Κυριακή 21 Ιουλίου 2019

Προς Ρωμαίους (ι΄1-10)

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Μωυσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; Τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἡ ἐπιθυμία τῆς καρδιᾶς μου καὶ ἡ προσευχή μου εἰς τὸν Θεὸν εἶναι ὑπὲρ τῶν Ἰσραηλιτῶν, διὰ νὰ σωθοῦν. Μαρτυρῶ γι’ αὐτοὺς ὅτι ἔχουν ζῆλον Θεοῦ ἀλλὰ ὄχι μὲ ἐπίγνωσιν. Διότι, ἐπειδὴ ἀγνοοῦν τὴν δικαίωσιν ποὺ δίνει ὁ Θεὸς καὶ προσπαθοῦν νὰ στήσουν τὸν δικόν τους τρόπον δικαιώσεως δὲν ὑπετάχθησαν εἰς τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν Θεόν. Διότι τὸ τέλος τοῦ νόμου εἶναι ὁ Χριστός, διὰ νὰ δικαιωθῇ καθένας ποὺ πιστεύει.
Ὁ Μωϋσῆς γράφει διὰ τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν νόμον ὅτι ὁ ἄνθρωπος ποὺ ἐτήρησε τὰς ἐντολὰς θὰ ζήσῃ δι΄ αὐτῶν. Ἡ δικαίωσις ὅμως ποὺ προέρχεται ἀπὸ τὴν πίστιν, λέγει, Μὴ πῇς εἰς τὴν καρδιά σου ποιός θὰ ἀνεβῇ εἰς τὸν οὐρανόν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστόν, ἢ Ποιός θὰ κατεβῇ εἰς τὴν χώραν τῶν νεκρῶν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστὸν ἀπὸ τοὺς νεκρούς.
Ἀλλὰ τί λέγει; Κοντά σου εἶναι ὁ λόγος, εἶναι εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδιά σου. Ὁ λόγος δηλαδὴ τῆς πίστεως, τὸν ὁποῖον κηρύττομεν. Ἐὰν ὁμολογήσῃς μὲ τὸ στόμα σου ὅτι ὁ Ἰησοῦς εἶναι Κύριος καὶ πιστέψῃς μὲ τὴν καρδιά σου ὅτι ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν, τότε θὰ σωθῇς. Διότι μὲ τὴν καρδιὰ ὁ ἄνθρωπος πιστεύει ὅ,τι ὁδηγεῖ εἰς δικαίωσιν, μὲ τὸ στόμα δὲ ὁμολογεῖ ὅ,τι ὁδηγεῖ εἰς
σωτηρίαν.

ΥΠ' ΟΨΙΝ ΟΙΚΟΥΜΕΝΙΣΤΩΝ ΚΑΙ ΑΠΟΤΕΙΧΙΣΜΕΝΩΝ.
ΜΕ ΤΟΝ ΖΗΛΟ ΤΩΝ ΚΑΝΟΝΩΝ ΑΝΑΣΤΗΘΗΚΕ Ο ΙΣΡΑΗΛ.

Δεν υπάρχουν σχόλια: