Παρασκευή, 21 Ιουλίου 2017

Ἐπιστολή τοῦ Βέκκου πρός τόν ἰταλόν πάπαν δι’ ἧς ἀναθεματίζει πάντας τούς ὀρθοδόξους χριστιανούς τούς μή δεξαμένους τήν ἑαυτοῦ δυσσέβειαν.


Σχετική εικόνα 
Ἐπιτρέψτε μου νά σᾶς ἀποστείλω συνημμένως ἕνα βραχύ ἀπόσπασμα ἀπό τά πρακτικά τῆς Λυών. Ἀφορᾶ στήν ἐπιστολή τοῦ Βέκκου πρός τόν ἰταλό πάπα. Ἡ διαπίστωση εἶναι τό ὁλιγότερον θλιβερή: Ἡ ἱστορία ἐπαναλαμβάνεται! Καί τότε καί τώρα -γιά τόν ἴδιο λόγο τῆς ψευτοένωσης- οἱ ἴδιοι διωγμοί, ἀφορισμοί καί καθαιρέσεις σέ βάρος τῶν ὁμολογητῶν τῆς Πίστεως, ὅπως ἐπίσης καί ἡ ἴδια προδοσία καί περιφρόνηση τῶν ἁγίων μας Πατέρων. 
  Φώτης Μιχαήλ ἰατρός 


(Ἀπόσπασμα ἐκ τῶν πρακτικῶν τῆς Λυών)
 DOSSIER GREC DE L’ UNION DE LYON 1273-1277 
INSTITUT FRANCAIS, D’ ETUDES BYZANTINES, PARIS, 1976
PAR
V. LAURENT  et J. DARROUZES
(Σελ. 480-485)

... τῇ σῇ μακαριότητι διά τοῦ παρόντος ἀναγνωρίσαι διανέστημεν γράμματος, παραστῆσαι βουλόμενοι ταύτῃ σαφῶς ὅπως θερμότατα τῆς τοιαύτης τῶν ἐκκλησιῶν εἰρήνης ἀντιποιούμενοι τά ἀνέκαθεν προσαρμόσαντα τῇ ἀποστολικῇ καθέδρᾳ πρεσβεῖα τε καί προνόμια μή μόνον ἀσπασίως ταύτῃ παρέχομεν , ἀλλά καί διά παντός παρέχει αὐτῇ προθυμούμεθα.
Καί πρῶτον μέν ὅτι τό σχίσμα τῶν ἐκκλησιῶν, ὡς ἀδίκως καί παραλόγως πάλαι παρεισθαρέν ἐξ ἐπηρείας σατανικῆς, ὅλῃ ψυχῇ καί γνώμῃ κατ’ ἀρχάς τῆς καταλλαγῆς τελείως ἀποβαλλόμενοι, στέργομεν ἅπερ ἐκυρώθη τηνικαῦτα διά τόμου συνοδικοῦ, καί τό πρωτεῖον, τήν ἔκκλητόν τε καί τό μνημόσυνον τῷ ἀποστολικῷ θρόνῳ προσνέμοντες, ταῦτα φυλάττειν ἀπαραποίητα καί εἰς τό ἑξῆς ὑπισχνούμεθα, μηδέν αὐτῶν ἐπαγγελόμενοι κατά μηδένα τρόπν καινοτομῆσαι τό σύνολον.
Ἔπειτα δέ προδηλοῦμεν τῇ μεγάλῃ ἀγιωσύνῃ σου ὡς, ἐπεί τῆς τοιαύτης ἑνώσεως τῶν ἐκκλησιῶν –πρόρρησις Θεοῦ- τόν ἀρχέκακον οὐκ ἦν ἠρεμεῖν, ὅθεν καί τῶν ἡμετέρων τινάς ἄξια δοχεῖα τῆς ἑαυτοῦ κακίας εὑρών, τόν οἰκεῖον ἰόν τούτοις ἐξεμέσας ἐνέχεεν, οἵ καί πλήρεις γεγονότες τοῦ Πονήρου νόθον διδασκαλίαν εἰσηγοῦντο καί παρέγγραπτον τῷ τοῦ Κυρίου λαῷ, πείθοντες τούτους διά τήν τοιαύτην εἰρήνην καταφρονεῖν τῶν ἐν τοῖς ἱεροῖς καί θείοις οἴκοις συνάξεων,
... διά ταῦτα σπουδῇ πολλῇ τῶν θεοστεφῶν ἁγίων αὐτοκρατόρων μου πᾶσα τῶν ἀρχιερέων θεία χορεία καί πάλιν ἐπί τό αὐτό συναθρίζεται.
Σύν οἷς ἡ μετριότης ἡμῶν, μετακαλεσαμένη τούς τῆς τοιαύτης ἀπάτης προστάτας καί ἀρχηγούς , καί τούτων πολλούς διορθωσαμένη διδασκαλίαις καί παραινέσεσιν, ὡς εἶδέ τινας ἐξ αὐτῶν τῇ οἰκείᾳ πλάνῃ διά τέλους ἐμμείναντας, ἀπόφασιν κοινῇ τῇ ψήφῳ κατά τούτων ἐξήνεγκεν. Ἥτις καί πάντας τούς οὕτως ἔχοντας ἱερωμένους μέν ὄντας ἐν ὁποιοδήτινι τάγματι, εἴτε τῷ τῆς ἀρχιερωσύνης ἐνθεωροῦντες σεμνώματι, εἴτε πρσβύτεροί εἰσι τόν βαθμόν, εἴτε τοῖς διακόνοις συγκαταλέγονται, τούτους πάντας, πρός δέ καί μοναχούς καί αὐτούς ἱερωσύνης παντοίας περικειμένους ἀξίωμα, καθαιρέσει καί ἀναθέματι καθυπέβαλε. Λαϊκούς δέ καί ἄλλως αὖ μοναχούς,  οἵτινες καί ἰδιῶται καλοῦνται διά τό μηδόλως ἱερωσύνῃ κοσμεῖσθαι, ... ἀφορισμῷ καί ἀναθέματι καί τούτους παρέπεμψεν.
... τήν ἀποστολικήν ἐκκλησίαν τῆς Ρώμης ὀρθόδοξον οἴδαμεν, ὁμογνωμοῦντες ταύτῃ κατά τήν ἔννοιαν.


ΤΡΕΛΟ-ΓΙΑΝΝΗΣ

Δεν υπάρχουν σχόλια:

Related Posts Plugin for WordPress, Blogger...