ΚΑΙ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. 2 ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. 3 καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη. 4 οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ μετ᾿ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾿ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.
5 ᾿Ιδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, 6 καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη. 7 καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπό ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην ὅτι ἐποίησα αὐτούς. 8 Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.
Γένεση. Κεφ. 6
Αμέθυστος
3 σχόλια:
Πώς συμπίπτει ο τίτλος σας με τα φράση ότι είναι "αμεταμέλητα τα χαρίσματα του Θεού";
Δώστε μας κάτι παραπάνω γιά νά καταλάβουμε.
Το κατάλαβα. Προφανώς πρόκειται για τις δύο όψεις της Γραφής.
Αλλού στη Γραφή, φαίνεται ο Θεός σκληρός, αλλού φαίνεται επιεικής και όλα συμβαίνουν προς το πνευματικό συμφέρον των πλασμάτων.
"αμεταμέλητα γαρ τα χαρίσματα και η κλήσις του Θεού. ώσπερ γαρ και υμείς ποτέ ηπειθήσατε τω Θεώ, νυν δε ηλεήθητε τη τούτων απειθεία, ούτω και ούτοι νυν ηπείθησαν τω υμετέρω ελέει, ίνα και αυτοί ελεηθώσι, συνέκλεισε γαρ ο Θεός τους πάντας εις απείθειαν, ίνα τους πάντας ελεήση"
Προς Ρωμ.ια 29-32)
Δημοσίευση σχολίου