Τετάρτη 12 Αυγούστου 2015

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετού

24.
(t.) ΚΔ´. Περὶ τῆς εἰς τὸ θυσιαστήριον εἰσαγωγῆς
τῶν τιμίων δώρων
(1.) Ὁ δὲ ἱερεὺς βοῇ τὸν Θεὸν δοξολογήσας ἔρχεται ἐπὶ τὰ
δῶρα καὶ ἀνελόμενος ἐπὶ τῆς κεφαλῆς μάλα κοσμίως ἔξεισι·
καὶ οὕτως αὐτὰ κομίζων, ἐπὶ τὸ θυσιαστήριον εἰσάγει,
περιάγων ἐπίτηδες ἐν τῷ ναῷ διὰ τοῦ πλήθους σχολῇ καὶ
βάδην. Καὶ αὐτοὶ ᾄδουσι καὶ προσπίπτουσιν αὐτῷ σὺν αἰδοῖ (5)
πάσῃ καὶ εὐλαβείᾳ, δεόμενοι μνήμης παρ᾿ αὐτῷ τυχεῖν, ἐν τῇ
τῶν δώρων προσαγωγῇ.
Καὶ αὐτὸς χωρεῖ πεμπόμενος ὑπὸ
λαμπάσι καὶ θυμιάσμασι· καὶ οὕτως ἔχων τὸ θυσιαστήριον
εἰσέρχεται.
(2.) Ταῦτα δὲ γίνεται μὲν κατὰ χρείαν· ἔδει γὰρ ἐνεχθῆναι
καὶ τῷ θυσιαστηρίῳ ἀποτεθῆναι τὰ θύεσθαι μέλλοντα δῶρα,
καὶ τοῦτο σεμνῶς ὡς ἔξεστι καὶ κοσμίως. Οὕτω γὰρ εἰσήγοντο
τὰ δῶρα τοῦ Θεοῦ· ἐπεὶ καὶ οἱ βασιλεῖς, δῶρα προσάγειν
τῷ Θεῷ δεῆσαν αὐτοῖς, οὐκ ἄλλοις τὸ πρᾶγμα ἐπέτρεπον, (5)
ἀλλ᾿ αὐτοὶ δι᾿ ἑαυτῶν κομίζοντες εἰσῆγον αὐτὰ ἐστεφα-
νωμένοι.
(3.) Δύναται δὲ αὐτὰ καὶ σημασίαν ἔχειν τῆς ἐσχάτης τοῦ
Χριστοῦ ἀναδείξεως, καθ᾿ ἣν μάλιστα τὴν βασκανίαν τῶν
Ἑβραίων ἀνῆψεν, ἡνίκα καὶ ὁδὸν ἐστείλατο τὴν ἀπὸ τῆς @1
πατρίδος ἐπὶ τὴν Ἱερουσαλήμ, ἐν ᾗ θύεσθαι ἔδει· ὅτε καὶ
ὀχούμενος εἰσῄει τὴν πόλιν, ὑπὸ πολλῶν παραπεμπόμενος (5)
καὶ ὑμνούμενος.
(4.) Δεῖ δὲ καὶ προσπίπτειν τηνικαῦτα τῷ ἱερεῖ καὶ δεῖσθαι,
ἵνα ἡμῶν ἐν ταῖς εὐχαῖς ἐκείναις μνησθῇ. Ὅτι οὐκ ἔστιν ἄλλος
τρόπος ἱκεσίας οὕτω μεγάλα δυνάμενος καὶ βεβαίας παρεχό-
μενος ἡμῖν τὰς ἐλπίδας, ὥσπερ ὁ διὰ τῆς φρικώδους ταύτης
θυσίας, ἣ τὰς ἀσεβείας καὶ τὰς ἀνομίας τοῦ κόσμου ἐκαθά- (5)

θυσίας, ἣ τὰς ἀσεβείας καὶ τὰς ἀνομίας τοῦ κόσμου ἐκαθά- (5)
ρισε δωρεάν.
(5.) Εἰ δέ τινες τῶν προσπιπτόντων εἰσιόντι μετὰ τῶν δώρων
τῷ ἱερεῖ ὡς σῶμα Χριστοῦ καὶ αἷμα τὰ κομιζόμενα δῶρα
προσκυνοῦσι καὶ διαλέγονται, ἀπὸ τῆς εἰσόδου τῶν προηγιασ-
μένων δώρων ἠπατήθησαν, ἀγνοήσαντες τὴν διαφορὰν τῆς
ἱερουργίας ταύτης καὶ ἐκείνης. Αὕτη μὲν γὰρ ἐν ταύτῃ τῇ (5)
εἰσόδῳ ἄθυτα ἔχει τὰ δῶρα καὶ οὔπω τετελεσμένα, ἐκείνη δὲ
τέλεια, καὶ ἡγιασμένα, καὶ σῶμα καὶ αἷμα Χριστοῦ.

Καὶ ταῦτα μὲν οὕτως.
25.
(t.) ΚΕ´. Περὶ τῶν μετὰ τὴν εἰσαγωγὴν τῶν δώρων καὶ εὐχῶν
καὶ παραγγελίων πρὸς τὸ πλῆθος τοῦ ἱερέως
(1.) Ὁ δὲ ἱερεὺς τὰ μὲν δῶρα τίθησι ἐπὶ τῆς τραπέζης· αὐτὸς
δέ, ὡς ἤδη πρὸς τῇ τελετῇ γενόμενος καὶ μέλλων τῆς φρικτῆς @1
ἅπτεσθαι θυσίας, ἔτι ἑαυτὸν εὐτρεπίζει καὶ διὰ τῶν εὐχῶν
καθαίρει καὶ πρὸς τὴν ἱερουργίαν παρασκευάζει, καὶ οὐχ
ἑαυτὸν μόνον ἀλλὰ καὶ τὸ περιεστῶς πλῆθος καταρτίζει καὶ (5)
διατίθησι πρὸς τὴν χάριν εὐχῇ καὶ τῇ πρὸς ἀλλήλους ἀγάπῃ
καὶ τῇ ὁμολογίᾳ τῆς πίστεως. Ἐν τούτοις δὲ τὸ πᾶν τῆς
ἑτοιμασίας ἐστί, καθ᾿ ἣν ὁ Κύριος ἐκέλευσε λέγων· «Γίνεσθε
ἕτοιμοι.» Ἐνταῦθα γὰρ ἡ πίστις καὶ τὰ ἔργα· ἡ μὲν πίστις
διὰ τῆς ὁμολογίας φαινομένη, τὰ δὲ ἔργα διὰ τῆς ἀγάπης, ἥτις (10)
τέλος ἐστὶν ἔργου πάντος ἀγαθοῦ καὶ ἀρετῆς πάσης κεφάλαιον.
(2.) Ἀλλὰ ταῦτα μὲν μετ᾿ ὀλίγον. Πρὸ δὲ τούτων τοὺς
περιεστῶτας πιστοὺς εὔχεσθαι κελεύει ὑπὲρ ὧν εὔχεσθαι τότε
δεῖ. «Ὑπὲρ τῶν προτεθέντων δώρων, φησί, τοῦ Κυρίου
δεηθῶμεν.» Ὑπὲρ τοῦ προκειμένου τὸν Θεὸν ἱκετεύσωμεν,
ἵνα ἁγιασθῶσι τὰ δῶρα καὶ εἰς τέλος ἡμῖν ἡ ἐξ ἀρχῆς πρόθεσις (5)
ἔλθῃ. Εἶτα καὶ ἄλλα προσθείς, ὑπὲρ ὧν δεῖ τὸν Θεὸν ἱκετεύειν
καὶ τελευταῖον «παραθέσθαι τῷ Κυρίῳ» κελεύσας «ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωήν», εἶτα καὶ αὐτὸς τὸ τῆς

καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωήν», εἶτα καὶ αὐτὸς τὸ τῆς
εὐχῆς ἀκροτελεύτιον, ἣν ἐφ᾿ ἑαυτοῦ πρὸς τὸν Θεὸν ἐποιήσατο,
εἰς ἐπήκοον πάντων βοήσας κατὰ τὸ ἔθος καὶ δοξολογήσας, (10)
καὶ αὐτοὺς λαβὼν τῆς δοξολογίας κοινωνούς, μετὰ τοῦτο
εἰρήνην τὴν πρὸς ἀλλήλους καὶ εὔχεται πᾶσι καὶ παραινεῖ.
Εἰπὼν γάρ· «Εἰρήνη πᾶσιν», ἐπάγει· «Ἀγαπήσωμεν
ἀλλήλους.» Ἐπεὶ δὲ εὔχεσθαι ὑπὲρ ἀλλήλων ἐντολή ἐστιν
ἀποστολική, διὰ τοῦτο καὶ ὁ λαὸς εὔχεται αὐτῷ τὴν αὐτὴν (15)
εἰρήνην, λέγοντες· «Καὶ τῷ πνεύματί σου.» Ἐπεὶ δὲ τῇ πρὸς
ἀλλήλους ἡμῶν ἀγάπῃ καὶ ἡ πρὸς Θεὸν ἀγάπη ἀκολουθεῖ, τῇ
δὲ πρὸς Θεὸν ἀγάπῃ καὶ ἡ πρὸς αὐτὸν τελεία καὶ ζῶσα πίστις
ἕπεται, διὰ τοῦτο τὴν ἀγάπην εἰπὼν καὶ ἀγαπᾶν ἀλλήλους
παραινέσας εὐθὺς τὴν ὁμολογίαν ἐπάγει τῆς πίστεως· «Ἵνα @1 (20)
ἐν ὁμονοίᾳ, φησίν, ὁμολογήσωμεν.» Καὶ οἱ πιστοὶ βοῶσιν·
«Ὃν ὁμολογῆσαι δεῖ Θεόν, τὴν ἁγίαν Τριάδα.»
26.
(t.) ΚϚ´. Περὶ τῆς ὁμολογίας τῆς πίστεως, καὶ ὧν μετ᾿ αὐτὴν
ὁ ἱερεὺς τοῖς πιστοῖς παραινεῖ καὶ εὔχεται, καὶ ὧν ἐκεῖνοι
πρὸς αὐτὸν ἀποκρίνονται
(1.) Εἶτα ὁ ἱερεὺς ἔτι κελεύει πάντα ἀνειπεῖν ἃ περὶ Θεοῦ
μαθόντες πιστεύουσι, τὴν ἀληθινὴν σοφίαν περὶ ἧς φησὶν
ὁ Ἀπόστολος· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις», ἣν
σοφίαν ὁ κόσμος οὐκ ἔγνω, δηλονότι οἱ ἀπὸ τοῦ κόσμου σοφοὶ
καὶ τῆς ἀπὸ τῶν αἰσθητῶν γνώσεως μεῖζον καὶ ὑψηλότερον (5)
οὔτε εἰδότες,
οὔτε ὅλως εἶναι πιστεύοντες. Ἐν ταύτῃ τῇ
σοφίᾳ κελεύει πάσας ἀναπετάσαι τὰς θύρας, τὰ στόματα
ἡμῶν, τὰ ὦτα ἡμῶν.

(2.) Ἐν ταύτῃ, φησίν, ἀνοίξατε τῇ σοφίᾳ, ταῦτα διηνεκῶς καὶ
λέγοντες καὶ ἀκούοντες, καὶ τοῦτο οὐ ῥᾳθύμως, ἀλλὰ σπου-
δαίως ποιεῖτε καὶ προσέχοντες ὑμῖν αὐτοῖς. Καὶ αὐτοὶ πᾶσαν
ἀναβοῶσι τὴν ὁμολογίαν τὸ τῆς πίστεως σύμβολον. Εἶτα
ὁ ἱερεύς· «Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου.» Ἐπὶ τῆς (5)

ὁ ἱερεύς· «Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου.» Ἐπὶ τῆς (5)
ὁμολογίας, φησί, ταύτης στῶμεν, μὴ διὰ πιθανολογίαν αἱρε-
τικῶν σαλευώμεθα.
Στῶμεν μετὰ φόβου, ὅτι πολὺς ὁ κίνδυνος
τοῖς ἀμφιβολίαν τινὰ περὶ τῆς πίστεως ταύτης ἐν τῇ ψυχῇ @1
δεξαμένοις. Οὕτω δὲ βεβαίως ἑστώτων ἐν τῇ πίστει, φησί, καὶ
ἡ τῶν δώρων ἡμῶν πρὸς τὸν Θεὸν προσαγωγὴ κατὰ λόγον (10)
γινέσθω. Τί δὲ κατὰ λόγον; τὸ «Ἐν εἰρήνῃ». «Πρόσχωμεν,
φησί, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν»· μέμνησθε
γὰρ τῶν λόγων τοῦ Κυρίου· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου
ἐπὶ τὸ θυσιαστήριον καὶ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ,
διαλλάγηθι πρῶτον, εἶτα ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οἱ (15)
δὲ πιστοὶ ἀποκρίνονται· Προσφέρομεν, οὐ μόνον μετ᾿ εἰρήνης,
ἀλλὰ καὶ αὐτὴν τὴν εἰρήνην ἀντὶ δώρου καὶ θυσίας ἑτέρας.
Ἔλεον γὰρ προσφέρομεν τῷ εἰπόντι· «Ἔλεον θέλω, καὶ οὐ
θυσίαν.»
Ὁ δὲ ἔλεος γέννημά ἐστι τῆς βεβαίας καὶ καθαρᾶς
εἰρήνης. Ὅταν γὰρ τὴν ψυχὴν οὐδὲν ἐνοχλῇ πάθος, οὐδὲν (20)
κωλύει ἐλέου γέμειν αὐτήν· ἀλλὰ καὶ «θυσίαν αἰνέσεως».
(3.) Ταῦτα δὲ εἰπόντος, ὁ ἱερεὺς ὑπερεύχεται τὰ θειότατα
καὶ μέγιστα πάντων· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία
τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.»
Καὶ αὐτοὶ δὲ
τὰ αὐτὰ ὑπὲρ τοῦ ἱερέως εὐχόμενοι· «Καὶ μετὰ τοῦ πνεύματός (5)
σου» πρὸς αὐτὸν ἀποκρίνονται κατὰ τὴν εὔχεσθαι ὑπὲρ
ἀλλήλων κελεύουσαν ἐντολήν.
(4.) Ἡ δὲ εὐχὴ αὐτὴ εἴληπται μὲν ἀπὸ τῶν ἐπιστολῶν τοῦ
μακαρίου Παύλου. Προξενεῖ δὲ ἡμῖν τὰ ἀπὸ τῆς ἁγίας
Τριάδος ἀγαθά, «πᾶν δώρημα τέλειον», καὶ ταῦτα ἀφ᾿
ἑκάστης τῶν μακαρίων Ὑποστάσεων ἰδίῳ τινὶ ὀνόματι ὀνο-
μάζει· ἀπὸ μὲν τοῦ Υἱοῦ χάριν, ἀπὸ δὲ τοῦ Πατρὸς ἀγάπην, (5)
ἀπὸ δὲ τοῦ ἁγίου Πνεύματος κοινωνίαν. Ὅτι μὲν γὰρ ὁ Υἱὸς
μηδὲν εἰσενεγκοῦσιν ἀλλὰ καὶ ὀφείλουσιν ἔτι δίκας Σωτῆρα @1

μηδὲν εἰσενεγκοῦσιν ἀλλὰ καὶ ὀφείλουσιν ἔτι δίκας Σωτῆρα @1
παρέσχεν ἡμῖν ἑαυτόν· «Καὶ γὰρ ἀσεβῶν ὄντων ἔτι, φησίν,
ὑπὲρ ἡμῶν ἀπέθανε»· ἡ περὶ ἡμᾶς αὐτοῦ πρόνοια χάρις ἐστίν.

Ὅτι δὲ ὁ Πατὴρ διὰ τῶν τοῦ Υἱοῦ παθῶν διηλλάγη τῷ γένει (10)
τῶν ἀνθρώπων καὶ ἠγάπησε τοὺς ἐχθρούς, διὰ τοῦτο τὰ
ἐκείνου πρὸς ἡμᾶς ἀγάπη καλεῖται.
Ἐπεὶ δὲ τοῖς φιλιωθεῖσιν
ἐχθροῖς ἔδει κοινωνῆσαι τῶν ἰδίων ἀγαθῶν «τὸν πλούσιον ἐν
ἐλέει», τοῦτο ποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις
ἐπιδημῆσαν. Διὰ τοῦτο ἡ ἐκείνου πρὸς τοὺς ἀνθρώπους (15)
χρηστότης κοινωνία λέγεται.

(5.) Ἀλλ᾿ εἴποι τις ἃν ὅτι ταῦτα τὰ ἀγαθὰ τοῦ Σωτῆρος
ἐπιδημήσαντος πάντα τοῖς ἀνθρώποις ἐδόθη· τίς οὖν ἔτι χρεία
εὐχῆς περὶ τῶν ἤδη δοθέντων ἡμῖν; Πρόδηλον ἵνα ταῦτα
λαβόντες μὴ ἀπολέσωμεν· ἀλλὰ μείνωμεν ἔχοντες διὰ τέλους.

Διὰ τοῦτο οὐκ εἶπε· «Δοθείη πᾶσιν ὑμῖν», ὡς ἤδη δοθέντα, (5)
ἀλλά· «Εἴη μετὰ πάντων ὑμῶν.» Μὴ ἀποσταίη, φησίν,
ἀφ᾿ ὑμῶν ἡ δοθεῖσα χάρις.
(6.) Τοιαύτης δὲ αὐτοὺς ἀξιώσας εὐχῆς καὶ οὕτω τὰς ψυχὰς
ἀναστήσας ἀπὸ τῆς γῆς, αἴρει τὰ φρονήματα καὶ φησίν·
«Ἄνω σχῶμεν τὰς καρδίας», «τὰ ἄνω φρονῶμεν, μὴ τὰ
ἐπὶ γῆς»· καὶ αὐτοὶ δὲ συντίθενται καὶ φασὶν ἐκεῖ τὰς καρ-
δίας ἔχειν, «ὅπου ὁ θησαυρὸς ἡμῶν ἐστιν», οὗ ὁ Χριστός (5)
ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος· «Ἔχομεν πρὸς τὸν
Κύριον.»

Συνεχίζεται

Δεν υπάρχουν σχόλια: