apantaortodoxias
ΣΧΟΛΙΟ: Η Παναγία δέν αθώωσε τόν ηγούμενο από τό σκάνδαλο, τό οποίο στοίχησε καί τήν κατάληξή μας στά Μνημόνια, αλλά ο Κύριος τού υπενθύμησε ότι δέν μαγαρίζει η Ευχαριστία τήν οποία αγίασε ο ίδιος ο Κύριος ημών. Ας τό ακούσουν καί οι διάφοροι αποτειχισμένοι οι οποίοι σπέρνουν κενά δαιμόνια.
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ι'
ΚΕΦΑΛΑΙΟΝ 10
Ὁ Πέτρος καὶ ὁ Κορνήλιος
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
4 Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; Εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
10 Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις,
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 Ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦσί σε·
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
22 Οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν ᾿Ιουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ρήματα παρὰ σοῦ.
23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ,
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
Αμέθυστος
Αμέθυστος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου