ καταγγέλλει» καὶ τὴν ἀνάστασιν καὶ τὴν
ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν

ἀνάληψιν, ὅτι τὰ τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν
μεταβάλλει σῶμα, τὸ ταῦτα πάντα δεξάμενον, τὸ σταυρωθέν,
τὸ ἀναστάν, τὸ εἰς τὸν οὐρανὸν ἀνεληλυθός· τὰ δὲ πρὸ τῆς
θυσίας, τὰ πρὸ τοῦ θανάτου, τὴν παρουσίαν, τὴν ἀνάδειξιν, (15)
τὴν τελείαν φανέρωσιν· τὰ δὲ μετὰ τὴν θυσίαν, «τὴν ἐπαγγε-
λίαν τοῦ Πατρός», ὡς αὐτὸς εἶπε, τὴν τοῦ ἁγίου Πνεύ-
ματος εἰς τοὺς ἀποστόλους κάθοδον, τὴν τῶν ἐθνῶν δι᾿
ἐκείνων ἐπιστροφήν τε καὶ κοινωνίαν. @1
(7.) Καὶ ἔστι ἡ πᾶσα μυσταγωγία καθάπερ τις εἰκὼν μία
ἑνὸς σώματος τῆς τοῦ Σωτῆρος πολιτείας, πάντα αὐτῆς τὰ
μέρη ἀπ᾿ ἀρχῆς ἄχρι τέλους κατὰ τὴν πρὸς ἄλληλα τάξιν καὶ
ἁρμονίαν ὑπ᾿ ὄψιν ἄγουσα.
(8.) Ὅθεν οἱ μὲν ψαλμοὶ ὡς ἂν ἐν προοιμίοις ᾀδόμενοι, καὶ
ἔτι πρὸ τούτων, τὰ ἐν τῇ προθέσει τῶν δώρων γινόμενα καὶ
λεγόμενα, τὸν πρῶτον καιρὸν τῆς τοῦ Χριστοῦ οἰκονομίας
σημαίνουσιν. Τὰ δὲ μετὰ τοὺς ψαλμούς, ἱερῶν Γραφῶν
ἀναγνώσεις καὶ τὰ ἄλλα, τὸν ἐφεξῆς. (5)
(9.) Εἰ γὰρ καὶ ἄλλη τις εἴρηται εἶναι χρεία τῶν ἀναγνώ-
σεων καὶ τῶν ψαλμῳδιῶν, παρειλῆφθαι γὰρ αὐτὰ ἵνα δηλονότι
πρὸς ἀρετὴν ἀλείψωσιν ἡμᾶς, ἵνα τὸν Θεὸν ἱλεώσωνται, ἀλλ᾿
οὐδὲν κωλύει καὶ τοῦτο κἀκεῖνο δύνασθαι, καὶ τὰ αὐτὰ τούς
τε πιστοὺς εἰς ἀρετὴν ἐνάγειν, καὶ τὴν τοῦ Χριστοῦ οἰκονομίαν (5)
σημαίνειν. Καθάπερ γὰρ τὰ ἱμάτια πληροῦσι μὲν τὴν χρείαν
τῆς ἐνδύσεως καὶ καλύπτουσι τὸ σῶμα, τῷδε τοιάδε εἶναι
ἢ τοιάδε καὶ ἐπιτηδεύματα ἐνίοτε σημαίνουσι καὶ βίον καὶ
ἀξίωμα τῶν περικειμένων· οὕτω γὰρ ἐπὶ τούτων ἔχει. Ὅτι
μὲν γὰρ θεῖαι Γραφαὶ καὶ θεόπνευστα ῥήματα καὶ ὕμνους (10)
τοῦ Θεοῦ περιέχουσι καὶ εἰς ἀρετὴν προτρέπονται, τοὺς
ἀναγινώσκοντας καὶ ᾄδοντας ἁγιάζουσιν. Ὅτι δὲ τοιαῦτα
ἐξελέγησαν καὶ οὕτως ἐτάχθησαν, καὶ τὴν ἄλλην δύναμιν
ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ ἐπιδη-

ἔχουσι καὶ ἀρκοῦσι πρὸς σημασίαν τῆς τοῦ Χριστοῦ ἐπιδη-
μίας καὶ πολιτείας. Ἐπεὶ οὐ μόνον τὰ ᾀδόμενα καὶ ἀναγι- (15)
νωσκόμενα, ἀλλὰ καὶ τὰ τελούμενα τοῦτον ἔχει τὸν τρόπον·
καὶ γίνεται μὲν ἕκαστον τῆς χρείας ἕνεκα τῆς ἐπισταμένης,
σημαίνει δὲ καί τι τῶν τοῦ Χριστοῦ ἔργων ἢ πράξεων ἢ
παθῶν· οἷόν ἐστι ἡ εἰς τὸ θυσιαστήριον εἰσαγωγὴ τοῦ ἁγίου
Εὐαγγελίου, ἡ εἰσαγωγὴ τῶν τιμίων δώρων. Γίνεται μὲν γὰρ (20)
κατὰ χρείαν ἑκάτερον· ἡ μὲν ἵνα τὸ Εὐαγγέλιον ἀναγνωσθῇ, @1
ἡ δὲ ἵνα ἡ θυσία τελεσθῇ. Σημαίνουσι δὲ ἀμφότεραι τὴν τοῦ
Σωτῆρος ἀνάδειξιν καὶ φανέρωσιν, ἡ μὲν ἀρχομένου φανε-
ροῦσθαι τὴν ἀμυδρὰν ἔτι καὶ ἀτελῆ, ἡ δὲ τὴν τελεωτάτην καὶ
τελευταίαν. Εἰσὶ δὲ καὶ τῶν ἐνταῦθα τελουμένων ἔνια χρείαν (25)
μὲν οὐδεμίαν πληροῦντα, σημασίας δέ τινος ἕνεκα μόνον
τελούμενα, ὡς ἡ τοῦ ἄρτου κέντησις καὶ ἡ ἐν αὐτῷ γραφὴ
τοῦ σταυροῦ· καὶ τὸ αὐτὸν τὸν κεντοῦντα σίδηρον ἐν εἴδει
λόγχης εἶναι πεποιημένον, καὶ τὸ τελευταῖον ἡ εἰς τὰ ἅγια
ἐμβολὴ τοῦ θερμοῦ ὕδατος. (30)
(10.) Καὶ ἐν τοῖς ἄλλοις δὲ μυστηρίοις πολλὰ τοιαῦτα ἂν
εὕροις, ὥσπερ ἐν τῷ βαπτίσματι τοὺς βαπτίζεσθαι μέλλοντας
ὑπολύεσθαι δεῖ καὶ ἀποδύεσθαι καὶ εἰς τὰς δυσμὰς βλέποντας
τὰς χεῖρας ἀποτείνειν καὶ ἐμφυσᾶν. Ἀλλὰ ταῦτα μὲν ἐκεῖ
τὸ τοῦ πονηροῦ διδάσκουσι μῖσος ὅσον ἐν ἡμῖν εἶναι δεῖ, καὶ (5)
ὅπως ἀνάγκη αὐτὸν ἐκτρέπεσθαι τὸν μέλλοντα Χριστιανὸν
ἀληθινὸν εἶναι· καὶ εἴ τι ἄλλο τοιοῦτον ἐν τοῖς μυστηρίοις,
ἄλλην ἂν ἔχοι σημασίαν.
(11.) Τὰ δὲ ἐν τῇ τελετῇ τῶν δώρων γινόμενα εἰς τὴν τοῦ
Σωτῆρος οἰκονομίαν ἀναφέρεται πάντα, ἵνα ἡμῖν ἡ αὐτῆς
θεωρία πρὸ τῶν ὀφθαλμῶν οὖσα τὰς ψυχὰς ἁγιάζῃ καὶ οὕτως
ἐπιτήδειοι γινώμεθα πρὸς τὴν ὑποδοχὴν τῶν ἱερῶν δώρων.
Καθάπερ γὰρ γενομένη τότε τὴν οἰκουμένην ἀνέστησεν, (5)
οὕτως ἀεὶ θεωρουμένη καλλίω τοῖς θεωροῦσιν αὐτὴν καὶ

οὕτως ἀεὶ θεωρουμένη καλλίω τοῖς θεωροῦσιν αὐτὴν καὶ
θειωτέραν ἐργάζεται τὴν ψυχήν· μᾶλλον δὲ οὐδὲ τότε ἂν
ὠφέλησεν οὐδὲν μὴ θεωρηθεῖσα, μὴ πιστευθεῖσα. Καὶ @1
τούτου χάριν ἐκηρύχθη καὶ πρὸς τὸ πιστευθῆναι μυρία ὁ
Θεὸς ἐμηχανήσατο· ὡς οὐ δυναμένην τὰ ἑαυτῆς ποιεῖν καὶ (10)
σῴζειν ἀνθρώπους, εἰ γενομένη τοὺς σῴζεσθαι μέλλοντας
ὑπ᾿ αὐτῆς ἐλάνθανεν. Ἀλλὰ τότε μὲν κηρυττομένη τὴν περὶ
Χριστὸν αἰδῶ καὶ τὴν πίστιν καὶ τὴν ἀγάπην ἐν ταῖς τῶν
ἀγνωμόνων ψυχαῖς μὴ οὔσας ἐδημιούργει· νῦν δὲ ὑπὸ τῶν
ἤδη πεπιστευκότων φιλοπόνως θεωρουμένη τὰ μακάρια (15)
ταῦτα πάθη οὐκ ἐντίθησι μὲν αὐτοῖς, ἐγκείμενα δὲ συντηρεῖ
καὶ ἀνακαινίζει καὶ αὔξει· καὶ βεβαιοτέρους μὲν περὶ τὴν
πίστιν, θερμοτέρους δὲ περὶ τὴν εὐλάβειαν καὶ τὴν ἀγάπην
αὐτοὺς ἐργάζεται. Ἃ γὰρ μὴ ὄντα γενέσθαι ἐποίησε, ταῦτα
πολλῷ ῥᾷον φυλάξαι καὶ συντηρῆσαι καὶ ἀνανεῶσαι δύναιτ᾿ ἄν· (20)
ἀλλὰ ταῦτά ἐστι μεθ᾿ ὧν ἀνάγκη προσιέναι τοῖς ἱεροῖς, καὶ ὧν
χωρὶς καὶ τὸ βλέπειν ἐκεῖ παντελῶς ἀνόσιον, εὐλάβεια,
πίστις, ἀγάπη πρὸς τὸν Θεὸν πολὺ τὸ θερμὸν ἔχουσα.
(12.) Διὰ τοῦτο ἐχρὴν τὴν ταῦτα ἡμῖν ἐνθεῖναι δυναμένην
θεωρίαν ἐν τῇ συντάξει τῆς ἱερουργίας σημαίνεσθαι, ἵνα μὴ
τῷ νῷ λογιζώμεθα μόνον, ἀλλὰ καὶ βλέπωμεν τοῖς ὀφθαλμοῖς
τρόπον δή τινα τὴν πολλὴν τοῦ πλουσίου πενίαν, τὴν ἐπιδη-
μίαν τοῦ πάντα τόπον κατέχοντος, τὰ ὀνείδη τοῦ εὐλογημένου, (5)
τὰ πάθη τοῦ ἀπαθοῦς, ὅσον μισηθείς, ὅσον ἠγάπησεν· ἡλίκος
ὤν, ὅσον ἐταπείνωσεν ἑαυτόν· καὶ τί παθὼν καὶ τί δράσας,
ταύτην ἡτοίμασεν ἐνώπιον ἡμῶν τὴν τράπεζαν· καὶ οὕτω
θαυμάσαντες τὴν καινότητα τῆς σωτηρίας, ἐκπλαγέντες τὸ
πλῆθος τῶν οἰκτιρμῶν, αἰδεσθῶμεν τὸν οὕτως ἐλεήσαντα, τὸν (10)
οὕτω σώσαντα καὶ πιστεύσωμεν αὐτῷ τὰς ψυχάς, καὶ παρα-
θώμεθα τὴν ζωήν, καὶ φλέξωμεν τὰς καρδίας τῷ πυρὶ τῆς @1
ἀγάπης αὐτοῦ· καὶ τοιοῦτοι γενόμενοι, τῷ πυρὶ τῶν μυστηρίων

ἀγάπης αὐτοῦ· καὶ τοιοῦτοι γενόμενοι, τῷ πυρὶ τῶν μυστηρίων
ὁμιλήσωμεν ἀσφαλῶς καὶ οἰκείως.
(13.) Οὐ γὰρ ἀρκεῖ πρὸς τὸ τοιούτους γενέσθαι τότε τὸ
μαθεῖν ποτε τὰ Χριστοῦ καὶ εἰδότας εἶναι· ἀλλ᾿ ἀνάγκη καὶ
τηνικαῦτα τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχειν ἐκεῖ καὶ θεωρεῖν
αὐτά, ἐνεργείᾳ πάντα λογισμὸν ἕτερον ἐκβαλόντας, εἴ γε
μέλλοιμεν πρὸς τὸν ἁγιασμὸν ἐκεῖνον ἐπιτηδείαν ἥνπερ ἔφην (5)
ἐργάσασθαι τὴν ψυχήν. Εἰ γὰρ τὸν μὲν λόγον ἔχομεν τῆς
εὐσεβείας, ὥστ᾿ ἐρωτηθέντες αὐτὸν ὑγιῶς ἂν ἀποκριθῆναι,
ἐπειδὰν δὲ μυεῖσθαι δέῃ, μὴ θεωρῶμεν ἅπαντα καλῶς, ἀλλὰ
τὸν νοῦν ἄλλοις προσέχωμεν, οὐδὲν ἡμῖν ὄφελος τῆς γνώσεώς
ἐστιν ἐκείνης· οὐ γὰρ δύναταί τι τῶν εἰρημένων ἡμῖν ἐνθεῖναι (10)
παθῶν. Πρὸς γὰρ τοὺς τότε κατέχοντας λογισμοὺς διατιθέ-
μεθα, καὶ τοιαῦτα πάθη πάσχομεν οἷα δρᾶν ἐκεῖνοι δύνανται.
(14.) Τούτου χάριν ὁ τοιοῦτος ἐπενοήθη τύπος, τοῦτο μὲν οὐ
λόγοις μόνον σημαίνων, ἀλλὰ καὶ ὑπ᾿ ὄψιν ἄγων ἅπαντα,
τοῦτο δὲ διὰ πάσης τῆς ἱερουργίας φαινόμενος, ἵν᾿ ἐκείνῳ μὲν
εἰς τὰς ψυχὰς εὐκολώτερον δράσῃ, καὶ οὐ θεωρία ψιλὴ μόνον,
ἀλλὰ καὶ πάθος ἡμῖν ἐντεθῇ, ὡς ἂν τῆς φαντασίας διὰ τῶν (5)
ὀφθαλμῶν ἐναργέστερον ἡμῖν τυπουμένης· ἐκείνῳ δὲ μὴ δῷ
τῇ λήθῃ χώραν, μηδ᾿ ἐάσῃ πρὸς ἄλλο τι τρέψαι τὸν λογισμόν,
ἕως ἐπ᾿ αὐτὴν ἀγάγοι τὴν τράπεζαν, καὶ οὕτω γέμοντες τῶν
ἐννοιῶν τούτων, καὶ τὴν μνήμην ἀκμάζουσαν ἔχοντες, τῶν
ἱερῶν μεταλάβωμεν μυστηρίων, ἁγιασμὸν ἐπεισάγοντες (10)
ἁγιασμῷ, τῷ τῶν θεωριῶν τὸν τῆς τελετῆς, καὶ «μετα-
μορφούμενοι ἀπὸ δόξης εἰς δόξαν» τὴν ἁπασῶν μεγίστην
ἀπὸ τῆς ἐλάττονος. @1
(15.) Καὶ οὗτος μὲν ὁ νοῦς τῆς ὅλης ἱερουργίας ὡς ἐν
κεφαλαίῳ· ἑξῆς δὲ ἄνωθεν αὐτὴν θεωρητέον, ὡς οἷόν τε,
κατὰ μέρος. Πρῶτον μὲν τὰς προτελείους εὐχάς, καὶ ἱερολο-
γίας, καὶ ᾠδὰς ἱεράς, καὶ ἀναγνώσεις, ἔπειτα τὸ ἔργον αὐτὸ

γίας, καὶ ᾠδὰς ἱεράς, καὶ ἀναγνώσεις, ἔπειτα τὸ ἔργον αὐτὸ
τὸ ἱερόν, αὐτὴν τὴν θυσίαν· μετὰ δὲ τοῦτο τὸν ἁγιασμόν, ὃν (5)
δι᾿ αὐτῆς ἁγιάζονται Χριστιανῶν ψυχαὶ καὶ ζώντων καὶ
τεθνηκότων· ἔτι δὲ τὰς ἐπὶ τούτοις τοῦ λαοῦ καὶ τοῦ ἱερέως
πρὸς θεὸν ᾠδὰς καὶ εὐχάς, εἴ τι τούτων ἐπισκέψεως καὶ
θεωρίας δεῖταί τινος. Πρὸ δὲ πάντων καὶ ἐν πᾶσιν τὴν
διὰ πάσης τῆς τελετῆς φαινομένην τοῦ Σωτῆρος οἰκονομίαν· (10)
τί τῶν ἐκείνης διὰ τίνος τῶν ἐν τῇ ἱερουργίᾳ τελουμένων
σημαίνεται.


Συνεχίζεται

Δεν υπάρχουν σχόλια: