Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ
6.
(t.) Ϛ´. Διὰ τί ἐν τῷ ἄρτῳ τυποῖ ὁ ἱερεὺς τὸ τοῦ
Χριστοῦ πάθος
(1.) Ὁ μὲν οὖν ἀποτμηθεὶς ἄρτος, ἕως ἐν τῇ προθέσει
κεῖται, ἄρτος ἐστὶ ψιλός· τοῦτο μόνον λαβὼν τὸ ἀνατεθῆναι
Θεῷ, καὶ γενέσθαι δῶρον, ὅτε καὶ σημαίνει τὸν Χριστὸν κατὰ
τὴν ἡλικίαν ἐκείνην ἐξ ἧς ἐγένετο δῶρον. Ἐγένετο δὲ ἐξ αὐτῆς
γεννήσεως καθάπερ ἔμπροσθεν εἴρηται, ὅτι καὶ κατὰ τὴν (5)
γέννησιν δῶρον ἦν, κατὰ τὸν νόμον, ἐπεὶ πρωτότοκος ἦν.
(2.) Ὅτι δὲ τὰ ὕστερον γενόμενα ἐν ἐκείνῳ τῷ σώματι πάθη
διὰ τὴν σωτηρίαν ἡμῶν, ὁ σταυρὸς καὶ ὁ θάνατος, προδιετυ-
πώθη πρότερον τοῖς ἀρχαίοις, τούτου χάριν καὶ ὁ ἱερεὺς
ἐνταῦθα πρὶν ἀγάγειν εἰς τὸ θυσιαστήριον τὸν ἄρτον καὶ θῦσαι,
τοὺς τύπους ἐκείνους πειρᾶται δεικνύναι πρότερον ἐν αὐτῷ. (5)
Καὶ τίνα τρόπον; Ἐν ὅσῳ αὐτὸν ἀπὸ τῶν ὁλοκλήρων ἄρτων
ἀφαιρούμενος ποιεῖται δῶρον, τὸ τοῦ Χριστοῦ πάθος καὶ τὸν
θάνατον ἐν αὐτῷ γράφει, καθάπερ ἐν πίνακι· καὶ πάντα ὅσα
ποιεῖ, τὰ μὲν κατὰ χρείαν, τὰ δὲ ἐπίτηδες εἰς τὴν σημασίαν
ταύτην βιάζεται· καὶ ἔστι τὰ γινόμενα τηνικαῦτα τῶν (10)
σωτηρίων παθῶν καὶ τοῦ θανάτου πρακτικὴ διήγησις. @1
(3.) Τοῦτο δὲ ἀρχαῖον ἔθος ἦν καὶ πρακτικῶς ἐνίοτε καὶ
διηγοῦντο καὶ παρῄνουν καὶ προεφήτευον. Καὶ γὰρ ὁ προφή-
της, δηλῶσαι βουλόμενος τὴν τῶν Ἑβραίων αἰχμαλωσίαν,
ἔδησεν ἑαυτόν. Καὶ Ἄγαυος ὕστερον τὸ αὐτὸ ἐποίησε,
σημαίνων τὰ τοῦ Παύλου δεσμά. Καὶ πατέρα τινά φασι τῶν (5)
θεοφόρων ἐρωτηθέντα τί ἐστι μοναχός, ἀποκριθῆναι μὲν
οὐδέν, τὸ δὲ ἱμάτιον περιδυθέντα καταπατῆσαι.
(4.) Καὶ αὐτὸν δὲ τοῦ Κυρίου τὸν θάνατον καὶ τὴν ὅλην
οἰκονομίαν οἱ παλαιοὶ οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις καὶ
αὐτοὶ ἐμήνυον, καὶ παρὰ τοῦ Θεοῦ ἐμάνθανον, οἷον ἦν ἡ
τεμνομένη ῥάβδῳ θάλασσα, καὶ ἡ θάλλουσα ἐν τῇ φλογὶ
βάτος, καὶ ὁ ἐπὶ τὴν σφαγὴν ὑπὸ τοῦ πατρὸς ἀγόμενος Ἰσαάκ, (5)
καὶ τὰ ἄλλα δι᾿ ὧν ἐσημαίνετο τὸ μυστήριον ἐξ ἀρχῆς.
(5.) Καὶ ὁ ἱερεὺς ταῦτα φαίνεται ποιῶν, ἃ περὶ τῆς θυσίας
οἶδεν ἐκείνης, καὶ λόγοις διηγούμενος, καὶ ἐπὶ τῶν ἔργων
δεικνύς, ὡς δυνατὸν ἐν τοιαύτῃ ὕλῃ τοιαῦτα δεικνύναι, μόνον
οὐ λέγων· Οὕτως ἐπὶ τὸ πάθος ἦλθεν ὁ Κύριος, οὕτως ἀπέθανε,
οὕτως ἐκεντήθη τὴν πλευράν, οὕτως ἀπὸ τῆς κεντηθείσης (5)
πλευρᾶς τὸ αἷμα καὶ τὸ ὕδωρ ἐξεχύθη τότε ἐκεῖνο.
(6.) Καὶ ταῦτα ποιεῖ ἵνα δείξῃ, καθάπερ εἶπον, ὡς τῆς
ἀληθείας ταύτης καὶ τῶν πραγμάτων τύποι καὶ γραφαί τινες
ἡγήσαντο πρότερον, καὶ προεσήμαινον τοῖς ἀνθρώποις· ὥσπερ
αὐτὸς πρὶν εἰς τὸ θυσιαστήριον ἀγαγεῖν τὸν ἄρτον καὶ θῦσαι,
τὰ τῆς θυσίας ἐν αὐτῷ γράφει· ἔπειτα δηλῶν ὡς ὁ ἄρτος (5)
οὗτος εἰς ἐκεῖνον ἐπείγεται μεταβληθῆναι τὸν ἀληθινὸν ἄρτον,
τὸν ἐσταυρωμένον, τὸν τεθυμένον. Παρὰ πάντα δὲ ταῦτα,
ἐπεὶ «τὸν θάνατον τοῦ Κυρίου δεῖ καταγγέλλειν», ἵνα @1
μηδένα τρόπον ἀγγελίας καὶ διηγήσεως παραλίποι, πρὸς ὃν
μυρίων ἔδει στομάτων ἡμῖν, καὶ λογικῶς αὐτὸν διηγεῖται καὶ (10)
πρακτικῶς.
7.
(t.) Ζ´. Τί ἐστι ἡ τοῦ Κυρίου ἀνάμνησις
(1.) Καὶ πρῶτον ἄρτου λαβόμενος, ἀφ᾿ οὗ δεῖ τὸν ἱερὸν
ἀποκόπτειν ἄρτον· «Εἰς ἀνάμνησιν, φησί, τοῦ Κυρίου καὶ
Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ», κατὰ τὴν ἐκείνου
παραγγελίαν. «Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν
ἀνάμνησιν.» (5)
(2.) Καὶ οὐ περὶ τοῦ ἄρτου ἐκείνου τοῦτο λέγει μόνον, ἀλλὰ
καὶ περὶ πάσης τῆς τελετῆς, ὡς ἂν ἐν τελευτῇ τῆς ἱερουργίας
ἀρχόμενος. Ἐπεὶ καὶ ὁ Κύριος μετὰ τὸ τελέσαι τὸ μυστήριον
ἅπαν, τοῦτον ἐπήγαγε τὸν λόγον· «Τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν.» (5)
(3.) Ἀλλὰ τίς ἡ ἀνάμνησις αὕτη, πῶς ἐν τῇ τελετῇ μεμνησό-
μεθα τοῦ Κυρίου, τί ποιοῦντος καὶ πῶς ἔχοντος; Λέγω δὲ
τίνα περὶ αὐτοῦ ἀναλογιζόμενοι, τί διηγούμενοι; Ἆρα ὅτι
νεκροὺς ἀνέστησε, καὶ τυφλοῖς ἔδωκε βλέπειν, καὶ ἀνέμοις
ἐπετίμησε, καὶ ἐξ ὀλίγων ἄρτων εἰς κόρον ἔθρεψε χιλιάδας, ἃ (5)
Θεὸν αὐτὸν ἀπέδειξε καὶ πάντα δυνάμενον; Οὐδαμῶς· ἀλλὰ
μᾶλλον τὰ δοκοῦντα σημαίνειν ἀσθένειαν, τὸν σταυρόν, τὸ
πάθος, τὸν θάνατον, ἐν τούτοις ἡμᾶς τὴν ἀνάμνησιν αὐτοῦ
ποιεῖσθαι ἐκέλευσε. Καὶ πόθεν δῆλον; Οὕτως ἐνόησε Παῦλος,
ὁ τὰ ἐκείνου καλῶς εἰδώς. @1 (10)
(4.) Γράφων γὰρ Κορινθίοις περὶ τοῦ μυστηρίου, καὶ
διηγησάμενος ὅτι ὁ Κύριος εἶπε· «Τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν», ἐπήγαγεν· «Ὁσάκις γὰρ ἐσθίετε τὸν
ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνετε, τὸν θάνατον
αὐτοῦ καταγγέλλετε.» Τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἐνέφηνεν (5)
ἐν τῇ παραδόσει τοῦ μυστηρίου. Εἰπὼν γάρ· «Τοῦτό ἐστι τὸ
σῶμά μου, τοῦτο τὸ αἷμά μου», οὐ θαύματα αὐτοῖς προ-
σέθηκε, εἰπὼν τὸ νεκροὺς ἀναστῆσαν, τὸ λεπροὺς καθαρίσαν.
Ἀλλὰ τί; Τὸ πάθος μόνον καὶ τὸν θάνατον, «τὸ ὑπὲρ ὑμῶν
κλώμενον, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον». (10)
(5.) Καὶ τίς ὁ λόγος, ὅτι μὴ τῶν θαυμάτων ἀλλὰ τῶν παθῶν
μέμνηται; Ὅτι ταῦτα ἐκείνων ἀναγκαιότερα· τοσοῦτον ὅσον
τὰ μὲν ποιητικὰ τῆς σωτηρίας ἡμῶν εἰσι, καὶ χωρὶς τούτων
οὐκ ἦν ἀναστῆναι τὸν ἄνθρωπον, τὰ πάθη λέγω· ἐκεῖνα δὲ
ἀποδεικτικὰ μόνον. Ἐγένοντο γὰρ τὰ θαύματα ἵνα πιστευθῇ (5)
ὁ Κύριος ὡς αὐτὸς ἀληθῶς ἐστιν ὁ Σωτήρ.
Συνεχίζεται
3 σχόλια:
Επειδη στην αναρτηση σας αναφερεται ως σοφωτατος,τελικα ειναι αγιος?Ασχετο βεβαια αλλα θα ρωτησω,ο Αυγουστινος ειναι αγιος ή κακως ανακηρυχθηκε?ευχαριστω.
Ποιός νοιάζεται νά είναι άγιος; Πότε ανεκηρύχθη άγιος ο Αυγουστίνος; Ο Αγιος τού Θεού μάς δίνει τόν άρτον τόν επιούσιον, ούτε απειλές, ούτε κατάρες. Ο Αυγουστίνος ερμήνευσε ορισμένα πράγματα, όπως τά ερμήνευσε. Δέν μίλησε μέσα από τήν εμπειρία του. Ο Χαρακτηρισμός "τού σοφωτάτου" ανήκει στούς συγχρόνους του. Είς μόνον Αγιος. Εμείς αναγνωρίζουμε σάν Αγιο αυτόν πού έχει τιμήσει ο Κύριος. ΔΙΑ ΤΟΥ ΛΟΓΟΥ ΤΟΥ.
Σωστα τα λετε,ασχετως της αγνοιας μου σε θεολογικα θεματα που ισως κακως εξεταξω αφου αλλα προηγουνται,απλα μου γεννηθηκε η απορια οταν ειδα οτι εορταζεται η μνημη απο την Ορθοδοξη Εκκλησια στις 15 Ιουνιου.ευχαριστω.
Δημοσίευση σχολίου