Πρόσεχε σεαυτὸν, ὦ ἱερεῦ, καὶ βλέπε τὴν διακονίαν, ἣν παρέλαβες, ἵνα ἀναπληρώσῃς αὐτὴν μετὰ φόβου Θεοῦ. Βλέπε λοιπόν· οὐ γὰρ ἐπίγειον διακονίαν ἐνεχειρίσθης ἀλλὰ οὐράνιον, οὐκ ἀνθρωπίνην ἀλλ' ἀγγελικήν· σπούδασον σεαυτὸν παραστῆσαι ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πρόσεχε, μὴ στῇς εἰς σύναξιν ἔχων ἔχθραν μετά τινος, ἵνα μὴ φυγαδεύσῃς τὸν Παράκλητον.
Ἡμέρᾳ συνάξεως μὴ δικάζου, μηδὲ φιλονείκει τὸ καθόλου· ἀλλὰ κρυπτόμενος εὔχου, ἀναγινώσκων μέχρι ταύτης τῆς ὥρας· καὶ οὕτω παράστα ἐν κατανύξει τῷ ἁγίῳ θυσιαστηρίῳ· μηδὲ περιβλεπόμενος ὧδε κἀκεῖσε· μὴ ἐν σπουδῇ τὰς εὐχὰς συντέμνοις· ἀλλὰ παρακαλῶν, μὴ λάμβανε πρόσωπόν τινος, ἀλλ' ὅρα τὸν προκείμενον βασιλέα, καὶ τὰς παρεστώσας δυνάμεις κύκλωθεν· καὶ μὴ ὑποκρίνου, μηδὲ μεταδίδῳς τὸ θεῖον σῶμα ὅπου οὐ χρή. Σεαυτὸν ἄξιον
ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει ὡς οἱ κανόνεςἀπόθενται.
ποίησον τῶν ἱερῶν κανόνων, καὶ συλλειτούργει ὡς οἱ κανόνεςἀπόθενται.
Ὅρα οὖν πῶς παρίστασαι τῇ ἁγίᾳ τραπέζῃ, καὶ πῶς ἱερουργεῖς, καὶ τίνος μεταδίδως, καὶ πῶς καταστέλλεις· ὅρα οὖν, μὴ ἐπιλάθῃ τὰς δεσποτικὰς ἐντολὰς καὶ τῶν ἁγίων αὐτοῦ μαθητῶντὰς παραδόσεις· φησὶ γάρ· «Μὴ δότε τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας μου ἔμπροσθεν τῶν χοίρων». Ὅρα οὖν καὶ σύ, μὴ φόβῳ ὑπαχθῇς ἀνθρωπίνῳ, καὶ παραδώσῃς τὸν Υἱὸντοῦ Θεοῦ εἰς χεῖρας ἀναξίων· ἀλλὰ μὴ ἐντραπῇς τινα τῶν ἐνδόξων τῆς γῆς, ἀλλὰ μηδὲ αὐτῶν τῶν τὸ διάδημα φορούντων πτοηθῇς ἐν τῇ ὥρᾳ ἐκείνῃ ὅτε ἱερουργήσαις. Βλέπε τοὺς βουλομένους τὰ δῶρα μεταλαμβάνειν ἐν τοῖς οἴκοις· σὺ ὄψει, ὅτι καὶ ὑπὸ γυναικῶν χαρίζονται, ἀλλὰ καὶ ἀναξίων.
Ὅρα οὖν, ὡς οἱ θεῖοι κανόνες καὶ αἱ σύνοδοι τῶν ἁγίων Πατέρων ἐπεκύρωσαν· οὕτω πράττε, καὶ μὴ μεταδίδῳς ἀναξίοις ἢ λαϊκοῖς, παρὰ ἐπιστρέψαι αὐτοὺς τῇὀρθοδόξῳ πίστει. Οὐαὶ δὲ τοῖςμεταδιδοῦσιν αὐτοῖς! Ὅρα οὖν μὴ μυῖαι ἐμπέσωσι εἰς τὸ ἅγιον ποτήριον, ἢ ἐξ ἀμελείας σου νοτισθῇ, ἢ μοχλιάσῃ, ἢ κονοπισθῇ, ἢ ἐγχειρισθῇ ὑπὸ αἱρετικῶν· ἀλλὰ βλέπε πῶς καταστέλλεις μετὰ τὴν συμπλήρωσιν τῆς θείας λειτουργίας, μὴ σπεύδων μαργαρίτης ἀποπέσῃ, ἢ ἀπομείνῃ ἐν τῷ ποτηρίῳ· ἢ ἔχον νᾶμα τὸ ἅγιον ποτήριον, καὶ κονοπισθῇ· ἀλλὰ ἀμφότερα καταστείλας, πορεύου ἐν εἰρήνῃ. Ταύτην τὴν παράδοσιν ἐὰν φυλάξῃς, ὦ ἱερεῦ, σώσεις σεαυτόν, καὶ οὓς μέλλεις διδάσκειν· εὐχόμενος καὶ ὑπὲρ ἐμοῦ τοῦ τάλανος πρὸς Κύριον, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
paterikiparadosi.Καθώς η «κοινωνία» με τους Οικουμενιστές «εξελίσσεται» σύμφωνα με τα σχέδιά τους!
Ὁ Μ. Βασίλειος θεωρεῖ ὅτι συνεργάζεται καὶ «κοινωνεῖ» κανεὶς μὲ κάποιον κατὰ τρεῖς τρόπους.
Πρῶτον, ὅταν συμμετέχει στὸ ἴδιο ἔργο:
«Κατὰ τὸ ἔργον, ὅταν ἀλλήλοις ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται πρὸς τὴν ἐνέργειαν».
Δεύτερον, ὅταν κάποιος δὲν συμμετέχει μέν, ἀλλὰ ἀποδέχεταιτὴν γνώμη ἐκείνου ποὺ ἐνεργεῖ κάποιο ἔργο, καὶ τότε κοινωνεῖ:
«Κατὰ δὲ γνώμην, ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ».
Τρίτον· ὑπάρχει, λέγει, κι ἕνας ἀκόμα τρόπος κοινωνίας, ποὺ πολλοὶ δὲν τὸν ἀντιλαμβάνονται, ἀλλὰ μᾶς τὸ ὑποδεικνύει ἡ Ἁγία Γραφή. Λογίζεται, δηλαδή, ὅτι κοινωνεῖ κανεὶς μὲ τὸ κακὸ καὶ τὴν αἵρεση, ἀκόμα καὶ στὴν περίπτωση πού, ναὶ μὲν δὲν συνεργάζεται, ναὶ μὲν δὲν συμφωνεῖ μὲ τὸν κακὸ ποὺ διαπράττεται καὶ τὴν αἵρεση ποὺ διδάσκεται ἀπὸ τὸν αἱρετικό, ἀλλ’ ὅμως, ἐνῶ γνωρίζει τὸ κακὸ ποὺ γίνεται, ἐφησυχάζει, καὶ δὲν ἐλέγχει:
«Ἑτέρα δὲ κοινωνία τοὺς πολλοὺς λανθάνουσα ἐμφαίνεται τῇ ἀκριβολογίᾳ τῆς θεοπνεύστου Γραφῆς· ὅταν μήτε συνεργασάμενος, μήτε συγκαταθέμενος τῇ διαθέσει, γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ' ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ»
ΣΧΟΛΙΟ: Δέν εκμεταλλεύονται τόν Αγιο Βασίλειο μόνον οι Οικουμενιστές αλλά καί οι αντιοικουμενιστές αποτειχισμένοι. Ούτε αυτοί καταλαβαίνουν τί διαβάζουν καί τήν σύγχυση τής ψυχής τους θέλουν καί αυτοί νά τήν φυτέψουν σέ όλους.
Αμέθυστος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου