Συνέχεια από: Πέμπτη 1η Φεβρουαρίου 2024
Απόδοσις ῾Οσίου Νικοδήμου ῾Αγιορείτου
[47.] Καὶ λοιπὸν ἔζη μίαν ζωήν, ὡσὰν εἰς τὸν παράδεισον· ἢ ἀληθέστερον εἰπεῖν, ὡσὰν μέσα εἰς τοὺς οὐρανούς, ἐπειδὴ τὰ ἅγια ἐκεῖνα τῶν ἁγίων ἦτον τύπος τῶν οὐρανῶν. ῎Εζη, λέγω, μίαν ζωὴν ἀφρόντιστον, ἀπερίσπαστον· λύπης ἀμέτοχον, ἀνωτέραν τῶν παθῶν καὶ ὑψηλοτέραν πάσης ὀδυνηρᾶς ἡδονῆς· ἔζη μόνῳ τῷ Θεῷ· ἐβλέπετο ἀπὸ μόνον τὸν Θεόν· ἐτηρεῖτο διὰ μόνον τὸν Θεόν, ὅστις ἔμελλε διὰ λόγου της νὰ ἑνωθῇ μὲ ἡμᾶς. Καὶ αὐτὴ ἀντιστρόφως, πρὸς Θεὸν μόνον ἔβλεπε, τὸν Θεὸν εἶχε μόνον τροφήν της, εἰς τὸν Θεὸν μόνον ἐπρόσεχε, καὶ εἰς τὸν Θεὸν μόνον ἦτον ἀφιερωμένη.
[48.] ῞Οταν δὲ ὁ λαὸς ἤρχετο εἰς τὸν ναόν, καὶ ἀνεγίνωσκαν ἔξω τὰς βίβλους τοῦ Μωϋσέως καὶ τῶν προφητῶν κάθε Σάββατον, ἤκουσεν ἔσωθεν ἡ Θεοτόκος μὲ σύνεσιν, καὶ ἐμάνθανεν ἀπὸ ἐκεῖ, πῶς ὁ ᾿Αδὰμ καὶ ἡ Εὔα καὶ οἱ λοιποὶ ἄνθρωποι ἔγιναν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· πῶς ἦτον εἰς τὸν παράδεισον· πῶς τοὺς ἔδωκεν ὁ Θεὸς ἐντολήν, καὶ διὰ τοῦτο ἐξωρίσθησαν ἀπὸ τὸν παράδεισον· πῶς ἔγιναν θνητοὶ καὶ ἔπεσαν εἰς τούτην τὴν κοπιαστικὴν ζωήν, ἢτις μὲ τὸν καιρὸν ὅσον, τόσον ἐπήγαινεν εἰς τὸ χειρότερον· καὶ τελευταῖον, πῶς τὸ κατ᾿ εἰκόνα Θεοῦ πλάσμα ἐχωρίσθη ἀπὸ τὸν Θεὸν καὶ ἡνώθη εἰς τοσούτων χρόνων διάστημα μὲ τὸν ἐχθρόν του διάβολον (φεῦ καὶ ἀλλοίμονον διὰ τὴν ἐδικήν μας ἀναισθησίαν, καὶ εἰς τὰ γήϊνα κλίσιν!) χωρὶς νὰ δυνηθῇ τινὰς νὰ ἐμποδίσῃ τὸ ἀνθρωποβλαβὲς αὐτὸ τρέξιμον εἰς τὸν ῞Αδην· ἐπειδή, λέγω, ταῦτα ἔμαθεν ἡ Θεοτόκος, ἐσπλαχνίσθη τὸ ἀνθρώπινον γένος, καὶ ἐζήτει νὰ εὕρῃ ἕνα ἰατρικὸν τοῦ τοιούτου μεγαλωτάτου κακοῦ. ῞Οθεν καὶ ἀπεφάσισε νὰ ἑνωθῇ τῷ Θεῷ μὲ ὅλον τὸν νοῦν της, καὶ οὕτῳ νὰ κάμῃ τὴν μεσιτείαν διὰ λόγου μας, καὶ νὰ βιάσῃ τὸν ἀβίαστον Θεόν, ὥστε νὰ τὸν τραβίσῃ εἰς ἡμᾶς τὸ ὀγληγορώτερον, διὰ νὰ καταργήσῃ αὐτὸς τὴν κατάραν, καὶ νὰ ἀντιχαρίσῃ τὴν εὐλογίαν, διὰ νὰ λάμψῃ τὸ ἄδυτον αὐτοῦ φῶς, νὰ ἑνώσῃ μὲ τὸν ἑαυτόν του τὸ πλάσμα του, καὶ νὰ ἰατρεύσῃ τὴν ἀσθένειάν του.
[49.] ᾿Αφοῦ δὲ τοιουτοτρόπως ἡ Παρθένος ἐσυλλογίσθη, καὶ διέταξε θαυμασίως εἰς τὸν ἑαυτόν της τὴν μεσιτείαν δι᾿ ὅλην τὴν ἀνθρωπίνην φύσιν, ἐζήτει πλέον μὲ ποῖον τρόπον νὰ συνομιλήσῃ μὲ τὸν Θεόν, πρὸς τὸν ὁποῖον ἐπῆγεν αὐτοχειροτόνητος ἢ μᾶλλον θεοπρόβλητος μεσίτης· ὅθεν ἠρεύνησεν ὅλας τὰς ἀρετὰς ὅσας ἀναφέρει ὁ νόμος, καὶ ὅσας ἀκόμη ἐφεῦρεν ἡ διάκρισις τῶν ἀνθρώπων· ἠρεύνησε κάθε εἶδος τῆς ὑψηλοτέρας ἐπιστήμης, ἤγουν τῆς μεταφυσικῆς, καὶ καθένα ἔστρεφεν εἰς τὸν νοῦν της ὡσὰν ἕνα ἐγκόλπιον καὶ ἐστοχάζετο ποῖον ἀπὸ τὰ εἰρημένα αὐτὰ εἶναι εἰς τὸν Θεὸν πλησιέστερον ὁποὺ ἔχει τὸν χαρακτῆρα ἐκ τοῦ Θεοῦ, ὁποὺ ἠμπορεῖ νὰ ἐξαλείφῃ ὅλας τὰς ὑλικὰς φαντασίας καὶ δύναται νὰ μορφώσῃ ἐκείνους ὁποὺ τὸ μεταχειρίζονται κατὰ τὴν θείαν ὁμοιότητα. ᾿Αλλ᾿ ἐπειδὴ καὶ δὲν εὕρισκε κανένα ἀπὸ αὐτὰ ὁποὺ νὰ βοηθῇ εἰς τοῦτο μὲ ἀκρίβειαν, κάμνει αὐτὴ ἕνα καινούργιον τρόπον καὶ ὑψηλότερον καὶ τελειότερον, τὸν ὁποῖον ἐφευρίσκει ἀπὸ λόγου της, καὶ ἐργάζεται, καὶ τὸν παραδίδει καὶ εἰς τοὺς μετὰ ταῦτα. ῎Ηγουν ἐπινοεῖ μίαν πρᾶξιν νοεράν, πλέον ὑψηλοτέραν ἀπὸ τὴν θεωρίαν τῶν παλαιῶν, καὶ μίαν θεωρίαν τόσον ὑψηλοτέραν ἀπὸ τὴν πολυθρύλητον θεωρίαν τῶν παλαιῶν, ὅσον διαφέρει καὶ εἶναι ὑψηλοτέρα ἡ ἀλήθεια ἀπὸ τὴν φαντασίαν.
[50.] Πλὴν ἐδῶ, παρακαλῶ, νὰ ἀκούετε μὲ προσοχὴν τοῦ μυστηρίου τὸ μεγαλεῖον, διότι ἔχω νὰ εἰπῶ λόγια τὰ ὁποῖα συμφέρουν μὲν εἰς κάθε χριστιανόν, ἐξαιρέτως δὲ εἰς ἡμᾶς τοὺς ἀποταξαμένους τῷ κόσμῳ μοναχούς· διὰ μέσου τῶν ὁποίων λόγων, ἠμπορεῖ τινὰς ἀπὸ ἐδῶ ἀκόμη νὰ γευθῇ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος· νὰ σταθῇ μετὰ τῶν ἀγγέλων καὶ νὰ ἔχῃ τὸ πολίτευμά του ἐν οὐρανοῖς, ἀνίσως καὶ ἀγαπᾷ νὰ μιμηθῇ τὴν ἀειπάρθενον νύμφην, τὴν ἐκ βρέφους ἀποταξαμένην τῷ κόσμῳ ὑπὲρ τοῦ κόσμου. Διότι τὸ μὲν πρακτικὸν μέρος τῆς ἀρετῆς, τὸ ὁποῖον ἐφευρέθη ἀπὸ τοὺς ἀνθρώπους πρωτύτερα ἀπὸ τὴν Παρθένον, εἰς τοῦτο μόνον κατεγίνετο, εἰς τὸ νὰ στολίζῃ τὰ ἤθη τῶν ἀνθρώπων καὶ νὰ οἰκοδομῇ πόλεις καὶ ὀσπήτια· τὸ δὲ θεωρητικὸν μέρος εἰς ταῦτα κατεγίνετο, εἰς τὸ νὰ ἐρευνᾷ τῆς φύσεως τοὺς λόγους, τῆς ψυχῆς, τῶν ἀΰλων οὐσιῶν τὸν ἀριθμὸν καὶ τῶν ἄλλων κτισμάτων.
Υποσημειώσεις
* Σημ. ἐκδ. ῾Η φράσις «ἐχειροτονήθη βασίλισσα τῶν οὐρανῶν» δὲν ἀποτελεῖ ἀκριβῆ ἀπόδοση τοῦ ἀρχαίου κειμένου. Πρόκειται περὶ ἐλευθέρας παραφράσεως, ἡ ὁποία δὲν πρέπει νὰ ἐκληφθῆ ὡς ὑπονοοῦσα ἀποδοχὴ τῆς σχετικῆς παπικῆς ἑορτῆς τῆς Στέψεως τῆς Παρθένου. ῾Η ἐν λόγῳ δυτικὴ κακοδοξία ἀποτελεῖ νεώτερο «μαριολογικὸ» ἐφεύρημα, σύμφωνα μὲ τὸ ὁποῖο ἡ ἀνάληψη τῆς
Θεοτόκου στοὺς οὐρανοὺς συνωδεύθηκε ἀπὸ τὴν τελετὴ τῆς ἀναρρήσεώς της ὡς βασιλίσσης τῶν οὐρανῶν καὶ τῆς ἀπενεμήθη ἀμέσως ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος τὸ ἀνάλογο στέμμα. Περιττὸ νὰ λεχθῆ ὅτι ὅλη αὐτὴ ἡ θεωρία εἶναι ἀπαράδεκτη μὲ τὰ ὀρθόδοξα περὶ Θεοτόκου κριτήρια.
ΟΠΩΣ ΘΑ ΔΙΑΚΡΙΝΟΥΜΕ ΚΑΛΥΤΕΡΑ ΣΤΗΝ ΣΥΝΕΧΕΙΑ Η ΑΣΚΗΤΙΚΗ ΤΗΣ ΕΡΗΜΟΥ, Η ΟΥΣΙΑ ΤΗΣ ΟΠΟΙΑΣ ΗΤΑΝ ΤΟ ΕΡΧΟΥ ΚΥΡΙΕ ΚΑΙ Η ΔΗΜΙΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ, ΠΟΥ ΚΑΤΕΣΤΗ ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ, ΑΝΗΚΟΥΝ ΣΤΗΝ ΙΔΙΑ ΟΥΣΙΑ, ΣΤΗΝ ΕΚΦΡΑΣΗ ΤΟΥ ΘΕΙΟΥ ΕΡΩΤΟΣ, ΕΡΧΟΥ ΚΥΡΙΕ, ΚΑΙ ΑΠΟΤΕΛΟΥΝ ΤΗΝ ΕΙΣΟΔΟ ΤΩΝ ΛΑΒΩΜΕΝΩΝ ΑΠΟ ΤΟΝ ΘΕΙΟ ΕΡΩΤΑ ΠΙΣΤΩΝ, ΣΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ, ΥΠΟ ΤΗΝ ΣΚΕΠΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ.
Το πρωτότυπο κείμενο
47. Καὶ τοίνυν ἔζη καθάπερ ἐν παραδείσῳ καὶ τῆς γῆς ἐξῃρημένῳ χωρίῳ, μᾶλλον δὲ καθάπερ ἐν ἐπουρανίοις αὐλαῖς, ἐπεὶ καὶ τούτων ἐπεποίητο τύπος τὰ ἄδυτα ἐκεῖνα. ῎Εζη τοίνυν ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον ἀνύουσα βίον, λύπης ἄμοιρον, παθῶν ἀγενῶν ἀμέτοχον, ἡδονῆς ταύτης τῆς οὐκ ἄνευ ὀδύνης ἀνώτερον, Θεῷ ζῶσα μόνῳ, Θεῷ βλεπομένη μόνῳ, Θεῷ τρεφομένη, Θεῷ τηρουμένη μόνῳ, δι᾿ αὐτῆς σκηνώσειν ἐν ἡμῖν μέλλοντι, πάντως δὲ καὶ αὕτη Θεὸν μόνον ὁρῶσα, Θεὸν ποιουμένη τρυφὴν οἰκείαν, Θεῷ διηνεκῶς προσανέχουσα.
48. ῾Ως δὲ καὶ τῶν Μωσῇ γεγραμμένων καὶ τῶν τοῖς ἄλλοις προφήταις ἐκπεφαμένων κατηκροᾶτο μετὰ συνέσεως ἀκροτάτης, τοῦ λαοῦ παντὸς ἔξωθεν ἑκάστου σαββάτου διεξιόντος καθ᾿ ἃ νενόμιστο, καὶ ᾿Αδὰμ καὶ τῆς Εὔας καὶ τῶν κατ᾿ αὐτοὺς ἁπάντων ἐπύθετο, τῆς ἐκ τοῦ μὴ ὄντος ἀγωγῆς, τῆς ἐν παραδείσῳ καταγωγῆς, τῆς κατ᾿ αὐτὸν ἐντολῆς, τῆς ἀπολουμένης ἐκ τοῦ πονηροῦ συμβουλῆς, τῆς ἀπ᾿ αὐτῆς κλοπῆς, τῆς δι᾿ αὐτὴν ἐκβολῆς ἐκεῖθεν καὶ τῆς ἀφθαρσίας ἀποβολῆς καὶ πρὸς τὸν πολυώδυνον τοῦτον βίον μεταβολῆς· καὶ τὸν ἐπάρατον ἑώρα βίον ἐκ διαδοχῆς τῷ χρόνῳ συνδιατείνοντα καὶ προσκτώμενον ἀεί τι χεῖρον, καὶ τὸ κατ᾿ εἰκόνα τοῦ Θεοῦ πλάσμα Θεοῦ τοῦ πλάσαντος ἀπαλλοτριούμενον καὶ τῷ συντρίψαντι κακομηχάνως ἐπὶ μᾶλλον ὅσα ἔτη προσοικειούμενον (φεῦ τοῦ καθ᾿ ἡμῶν τοῦ πονηροῦ κράτους καὶ τῆς ἀπλήστου μανίας! φεῦ τῆς ἡμετέρας ἀναλγησίας καὶ τῆς ἀνεπιστρόφου πρὸς τὴν γῆν νεύσεως!), μηδενὸς δυνηθέντος στῆσαι τὴν κοινὴν ταύτην ἀνθρωπόλεθρον ῥύμην, καὶ τὴν ἄσχετον τοῦ γένους πρὸς τὸν ᾅδην φοράν· ἐπεὶ ταῦθ᾿ ἡ θεόπαις Παρθένος ἤκουσέ τε καὶ συνεώρακεν, οἶκτον λαβοῦσα τοῦ κοινοῦ γένους καὶ σκοπουμένη φάρμακον εὑρέσθαι τοῦ τοσούτου πάθους ἀντίῤῥοπον, πρὸς Θεὸν εὐθὺς ὅλῳ νῷ τραπέσθαι διέγνω· καὶ τὴν ὑπὲρ ἡμῶν ἀναδεξαμένη πρεσβείαν, βιάσασθαι τὸν ἀβίαστον καὶ πρὸς ἡμᾶς ἐφελκύσασθαι τάχιον, ἵνα τὴν ἀρὰν αὐτὸς ἐκ μέσου ποιήσηται καὶ τὴν νομὴν στήσῃ τοῦ ψυχὰς φλέγοντος πυρὸς καὶ τοὺς ἀντιπάλους ἀσθενεστέρους ἐργάσηται καὶ τὴν εὐχὴν ἀντιδοίη καὶ τὸ ἄδυτον ἐπιλάμψειε φῶς καὶ ἑαυτῷ συνδήσῃ τὸ πλάσμα τὸ ἀσθενὲς ἐξιώμενος.
49. ᾿Αλλὰ γὰρ οὕτως ἡ κεχαριτωμένη διανοηθεῖσα Παρθένος ἑαυτῇ πρεπωδέστατα, τὴν ὑπὲρ τῆς φύσεως ἁπάσης πρεσβείαν ὡς θαυμασίως καὶ παντὸς λόγου κρεῖττον διέθετο· ζητοῦσα γὰρ ὅπως πιθανῶς καὶ γνησίως ὁμιλήσει Θεῷ, πρὸς ὃν αὐτοχειροτόνητος μᾶλλον δὲ θεοπρόβλητος ἀφίκετο πρέσβυς, καὶ πᾶσαν ἀρετῆς ἰδέαν φιλοκρινοῦσα καὶ τῶν εἰρημένων τῷ νόμῳ καὶ τῶν εὑρημένων τῷ λόγῳ καὶ τοῖς ἑκατέρῳ προσεσχηκόσι, καὶ τῶν ἐκ τῆς κορυφαίας ἐπιστήμης εἰδῶν ἕκαστον οἷον ἐκσφράγισμά τι περιστρέφουσα, καὶ σκοπουμένη τί Θεῷ οἰκειότατον, ὃ τὸν χαρακτῆρα ἐκεῖθεν ἔχον τοὺς χρωμένους πρὸς ἐκεῖνον οἶδε τυποῦν τὰς προσύλους ἀπαλεῖφον γραφάς, ἐπεὶ μηδὲν συνεώρα τῶν πρὸ ταύτης πεφηνότων ἀνθρώποις πρὸς τοῦτο τεῖνον ἐπ᾿ ἀκριβείας, καινοτομεῖ τὰ μείζω καὶ τελεώτατα, καὶ ἐξευρίσκει καὶ πράττει καὶ τοῖς ἔπειτα παραδίδωσι πρᾶξιν μὲν θεωρίας ὑψηλοτέραν, θεωρίαν δὲ τοσοῦτο διαφέρουσαν τῆς πρότερον θρυλουμένης, ὅσῳ φαντασίας ἀλήθεια.
50. ᾿Αλλὰ γὰρ συντεταμένως ἀκούοιτ᾿ ἂν τοῦ μυστηρίου τὸ μέγεθος· τὸν γὰρ συμφέροντα παντὶ μὲν τῷ Χριστωνύμῳ πληρώματι, μάλιστα δὲ τοῖς ἀποτασσομένοις τῷ κόσμῳ, λόγον ἐρῶ, δι᾿ οὗ γεύσαιτ᾿ ἄν τις τῶν μελλόντων ἐκείνων ἀγαθῶν καὶ μετὰ τῶν ἀγγέλων σταίη καὶ τὸ πολίτευμα ἐν οὐρανοῖς σχοίη, ζηλοῦν ἐθέλων πρὸς δύναμιν τὴν πρώτην καὶ μόνην ἀποταξαμένην ἐκ βρέφους ὑπὲρ κόσμου τῷ κόσμῳ ἀειπάρθενον νύμφην. Πᾶν γὰρ ἀρετῆς εἶδος, ὅσα πρὸ ταύτης εὕρηται καὶ κοινῇ τοῖς εἰρημένοις ἀνθρώποις εἰς τοὐμφανὲς παραδέδοται, ἤθη τε διεκόσμει, καὶ τὰ κατ᾿ οἴκους καὶ πόλεις εὖ διετίθετο, καὶ τούτοις ἐμπεριειλεῖτο περικλειόμενον τῆς ἀρετῆς τὸ πραττόμενον. Θἄτερον δ᾿ αὐτῆς μέρος, ὃ τῶν ἀπηριθμημένων ἀνώτερον, γνῶσις ἅπαν ἐστί, δι᾿ ἧς φύσεως ἐρευνώμεθα λόγους καὶ τοὺς τῆς ψυχῆς αὐτῆς, ὡς ἐφικτόν, θεωροῦμεν, καὶ τῶν τῆς ὕλης ἀχωρίστως χωριζομένων ἀναλογίας καὶ σχηματισμοὺς καὶ ποσότητας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου