Παρασκευή 6 Απριλίου 2018

Ἅγιος Ἰωάννης Χρυσόστομος - Περὶ τῆς ἀγάπης τοῦ Χριστοῦ

Φωτογραφία του χρήστη Πατέρες της Εκκλησίας.

Ὁ Κύριος ἀπευθυνόμενος πρὸς ἡμᾶς...

Ἐγὼ εἶμαι πατέρας, ἐγὼ ἀδελφός, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφή, ἐγὼ ἔνδυμα, ἐγὼ ρίζα, ἐγὼ θεμέλιον, κάθε τι τὸ ὁποῖον θέλεις ἐγώ· νὰ μὴν ἔχεις ἀνάγκην ἀπὸ τίποτε. Ἐγὼ καὶ θὰ σὲ ὑπηρετήσω· διότι ἦλθα νὰ ὑπηρετήσω, ὄχι νὰ ὑπηρετηθῶ. Ἐγὼ εἶμαι καὶ φίλος, καὶ μέλος τοῦ σώματος καὶ κεφαλὴ καὶ ἀδελφός, καὶ ἀδελφὴ καὶ μητέρα, ὅλα ἐγώ· ἀρκεῖ νὰ διάκεισαι φιλικὰ πρὸς ἐμέ. Ἐγὼ ἔγινα πτωχὸς διὰ σέ· ἔγινα καὶ ἐπαίτης διὰ σέ· ἀνέβηκα ἐπάνω εἰς τὸν Σταυρὸν διὰ σέ· ἐτάφην διὰ σέ· εἰς τὸν οὐρανὸν ἄνω διὰ σὲ παρακαλῶ τὸν Πατέρα· κάτω εἰς τὴν γῆν ἐστάλην ἀπὸ τὸν Πατέρα ὡς μεσολαβητὴς διὰ σέ. Ὅλα δι᾿ ἐμὲ εἶσαι σύ· καὶ ἀδελφὸς καὶ συγκληρονόμος καὶ φίλος καὶ μέλος τοῦ σώματος. Τί περισσότερον θέλεις;


Ἐγὼ πατήρ, ἐγὼ ἀδελφός, ἐγὼ Νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφεύς, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος. Πᾶν ὅπερ ἂν θέλῃς ἐγώ. Μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ δουλεύσω. Ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος καὶ ξένος καὶ κεφαλὴ καὶ ἀδελφὸς καὶ μήτηρ. Πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ, καὶ ἀλήτης διὰ σέ, ἐπὶ τοῦ Σταυροῦ διὰ σέ, ἐπὶ τάφου διὰ σέ, ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρί, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ καὶ ἀδελφὸς καὶ συγκληρονόμος καὶ φίλος καὶ μέλος. Τί πλέον θέλεις; τί τόν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον; Τοῦτο γάρ ἐστιν εἰς τὸν παρόντα βίον πονεῖσθαι. Τί εἰς πῦρ ξαίνεις; τί τῷ ἀέρι πυκτεύεις;

∽ Απόσπασμα ἐκ τῆς οστ´ (76) ὁμιλίας αὐτοῦ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον 24,16-31 (ΕΠΕ τόμ. 12, σελ. 34)


https://www.facebook.com/paterestisekklisias/

anexperimentindepth

Δεν υπάρχουν σχόλια: