Πέμπτη 1 Φεβρουαρίου 2024

(1) ῾Αγίου Γρηγορίου τοῦ Παλαμᾶ, ῾Ομιλία ΝΓʹ, Εἰς τὴν πρὸς τὰ ῞Αγια τῶν ῾Αγίων Εἴσοδον... (Μέρος Εʹ: §§ 41-45)

  ᾿Απόδοσις ῾Οσίου Νικοδήμου ῾Αγιορείτου


[41.] ῏Ω θειοτάτη Παρθένε, πῶς νὰ παραστήσω ὅλα σου τὰ χαρίσματα; πῶς νὰ πληρώσω τὸν πόθον τῆς ψυχῆς μου; πῶς νὰ σὲ δοξάσω τὸν τῆς δόξης θησαυρόν; καὶ μοναχὴ αὐτὴ ἡ ἐδική σου ἐνθύμησις ἁγιάζει ἐκεῖνον ὁποὺ τὴν ἐνθυμᾶται, καὶ ἡ πρὸς ἐσένα μοναχὴ νεῦσις καθαρώτερον κάμνει τὸν νοῦν, καὶ εἰς ὕψος θεϊκὸν τὸν ἀναβιβάζει. ᾿Απὸ ἐσένα καθαρίζεται τὸ ὀμμάτι τῆς διανοίας· ἀπὸ ἐσένα φωτίζεται τὸ πνεῦμα μὲ τὴν ἐπιδημία θείου Πνεύματος. ᾿Επειδὴ καὶ σὺ ἔγινες ταμιοῦχος τῶν χαρίτων, ὄχι διὰ νὰ τὰς κρατήσῃς εἰς τοῦ λόγου σου, ἀλλὰ διὰ νὰ γεμώσῃς τὸν κόσμον ἀπὸ τὴν ἐδικήν σου χάριν. Διατὶ ὁ ταμίας τῶν ἀκενώτων θησαυρῶν, ἔχει τὴν ἐπιστασίαν νὰ διαμοιράζῃ τοὺς θησαυροὺς καὶ ὄχι νὰ τοὺς κλείῃ· ἀλλὰ καὶ τίς ἡ χρεία νὰ κλείῃ τὸν θησαυρὸν ἐκεῖνον ὁποὺ ποτὲ δὲν ὀλιγοστεύει; Λοιπὸν μετάδος καὶ εἰς ἡμᾶς πλουσίως ἀπὸ τοὺς θησαυρούς σου, ὦ Δέσποινα· καὶ ἂν δὲν μποροῦμεν νὰ τοὺς χωρέσωμεν κάμε μας χωρητικωτέρους, καὶ οὕτως ἐπιμέτρησον τὴν χάριν σου. ᾿Επειδὴ καὶ σὺ μόνη δὲν ἔλαβες μὲ μέτρα τὰ χαρίσματα· πάντα γὰρ ἐδόθησαν εἰς τὸ χέρι σου.

[42.] Καὶ ταῦτα μὲν οὕτω. Νομίζω ὅμως πὼς πρέπει νὰ ἐπαναγυρίσω τὸν λόγον καὶ νὰ παρακύψω μέσα εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ ἀπὸ κεῖ μέσα ἂν ἠμπορέσω νὰ ἐβγάλω κανένα μυστηριῶδες νόημα, καὶ ἀφοῦ τὸ ὑμνήσω νὰ τὸ φανερώσω ἔξω καὶ νὰ τὸ διηγηθῶ· ὁ Θεὸς ἄς εἶναι βοηθός. Διατὶ ἡ φύσις τοῦ λόγου δὲν ἠμπορεῖ νὰ ἑρμηνεύσῃ τοιαῦτα μυστήρια πολλὰ καὶ μεγάλα, καὶ εἰς τὸ νὰ τὰ δηγηθῇ εἶναι παντελῶς ἀδύνατον. ᾿Ελᾶτε λοιπὸν ὅσοι εἶσθε ὑμνολόγοι τῆς ἀειπαρθένου· πρῶτον ἄς παρακαλέσωμεν αὐτὴν νὰ ἔλθῃ νὰ μᾶς βοηθήσῃ ἀοράτως ἀπὸ τὰ οὐράνια ἄδυτα, ὅπου τώρα εὑρίσκεται καὶ ἔπειτα ἄς ἔμβωμεν ὁμοῦ εἰς τὸν θάλαμον, ἄς εἰσέλθωμεν εἰς τὸν νυμφῶνα, ἄς ἰδοῦμεν τὰ ἅγια· ἐπειδὴ καὶ ὅλα τὰ οὐράνια καὶ ὅλα τὰ ἐπίγεια διὰ μέσου αὐτῆς μᾶς ἠνοίχθησαν.

[43.] ῎Ας ἰδοῦμεν πῶς ἐπάνω εἰς τοὺς παλαιοὺς τύπους βάλεται τὸ τέλος τῆς νέας χάριτος· καὶ ἐπάνω εἰς τὴν σκιαγραφίαν τῆς παλαιᾶς μορφώνεται ἡ ἀλήθεια
. Εἰσῆλθεν εἰς τὰ πρόσκαιρα ἅγια τῶν ἁγίων ἡ ἀκατάπαυστος ἁγία τῶν ἁγίων. Εἰσῆλθεν ἡ ἀχειροποίητος σκηνὴ τοῦ λόγου καὶ ἔμψυχος κιβωτὸς τοῦ ἐξ οὐρανοῦ τῆς ζωῆς ἄρτου εἰς τὸν τόπον ἐκεῖνον ὅπου ἦτον ἡ χειροποίητος κιβωτός, ἡ ἔχουσα τὸ ἐκ τῆς πρωϊνῆς δρόσου γινόμενον μάννα, τὸ ὁποῖον εἰς μὲν τοὺς ἀτελεῖς ὠνομάζετο ἄρτος ἀγγέλων, εἰς δὲ τοὺς προφητικοὺς τῷ πνεύματι ἦτον τύπος τῆς ἐν τῇ παρθένῳ μελλούσης ἀληθείας. Εἰσῆλθεν ἡ βίβλος τῆς ζωῆς ἡ δεχθεῖσα ὄχι τύπους λόγου, ἀλλ᾿ αὐτὸν τὸν τοῦ Πατρὸς Λόγον, μέσα εἰς τὸν τόπον ὅπου αἱ πλάκες τῆς διαθήκης αἱ ἔχουσαι χαραγμένον τύπον ἀψύχων λόγων· εἰσῆλθε τὸ ἀειθαλὲς φυτὸν ἀπὸ τὸ ὁποῖον ἐβλάστησε τὸ ἀκήρατον ἄνθος, εἰς τὸν τόπον ὅπου ἦτον ἡ ράβδος τοῦ ᾿Ααρών, ἡ προεικονίζουσα τὴν ἐκ παρθένου ἄσπορον γέννησιν.

[44.] ᾿Αλλὰ θέλετε εἰπῇ, ὁ ναὸς ἐκεῖνος ἦτον ἐστολισμένος ἀπὸ καθαρὸν χρυσίον, καὶ ἡ κιβωτὸς οὖσα μὲ αὐτὸ σκεπασμένη ἄστραπτε· καὶ τάχα καὶ τὸ κάλλος τῆς Παρθένου δὲν ἦτον ἀσυγκρίτως καθαρώτερον ἀπὸ τὸ χρυσάφι, τοῦ ὁποίου ἔγινεν ἐραστὴς καὶ αὐτὸς ὁ Θεός; ζητεῖτε ἀπόδειξιν τῶν λεγομένων; νάτε την· τὴν μὲν ἄψυχον ἐκείνην κιβωτὸν οἱ χρυσοὶ τύποι τῶν ἀγγέλων κύκλῳ ἐπεσκίαζον· τὴν δὲ ἔμψυχον ταύτην κιβωτόν, ὄχι τύποι, ἀλλ᾿ αὐτοὶ οἱ ἴδιοι ἄγγελοι περιεκύκλωναν. Καὶ οὐ μόνον τοῦτο, ἀλλ᾿ ὑπηρέτουν καὶ εἰς τὴν τροφήν της, ἡ ὁποία δὲν ἠξεύρει νὰ εἰπῇ τινὰς τί πρᾶγμα ἦτον. Τόσον μόνον λέγεται, ὅτι ἦτον ἀνωτέρα καὶ ἀπὸ τὸ μάννα ἐκεῖνο τὸ πολυθρύλητον καὶ ἀπὸ τὴν τροφὴν ὁποὺ ἐτρέφετο ὁ ᾿Ηλιοῦ. Διατὶ τὸ μὲν μάννα τὸ ἔβρεχεν ἄνωθεν ὁ δροσώδης ἀέρας κατὰ προσταγὴν Θεοῦ, καὶ διὰ τοῦτο ὁ Δαβὶδ ὠνόμασεν αὐτό, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, προφητεύοντας διὰ τοῦ μάννα τὴν οὐράνιον τροφὴν τῆς ἀειπαρθένου, τὴν ὁποίαν ὄχι ἀέρας, ἀλλ᾿ ἄγγελος ἔφερε καθ᾿ ἡμέραν ὡς συγγενῆ καὶ οἰκείαν εἰς τὴν ἀγγελικὴν φύσιν· ὥστε ὅσον διαφέρει ἄγγελος ἀπὸ τὸν ἀέρα, τόσο διέφερε καὶ ἡ τροφὴ ἐκείνη τῆς Θεοτόκου ἀπὸ τὸ μάννα. Πάλιν καθὼς τὸ μισότεκνον ζῶον ὁ κόραξ, ὁποὺ ἔφερνε τὴν τροφὴν εἰς τὸν ᾿Ηλίαν ἦτον σημεῖον, ὡς λέγεται, τῆς ἀσυμπαθοῦς γνώμης ὁποὺ εἶχε πρὸς τοὺς ὁμοφύλους.

[45.] Τοιουτοτρόπως εἶναι σημεῖον φανερὸν τῆς ἀγγελικῆς πολιτείας τῆς Παρθένου ὁ διακονητὴς αὐτῆς ἄγγελος, ὁ ὁποῖος ὑπηρετῶν αὐτήν, καὶ ὄχι ἐπισκιάζων, ἐφανέρωνε τὸ μέλλον αὐτῆς μεγαλεῖον. ᾿Επειδὴ τὴν Παρθένον αὐτήν, ὄχι ἄγγελος, ὄχι αὐτὰ τὰ Χερουβεὶμ ἢ τὰ Σεραφείμ, ἀλλ᾿ αὐτὴ ἡ τοῦ ῾Υψίστου [ἐνυπόστατος] δύναμις ἔμελλε νὰ ἐπισκιάσῃ. Καὶ τὸ μεγαλύτερον, ὄχι νὰ ἐπισκιάσῃ μὲ τὸ μέσον τοῦ γνόφου καὶ πυρὸς καθὼς εἰς τὸν Μωϋσῆν· ὄχι μὲ τὸ μέσον ἀνεμοστροβίλου καὶ νεφέλης καθὼς εἰς τὸν Ιώβ· ὄχι μὲ τὸ μέσον αὔρας λεπτῆς καθὼς εἰς τὸν ᾿Ηλίαν, ἀλλὰ ἀμέσως, καὶ χωρὶς κανένα παραπέτασμα νὰ ἐπισκιάσῃ τὴν παρθενικήν της κοιλίαν αὐτὴ ἡ τοῦ ῾Υψίστου δύναμις, χωρὶς νὰ εἶναι ἀνάμεσα εἰς τὸ ἐπισκιάζον καὶ ἐπισκιαζόμενον κανένα ἄλλο μέσον, οὔτε ἀήρ, οὔτε αἰθὴρ ἢ ἕτερον κανένα αἰσθητὸν ἢ νοητόν. Καὶ τοῦτο δὲν εἶναι πλέον μία ἁπλῆ ἐπισκίασις, ἀλλ᾿ εἶναι ἕνωσις ἄλλης τινὸς θεωρίας, θείας. ᾿Επειδὴ φυσικὰ κάθε πρᾶγμα ὁποὺ ἐπισκιάζει δίδει τὴν μορφήν του εἰς τὸ ἐπισκιαζόμενον· λοιπὸν ὄχι μονάχα ἕνωσις, ἀλλὰ καὶ μόρφωσις ἔγινεν εἰς τὴν κοιλίαν. ῞Οθεν ἐκεῖνο ὁποὺ συνεστήθη ἀπὸ τὴν ἐπισκιάσασαν δύναμιν τοῦ ῾Υψίστου καὶ ἀπὸ τὴν παναγίαν ἐκείνην κοιλίαν τῆς Παρθένου ἦτον λόγος Θεοῦ σεσαρκωμένος. ῎Ω τοῦ θαύματος! εἰς ποῖον βάθος μυστηρίου τὸν λόγον κατεβιβάσαμεν!

Το πρωτότυπο κείμενο


41. ῏Ω Παρθένε θεία, πῶς σου τὸ πᾶν ἐξείπω; Πῶς ἐκπλήσω τὸν πόθον; πῶς σε δοξάσω τὸν τῆς δόξης θησαυρόν; Σοῦ καὶ μνήμη μόνον ἡγίασε τὸν χρώμενον· πρὸς σὲ καὶ νεῦσις μόνον διαυγέστερον ἐποίησε τὸν νοῦν, πρὸς ὕψος εὐθὺς ἀναλαβοῦσα θεῖον· ἐν σοὶ τρανοῦται τὸ τῆς διανοίας ὄμμα· ἐν σοὶ καταλάμπεται τὸ πνεῦμα θείου Πνεύματος ἐπιδημίᾳ· ταμιοῦχος γὰρ ἐγένου καὶ περιοχὴ χαρίτων, οὐχ ἵν᾿ ἐν σεαυτῇ κατάσχῃς, ἀλλ᾿ ἵνα τὰ σύμπαντα πληρώσῃς χάριτος. ῾Ο γὰρ τῶν ἀκενώτων θησαυρῶν ταμίας τῆς διανομῆς ἕνεκεν ἐπιτροπεύει· τί γὰρ ἂν καὶ κατάκλειστον ποιήσειε τὸν ὄλβον μὴ μειούμενον; Μετάδος οὖν ἡμῖν πλουσίως, ὦ δέσποινα, κἂν μὴ χωρῶμεν, χωρητικωτέρους ἔργασαι, καὶ οὕτως ἐπιμέτρησον· σὺ γὰρ μόνη οὐκ ἐν μέτρῳ εἴληφας· πάντα γὰρ δέδοται ἐν τῇ χειρί σου.

42. Ταῦτα μὲν οὕτως εἴη. Χρὴ δ᾿, οἶμαι, μικρὸν ἐπαναγαγεῖν τὸν λόγον, εἶθ᾿ οὕτως ἐγχειρεῖν προάγειν, εἴ τι δυναίμην παρακύψας διϊδεῖν τῶν ἀδύτων καὶ προαγαγεῖν εἰς τὰ ἔξω καὶ ὑμνῆσαι καὶ διηγήσασθαι. Θεὸς δ᾿ αὖθις ἐπίκουρος εἴη· τὴν γὰρ τῶν λόγων φύσιν ἐπ᾿ ἀσθενοῦς ὀχούμεθα ῥώμης, πολλῶν ὄντων καὶ μεγάλων τῶν δυσχερῶν καὶ παντάπασιν ἀδυνάτων διελθεῖν, ἢν μὴ θεία τις ἄνωθεν προσῇ βοήθεια. Φέρε δὴ πάντες, ὅσοι θιασῶται τῆς ἀειπαρθένου νύμφης, αὐτὴν ἐκ τῶν οὐρανίων, οὗ νῦν ἐστιν ἀδύτων, ἐπαμύνειν τοῖς λόγοις συνευξάμενοι, ἴωμεν εἴσω τοῦ θαλάμου, συνεισέλθωμεν εἰς τὸν νυμφῶνα, κατοπτεύσωμεν τὰ ἄδυτα· πάντα γὰρ ἡμῖν δι᾿ αὐτῆς ἀνέῳκται, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω.

43. ῎Ιδωμεν οὖν, πῶς τοῖς τύποις τὸ τέλος ἐπιτίθεται, πῶς ἐπ᾿ αὐτῆς ἐκείνης τῆς σκιαγραφίας τελεσιουργεῖται ἡ μορφὴ τῆς ἀληθείας. Εἰσῆλθεν εἰς τὰ προσκαίρως τῶν ἁγίων ἅγια ἡ ἀκαταλήκτως ἁγία τῶν ἁγίων. Εἰσῆλθεν ἡ ἀχειροποίητος σκηνὴ τοῦ Λόγου, ἡ λογικὴ καὶ ἔμπνους κιβωτὸς τοῦ ὡς ἀληθῶς ἐξ οὐρανῶν ἡμῖν καταπεμφθέντος ἄρτου τῆς ζωῆς, οὗ ἡ χειροποίητος ἐκείνη κιβωτός, ἐν ᾗ στάμνος ἡ τὸ μάννα φέρουσα, σύστημα δρόσου πρωϊνῆς εἰς τρόφιμον εἶδος δημιουργικῇ καὶ θείᾳ νεύσει μεταποιουμένης· ὃ τοῖς μὲν ἀτελέστοις καὶ τῶν ὄντως θείων ἀμυήτοις ὡς ἄνωθεν φερόμενον ἀγγέλων ἄρτος ὠνομάζετο, τοῖς δὲ συνετοῖς τὰ θεῖα καὶ προβλεπτικοῖς τῷ θείῳ Πνεύματι ὡς τύπος ὢν τῆς ἐν τῇ Παρθένῳ ταύτῃ μελλούσης ἀληθείας. Εἰσῆλθεν ἡ βίβλος τῆς ζωῆς, ἡ μὴ τύπους λόγου, ἀλλ᾿ αὐτὸν τὸν τοῦ Πατρὸς Λόγον ἀποῤῥήτως δεξαμένη, οὗ αἱ πλάκες τῆς διαθήκης, αἷς τύπος ἄψυχος λόγου ἐγκεχάρακτο. Εἰσῆλθε τὸ ἀειθαλὲς φυτόν, ἐξ οὗ τὸ ἄνθος τὸ ἀκήρατον τὸ τὴν ἀφθαρσίαν χαρισάμενον ἡμῖν, οὗ ῥάβδος ᾿Ααρὼν ἡ τοῖς ἀνίκμου ἑαυτῆς βλαστήσασι προσημήνασα τὴν ἐκ τῆς Παρθένου γέννησιν ἀσπόρως.

44. ᾿Αλλὰ χρυσὸν εἶχεν ὁ ναὸς σχεδὸν ἅπας ἐνειργασμένον, καὶ χρυσὸν ἀκίβδηλον περιελήλατο τῇ ἀβεβήλῳ ἐκείνῃ κιβωτῷ, καὶ στίλβον εὖ μάλα περιήστραπτεν αὐτήν. ῏Αρ᾿ οὖν οὐ τὸ παρθενικὸν κάλλος διαφερόντως τηλαυγέστερον, οὗ καὶ ὁ Θεὸς αὐτὸς κατέστη ἐραστής; ῍Η βούλεσθε καὶ σημεῖον τῶν λεγομένων ἐκ τῶν οὐρανῶν ἰδεῖν; ᾿Αγγέλων τύποι χρυσήλατοι περιίσταντο τὴν κιβωτὸν ἐπισκιάζοντες. Τὴν δὲ ἀληθινὴν ταύτην κιβωτὸν οὐχ οἱ τύποι τῶν ἀγγέλων, ἀλλ᾿ αὐτοὶ οἱ ἄγγελοι, καὶ τὸ μεῖζον, ὅτι μηδ᾿ ἐπισκιάζοντες, ἀλλὰ διακονοῦντες καὶ τὰ πρὸς τροφὴν ὑπηρετούμενοι· τροφήν, ἣν οὐδ᾿ εἰπεῖν ἐστιν ὅτι ποτ᾿ ἦν· τοσοῦτο καὶ τοῦ πολυθρυλήτου μάννα καὶ τῆς τῷ ᾿Ηλιοῦ κομιζομένης εἰς θαύματος λόγον περιῆν. Καὶ ἡ ἀπόδειξις αὐτόθεν· τὸ μὲν γὰρ ἀὴρ ἔφερε νίφων ἄνωθεν, προστάγματι θείῳ συνεστώς, ᾧ δὴ κἂν «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος» τούτου μνησθεὶς εἶπεν ᾄδων ὁ θεῖος ᾠδικὸς Δαβίδ, ἀλλ᾿ ὡς ἐν τούτῳ προτυποῦντι τὴν τῆς Παρθένου ταύτης προορῶν ὄντως οὐράνιον τροφήν. Τὸ μὲν οὖν ἑκάστης ἔω ἀὴρ παρεῖχε φέρων, τὴν δ᾿ ἄγγελος ἡμέρας ἑκάστης, ὡς ἄρα τελεσφόρον καὶ μυστικωτάτην καὶ οἰκείαν ἑαυτῷ καὶ συγγενῆ καὶ τοσοῦτο τοῦ μάννα κρείττω τὴν φύσιν, ὅσον ἄγγελος ἀέρος· τῷ δ᾿ ᾿Ηλιοῦ κόραξ τὸ μισότεκνον ὑπηρετεῖτο ζῶον, σύμβολον, φασί, τοῦ περὶ τὸ ὁμόφυλον ἀσυμπαθοῦς.

45. Οὐκοῦν καὶ τῆς κατ᾿ ἀγγέλους τῇ Παρθένῳ πολιτείας ἐν τούτῳ τῆς ἡλικίας ἐναργὲς δήπου σύμβολον ὁ διακομιστὴς ὃς καὶ λειτουργῶν, ἀλλ᾿ οὐκ ἐπισκιάζων εἰκότως διετέλλει, προμνώμενος αὐτῇ τὸ μέλλον μεγαλεῖον. Ταύτην γὰρ οὐκ ἄγγελος οὐκ ἀρχάγγελος, οὐκ αὐτὰ τὰ Χερουβὶμ ἢ τὰ Σεραφίμ, ἀλλ᾿ αὐτὴ ἡ τοῦ ῾Υψίστου ἐνυπόστατος δύναμις ἐπισκιάσειν ἔμελλε· καὶ τὸ μέγιστον, ὡς οὐ διὰ λαίλαπος καὶ νεφέλης, οὐδὲ διὰ γνόφου καὶ πυρός, οὐδ᾿ ἐκ διαλέπτου αὔρας ὁμιλοῦσα, καθάπερ ποτὲ καὶ ἄλλοτε τοῖς κατὰ καιρὸν ἠξιωμένοις, ἀλλ᾿ ἀμέσως χωρὶς παραπετάσματος οὑτινοσοῦν ἡ τοῦ ῾Υψίστου δύναμις ἐπισκιάζει τῇ παρθενικῇ γαστρί, μηδενὸς ὄντος μεταξὺ τοῦ τε ἐπισκιάζοντος καὶ τοῦ ἐπισκιαζομένου, μήτ᾿ ἀέρος, μήτ᾿ αἰθέρος, μήτε τινὸς τῶν αἰσθητῶν ἢ τῶν ὑπὲρ ταῦτα. Τοῦτο δὲ οὐκ ἐπισκίασις, ἀλλ᾿ ἕνωσις ἄντικρύς ἐστιν. ᾿Επεὶ δ᾿ ἀεὶ πέφυκε τὸ σκιάζον τὴν ἑαυτοῦ μορφὴν καὶ τὸν οἰκεῖον τύπον τῷ σκιαζομένῳ ἐμποιεῖν, οὐχ ἕνωσις μόνον, ἀλλὰ καὶ μόρφωσις γέγονεν ἐν τῇ γαστρί· καὶ τὸ ἐξ ἀμφοῖν μεμορφωμένον, τῆς τοῦ ῾Υψίστου δηλαδὴ δυνάμεως καὶ τῆς παναγίας ἐκείνης καὶ παρθενικῆς γαστρός, Λόγος ἦν Θεοῦ σεσαρκωμένος. Βαβαί, εἰς οἷον βάθος μυστηρίου καθήκαμεν τὸν λόγον!

Δεν υπάρχουν σχόλια: