Κυριακή 23 Ιουνίου 2013

Το Άγιον Πνεύμα στην Παλαιά και στην Καινή Διαθήκη



Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
«Ὅτε δὲ ἔπεμπεν αὐτούς, οὐκ εἶπεν, Ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον· ἀλλ' Ἔδωκεν αὐτοῖς ἐξουσίαν, λέγων· Λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, νεκροὺς ἐγείρετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ἐπὶ δὲ τῶν προφητῶν παρὰ πάντων ὡμολόγηται, ὅτι Πνεύματος ἁγίου δόσις ἦν, ἀλλ' ἦν αὕτη ἡ χάρις συσταλεῖσα καὶ ἀποστᾶσα, καὶ ἀπὸ τῆς γῆς ἀπολιποῦσα ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ' ἧς ἐρρήθη, Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πρὸ ἐκείνης δὲ ἀρχὴν ἐλάμβανεν αὕτη ἡ σπάνις. Οὐκ ἔτι γὰρ προφήτης παρ' αὐτοῖς ἦν, οὐδὲ ἐπώπτευεν αὐτῶν τὰ ἅγια ἡ χάρις. Ἐπεὶ οὖν ἀνέσταλτο μὲν τὸ Πνεῦμα τὸ ἅγιον, ἔμελλε δὲ λοιπὸν ἐκχεῖσθαι δαψιλῶς· ταύτης δὲ τῆς διανομῆς ἀρχὴ μετὰ τὸν σταυρὸν ἐγίνετο, οὐ μόνον δαψιλείας, ἀλλὰ καὶ μειζόνων χαρισμάτων (καὶ γὰρ θαυμαστοτέρα ἦν ἡ δωρεὰ, ὡς ὅταν λέγῃ· Οὐκ οἴδατε ποίου πνεύματός ἐστε· καὶ πάλιν, Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας. Καὶ γὰρ οἱ παλαιοὶ καὶ αὐτοὶ μὲν πνεῦμα εἶχον, ἄλλοις δὲ οὐ παρεῖχον· οἱ δὲ ἀπόστολοι μυριάδας ἐνέπλησαν)· ἐπειδὴ οὖν ταύτην ἔμελλον λαμβάνειν τὴν χάριν, οὔπω δὲ ἦν δοθεῖσα, διὰ τοῦτό φησιν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον. Ἐπεὶ οὖν περὶ ταύτης λέγων τῆς χάριτος ὁ εὐαγγελιστὴς ἔλεγεν· Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, τουτέστι, δοθέν, ἐπεὶ Ἰησοῦς οὐδέπω ἐδοξάσθη, δόξαν καλῶν τὸν σταυρόν. Ἐπειδὴ γὰρ ἐχθροὶ ἦμεν καὶ ἡμαρτηκότες καὶ ὑστερούμενοι τῆς δωρεᾶς τοῦ Θεοῦ, καὶ θεοστυγεῖς· ἡ δὲ χάρις καταλλαγῆς ἦν ἀπόδειξις· δῶρον δὲ οὐ τοῖς ἐχθροῖς, οὐδὲ τοῖς μισουμένοις, ἀλλὰ τοῖς φίλοις δίδοται, καὶ τοῖς εὐηρεστηκόσιν· ἔδει πρότερον προσενεχθῆναι τὴν ὑπὲρ ἡμῶν θυσίαν, καὶ τὴν ἔχθραν ἐν τῇ σαρκὶ καταλυθῆναι, καὶ γενέσθαι τοῦ Θεοῦ φίλους, καὶ τότε λαβεῖν τὴν δωρεάν».
(Χρυσοστόμου Ἰωάννου, Ὑπόμνημα εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ Εὐαγγελιστήν, ὁμιλία ΝΑʹ, T.L.G. vol 59, pg 284, ln 29- 63).

 Η συνέχεια στήν Πατερική Παράδοση

ΣΧΟΛΙΟ : Στή συνέχεια, στίς κατηχήσεις τού Αγίου Κυρίλλου, υπάρχουν δύο σημεία πού χρειάζονται μεγάλη προσοχή. 

καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις δηλονότι τοῦ Ἁγίου Πνεύματος κατ' ἐκεῖνο τὸ εἰρημένον "Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν"· 

"Ἐπ' αὐτὸ δὲ δὴ πάλιν ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος σημαίνειν αὐτὸν ὑποτοπήσωμεν".

Χρειάζεται μεγάλη προσοχή νομίζουμε καί στο ένα καί στό άλλο σημείο. Διότι η Βασιλεία δέν είναι μέσα μας. Η Βασιλεία είναι ο Κύριος. Καί δεν είναι τό Άγιο Πνεύμα μέσα μας. Καί διότι ο Κύριος εγεννήθη μέ τίς δύο φύσεις ενωμένες ασυγχύτως καί αδιαιρέτως. 
Στή Βάπτιση απεκαλύφθη η Αγία Τριάδα, η οποία ήταν άγνωστη μέχρι τότε, τής οποίας μέχρι τότε γνωρίζαμε μόνο σύμβολα. Δέν εχρίσθη ο Κύριος. Τό Πνεύμα εβεβαίου τού Λόγου το ασφαλές. Η ορθόδοξη διδασκαλία βρίσκεται εδώ (Αγ. Νικολάου Βελιμίροβιτς).
Και τά δυο αυτά σημεία έχουν δημιουργήσει μεγάλες παρενέργειες πίστεως. Η σημερινή παρενέργεια είναι ότι στή Βάπτιση ο Κύριος εδέχθη τόν Χριστό, μέχρι τότε ήταν ένας μεγάλος προφήτης.

Αμέθυστος

Δεν υπάρχουν σχόλια: