Παρασκευή 6 Μαΐου 2022

ΠΕΡΙ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ

Γιατί ο Θεός έγινε Άνθρωπος; (Άγιος Μάξιμος Ομολογητής)

  

"Τοῦτό ἐστι τὸ μακάριον, δι᾿ ὃ τὰ πάντα συνέστησαν τέλος"
«᾿Αλλὰ μὲ τὸ πολύτιμο αἷμα τοῦ Χριστοῦ, ποὺ θυσιάστηκε σὰν ἀμνὸς ἄμωμος καὶ ἄσπιλος, κι ἦταν βέβαια προορισμένος πρὶν ἀπὸ τὴ δημιουργία τοῦ κόσμου, ἀλλὰ φανερώθηκε γιὰ χάρη μας αὐτὰ τὰ τελευταῖα χρόνια»1. 

Προορισμένος ἀπὸ ποιόν;
ΑΠΟΚΡΙΣΗ
Τὸ μυστήριο τοῦ Χριστοῦ ὁ λόγος τῆς Γραφῆς τὸ ὀνόμασε Χριστὸ καὶ τὸ βεβαιώνει μὲ σαφήνεια ὁ μέγας ᾿Απόστολος λέγοντας, «τὸ μυστικὸ σχέδιο, ποὺ ἦταν κρυμμένο ἀπὸ ὅλες τὶς γενεές, φανερώθηκε τώρα»2, ἐννοώντας δηλαδὴ ὡς τὸν Χριστό, τὸ μυστικὸ σχέδιο μὲ τὸν Χριστό. Αὐτὸ εἶναι ὁλοφάνερα ἡ ἄρρητη καὶ ἀκατάληπτη ὑποστασιακὴ ἕνωση τῆς θεότητας καὶ τῆς ἀνθρωπότητας, ποὺ ὁδηγεῖ σὲ ταυτότητα πλήρη τὴν ἀνθρωπότητα μὲ τὴ θεότητα ἐξαιτίας τῆς ὑπόστασης καί, κάνοντας μία τὴν ὑπόσταση τὴ σύνθετη ἀπὸ τὰ δύο, χωρὶς ἡ φυσικὴ διαφορὰ τῆς οὐσίας τους νὰ προκαλέσει σ᾿ αὐτὴν καμμιὰ μείωση σὲ ὁτιδήποτε. 
Τὸ μυστήριο τοῦτο [τοῦ Χριστοῦ] προγνώριζε ὁ Πατέρας καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιο Πνεῦμα.
῾Ο Πατέρας γιατὶ ἔτσι εὐδόκησε, ὁ Υἱὸς γιατὶ ἦταν ὁ αὐτουργός, καὶ τὸ Πνεῦμα γιατὶ συνεργαζόταν σ᾿ αὐτό. Γιατὶ εἶναι μία ἡ γνώση τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἐπειδὴ εἶναι μία καὶ ἡ οὐσία καὶ ἡ δύναμη. Δὲν ἀγνοοῦσε δηλαδὴ ὁ Πατέρας ἢ τὸ ἅγιο Πνεῦμα τὴ σάρκωση τοῦ Υἱοῦ, γιατὶ ὑπῆρχε σὲ ὁλόκληρο τὸν Υἱό, ποὺ αὐτουργοῦσε τὸ μυστήριο τῆς σωτηρίας μας μὲ τὴ σάρκωσή Του, ὅλος κατὰ τὴν οὐσία Του ὁ Πατέρας, ὄχι βέβαια μὲ σάρκωσή Του, ἀλλὰ εὐδοκώντας γιὰ τὴ σάρκωση τοῦ Υἱοῦ, καὶ ὁλόκληρο τὸ ἅγιο Πνεῦμα κατὰ τὴν οὐσία Του ὑπῆρχε στὸν Υἱό, ὄχι λαμβάνοντας σάρκα, ἀλλὰ συνεργώντας μὲ τὸν Υἱὸ στὴν ἀπόρρητη γιὰ μᾶς σάρκωσή Του.
Εἴτε λοιπὸν πεῖ κάποιος Χριστό, εἴτε μυστήριο τοῦ Χριστοῦ, τὴν πρόγνωση γι᾿ αὐτὸ κατὰ τὴν οὐσία τὴν ἔχει μόνη ἡ ἁγία Τριάδα, ὁ Πατέρας, ὁ Υἱὸς καὶ τὸ ἅγιο Πνεῦμα. Κι ἄς μὴν ἀναρωτηθεῖ κανένας πῶς ὁ Χριστός, ἐνῶ εἶναι ἕνας ἀπὸ τὴν ἁγία Τριάδα, γίνεται ἀντικείμενο πρόγνωσής της, ἔχοντας ὑπόψη ὅτι δὲν ἔγινε πρόγνωση τοῦ Χριστοῦ ὡς Θεοῦ, ἀλλὰ ὡς ἀνθρώπου, ἔγινε δηλαδὴ πρόγνωση τῆς κατ᾿ οἰκονομίαν σάρκωσής του γιὰ χάρη τοῦ ἀνθρώπου. Γιατὶ ὅ,τι ὑπάρχει αἰώνια ποτὲ δὲν προγνωρίζεται ἀπὸ ἕνα ἄλλο αἰώνιο. Γιατὶ ἡ πρόγνωση γίνεται γιὰ ὅσα ἔχουν ἀρχὴ στὸ εἶναι καὶ γιὰ κάποια αἰτία. Προγνωρίσθηκε λοιπὸν ὁ Χριστὸς ἀπὸ πρὶν ὄχι γι᾿ αὐτὸ ποὺ ἦταν κατὰ φύση γιὰ τὸν ἑαυτό του, ἀλλὰ γι᾿ αὐτὸ ποὺ φάνηκε ὅτι ἔγινε ἀργότερα γιὰ μᾶς κατ᾿ οἰκονομία. ῎Επρεπε δηλαδὴ ἀληθινὰ ὁ φυσικὸς δημιουργὸς τῆς οὐσίας τῶν ὄντων νὰ γίνει αὐτουργὸς καὶ τῆς κατὰ χάρη θέωσης τῶν δημιουργημάτων, ὥστε ὁ δωρητὴς τοῦ εἶναι νὰ φανεῖ δωρεοδότης καὶ τῆς μακαριότητας. ᾿Επειδὴ λοιπὸν κανένα ἀπὸ τὰ ὄντα δὲν γνωρίζει καθόλου τὸν ἑαυτό του ἢ κάποιο ἄλλο τί εἶναι ὡς πρὸς τὴν οὐσία, εἶναι εὔλογο ὅτι κανένα ἀπὸ τὰ ὄντα δὲν ἔχει κατὰ τὴ φύση τὴν ἱκανότητα πρόγνωσης κανενὸς ἀπὸ ὅσα θὰ γίνουν, πλὴν μόνο ὁ Θεὸς ὁ πάνω ἀπὸ τὰ ὄντα, ποὺ καὶ τὸν ἑαυτό Του γνωρίζει τί εἶναι κατὰ τὴν οὐσία καὶ γιὰ ὅλα ὅσα δημιούργησε καὶ πρὶν ἀκόμα γίνουν εἶχε ἀπὸ πρὶν τὴ γνώση τῆς ὕπαρξής τους κι ἔμελλε κατὰ χάρη νὰ φιλοδωρήσει τὰ ὄντα μὲ τὴ γνώση τοῦ ἑαυτοῦ τους καὶ τῶν ἄλλων, τί εἶναι στὴν οὐσία τους, καὶ νὰ φανερώσει τοὺς λόγους ποὺ ὑπάρχουν ἑνιαῖα σ᾿ αὐτὸν ἀπὸ πρίν.
Τὸ νὰ λένε μερικοὶ ὅμως πὼς ὁ Χριστὸς εἶχε προγνωσθεῖ πρὶν ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου ἀπὸ ἐκείνους, στοὺς ὁποίους φανερώθηκε ὕστερα τοὺς τελευταίους καιρούς, ἐπειδὴ ἐκεῖνοι οἱ ἴδιοι ὑπῆρχαν πρὶν ἀπὸ τὴν καταβολὴ τοῦ κόσμου μαζὶ μὲ τὸν προεγνωσμένο Χριστό, αὐτὸν τὸ λόγο σὰν ἐντελῶς ἄσχετο μὲ τὴν ἀλήθεια, ἐπειδὴ κάνει συναΐδια μὲ τὸν Θεὸ τὴν οὐσία τῶν λογικῶν ὄντων, τὸν ἀπορρίπτουμεΓιατὶ εἶναι τελείως ἀδύνατο νὰ βρίσκονται μὲ τὸ Χριστό, ἔτσι ὅπως αὐτὸς εἶναι, καὶ πάλι νὰ λείψουν τελείως κάποτε ἀπὸ αὐτόν, ἂν βέβαια εἶναι φυσικὸ νὰ γίνει σ᾿ αὐτὸν ἡ ἀποπεράτωση τῶν αἰώνων καὶ ἡ στάση ὅσων κινοῦνται, μέσα στὴν ὁποία κανένα ἀπολύτως ἀπὸ τὰ ὄντα δὲ θὰ ὑπόκειται σὲ μεταβολή. ῾Ο λόγος τῆς Γραφῆς κάλεσε τὸν Χριστὸ ἄμωμο καὶ ἄσπιλο, ἐπειδὴ εἶναι κατὰ τὴν ψυχὴ καὶ τὸ σῶμα ἀπὸ τὴ φύση του τελείως ξένος ἀπὸ τὴ φθορὰ τῆς ἁμαρτίας. Γιατὶ ἡ ψυχή του δὲν εἶχε μῶμο κακίας οὔτε τὸ σῶμα του σπίλο τῆς ἁμαρτίας.
῾Αγίου Μαξίμου ῾Ομολογητοῦ, Πρὸς Θαλάσσιον Περὶ Διαφόρων ᾿Απόρων τῆς ῾Αγίας Γραφῆς, ᾿Ερώτησις Ξʹ.Ε.Π.Ε. τ. 14Γ, σελ. 186-195, Θεσσαλονίκη 1992)
ΣΧΕΤΙΚΑ ΜΕ ΤΟΝ ΟΡΙΣΜΟ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ.ΕΚΚΛΗΣΙΑ ΕΙΝΑΙ Η ΕΝΟΤΗΤΑ, Ο ΕΝΑΣ ΘΕΟΣ, Ο ΚΟΣΜΟΣ ΕΔΗΜΙΟΥΡΓΗΘΗ ΓΙΑ ΤΗΝ ΕΚΚΛΗΣΙΑ Ο ΘΕΟΣ ΑΝΕΛΑΒΕ ΤΗΝ ΣΑΡΚΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΔΕΝ ΕΚΑΝΕ ΤΗΝ ΕΚΚΛΗΣΙΑ. ΕΣΑΡΚΩΘΗ ΣΤΗΝ ΗΔΗ ΥΠΑΡΧΟΥΣΑ ΕΚΚΛΗΣΙΑ. ΑΥΤΗ ΔΕΝ ΕΙΝΑΙ Η ΑΣΠΙΛΗ ΣΥΛΛΗΨΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ;

Αγιος Μάξιμος ο Ομολογητής

Μυσταγωγία


ΚΕΦΑΛΑΙΟΝ . Α´.  


Πῶς τε καί ποίῳ τρόπῳ εἰκών ἐστι καί τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία.  


Τήν τοίνυν ἁγίαν Ἐκκλησίαν κατά πρώτην θεωρίας ἐπιβολήν, τύπον καί εἰκόνα Θεοῦ φέρειν, ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος· ὡς τήν αὐτήν αὐτῷ κατά μίμησιν καί τύπον ἐνέργειαν ἔχουσαν. Ὥσπερ γάρ ὁ Θεός πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καί εἰς τό εἶναι παραγαγών, συνέχει καί συνάγει καί περιγράφει, καί ἀλλήλοις καί ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει· τά τε νοητά καί τά αἰσθητά· καί περί ἑαυτόν ὡς αἰτίαν καί ἀρχήν καί τέλος πάντα περικρατῶν, τά κατά τήν φύσιν ἀλλήλων διεστηκότα, κατά μίαν τήν πρός αὐτόν ὡς ἀρχήν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ· καθ᾿ ἥν (665) εἰς ταυτότητα κινήσεώς τε καί ὑπάρξεως ἀδιάφθορον καί ἀσύγχυτον ἄγεται τά πάντα, πρός οὐδέν οὐδενός τῶν ὄντων προηγουμένως κατά φύσεως διαφοράν ἤ κινήσεως στασιάζοντός τε καί διαιρουμένου· πάντων πᾶσι κατά τήν μίαν τῆς μόνης ἀρχῆς καί αἰτίας ἀδιάλυτον σχέσιν τε καί φρουράν ἀφύρτως συμπεφυκότων· τήν πάσας τε καί ἐπί πᾶσι κατά τήν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικάς σχέσεις, καταργοῦσάν τε καί ἐπικαλύπτουσαν· οὐ τῷ φθείρειν αὐτάς καί ἀναιρεῖν καί μή εἶναι ποιεῖν· ἀλλά τῷ νικᾷν καί ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν· ἤ καί αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη· καθ᾿ ἥν ἥ  τε ὁλότης αὐτή, καί τά τῆς ὁλότητος μέρη φαίνεσθαί τε καί εἶναι πέφυκεν· ὡς ὅλην ἔχοντα τήν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν· καί ὥσπερ ἥλιος ὑπερφανείς ἀστέρων καί φύσιν καί δύναμιν, οὕτω τήν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Πέφυκε γάρ ὥσπερ ἐκ τῆς ὁλότητος τά μέρη, οὕτω δέ κἀκ τῆς αἰτίας τά αἰτιατά καί εἶναι κυρίως, καί γνωρίζεσθαι, καί τήν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα, ἡνίκα τῆς πρός τήν αἰτίαν ἀναφορᾶς περιληφθέντα, ποιωθῇ δι᾿ ὅλου· κατά τήν μίαν, ὡς εἴρηται, τῆς πρός αὐτήν σχέσεως δύναμιν. Πάντα γάρ ἐν πᾶσιν ὤν, ὁ ἀπείροις μέτροις ὑπέρ πάντα Θεός, μονώτατος τοῖς καθαροῖς τήν διάνοιαν ὁραθήσεται· ἡνίκα ὁ νοῦς τούς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους, εἰς αὐτόν καταλήξει τόν Θεόν, ὡς αἰτίαν καί ἀρχήν καί τέλος τῆς τῶν ὅλων παραγωγῆς καί γενέσεως, καί πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον.  

Κατά τόν αὐτόν τρόπον καί ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, τά αὐτά τῷ Θεῷ περί ἡμᾶς ὡς ἀρχετύπῳ εἰκών ἐνεργοῦσα δειχθήσεται. Πολλῶν γάρ ὄντων καί ἀπείρων ἀριθμῷ σχεδόν, ἀνδρῶν τε καί γυναικῶν καί παίδων, γένει καί εἴδει, καί ἔθνεσι καί γλώσσαις, καί βίοις καί ἡλικίαις καί γνώμαις καί τέχναις καί τρόποις καί ἤθεσι καί ἐπιτηδεύμασιν· ἐπιστήμαις τε αὖ καί ἀξιώμασι, καί τύχαις καί χαρακτῆρσι καί ἕξεσιν, ἀλλήλων διῃρημένων τε καί πλεῖστον διαφερόντων τῶν εἰς αὐτήν γιγνομένων, καί ὑπ᾿ αὐτῆς ἀναγεννωμένων τε καί ἀναδημιουργουμένων τῷ πνεύματι· μίαν πᾶσι κατά τό ἴσον δίδωσι καί χαρίζεται θείαν μορφήν καί προσηγορίαν, τό, ἀπό Χριστοῦ καί εἶναι καί ὀνομάζεσθαι· καί μίαν τήν κατά πίστιν ἁπλῆν τε καί ἀμερῆ καί ἀδιαίρετον σχέσιν, τήν τάς πολλάς καί ἀμυθήτους περί ἕκαστον οὔσας διαφοράς, οὐδ᾿ ὅτι κἄν εἰσί συγχωροῦσαν γνωρίζεσθαι, διά τήν τῶν πάντων εἰς αὐτήν καθολικήν ἀναφοράν καί συνέλευσιν· καθ᾿ ἥν οὐδείς τό παράπαν οὐδέν ἑαυτῷ τοῦ κοινοῦ διωρισμένος ἐστί· πάντων συμπεφυκότων ἀλλήλοις καί (668) συνημμένων, κατά τήν μίαν ἁπλῆν τε καί ἀδιαίρετον τῆς πίστεως χάριν καί δύναμιν. Ἦν γάρ πάντων, φησίν, ἡ καρδία καί ἡ ψυχή μία· ὡς ἐκ διαφόρων μελῶν, σῶμα ἕν καί εἶναι καί ὁρᾶσθαι, καί αὐτοῦ Χριστοῦ τῆς ἀληθινῆς ἡμῶν κεφαλῆς ὄντως ἄξιον· Ἐν ᾧ, φησίν ὁ θεῖος Ἀπόστολος, οὐκ ἔστιν ἄρρεν οὐδέ θῆλυ, οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὔτε περιτομή οὔτε ἀκροβυστία, οὔτε βάρβαρος οὔτε Σκύθης· οὔτε δοῦλος οὔτε ἐλεύθερος· ἀλλά πάντα καί ἐν πᾶσιν αὐτός, ὁ πάντα κατά μίαν ἁπλῆν τῆς ἀγαθότητος ἀπειρόσοφον δύναμιν ἑαυτῷ περικλείων, ὥσπερ κέντρον εὐθειῶν τινων ἐξημμένων αὐτοῦ, κατά μίαν ἁπλῆν καί ἑνιαίαν αἰτίαν καί δύναμιν· τάς ἀρχάς τῶν ὄντων τοῖς πέρασιν οὐκ ἐῶν συναφίστασθαι, κύκλῳ περιγράφων αὐτῶν τάς ἐκστάσεις, καί πρός ἑαυτόν ἄγων τούς τῶν ὄντων καί ὑπ᾿ αὐτοῦ γενομένων διορισμούς· ἵνα μή ἀλλήλων παντάπασιν ἀλλότρια ᾗ καί ἐχθρά τά τοῦ ἑνός κτίσματα καί ποιήματα· οὐκ ἔχοντα περί τί καί ὅποι τό φίλον τι καί εἰρηνικόν καί ταυτόν πρός ἄλληλα δείξωσι· καί κινδυνεύσῃ αὐτοῖς καί αὐτό τό εἶναι εἰς τό μή ὄν μεταπεσεῖν, τοῦ Θεοῦ χωριζόμενον.  

Εἰκών μέν οὖν ἐστι τοῦ Θεοῦ, καθώς εἴρηται, ἡ ἁγία Ἐκκλησία, ὡς τήν αὐτήν τῷ Θεῷ περί τούς πιστούς ἐνεργοῦσα ἕνωσιν, κἄν διάφοροι τοῖς ἰδιώμασι καί ἐκ διαφόρων καί τόπων καί τρόπων, οἱ κατ᾿ αὐτήν διά τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες· ἥν περί τάς οὐσίας τῶν ὄντων ἀσυγχύτως αὐτός ἐνεργεῖν πέφυκεν ὁ Θεός· τό περί αὐτάς διάφορον, ὡς δέδεικται, τῇ πρός ἑαυτόν ὡς αἰτίαν καί ἀρχήν καί τέλος, ἀναφορᾷ τε καί ἑνώσει παραμυθούμενός τε καί ταυτοποιούμενος.  

ΚΕΦΑΛ. Β´.  


Περί τοῦ, πως, καί τινα τρόπον εἰκών ἐστι τοῦ ἐξ ὁρατῶν καί ἀοράτων οὐσιῶν ὑφεστῶτος κόσμου ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία.  


Κατά δευτέραν δέ θεωρίας ἐπιβολήν, τοῦ σύμπαντος κόσμου τοῦ ἐξ ὁρατῶν καί ἀοράτων οὐσιῶν ὑφεστῶτος, εἶναι τύπον καί εἰκόνα, τήν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν, ἔφασκεν· ὡς τήν αὐτήν αὐτῷ καί ἕνωσιν, καί διάκρισιν ἐπιδεχομένην. Ὥσπερ γάρ αὕτη κατά την οἰκοδομήν εἷς οἶκος ὑπάρχουσα, τήν κατά τήν θέσιν τοῦ σχήματος ποιᾷ ἰδιότητι, δέξεται δαφοράν, διαιρουμένη εἴς τε τόν μόνοις ἱερεῦσί τε καί λειτουργοῖς ἀπόκληρον τόπον, ὅν καλοῦμεν ἱερατεῖον· καί τόν πᾶσι τοῖς πιστοῖς λαοῖς πρός ἐπίβασιν ἄνετον, ὅν καλοῦμεν ναόν. Πάλιν μία ἐστί κατά τήν ὑπόστασιν, οὐ συνδιαιρουμένη τοῖς ἑαυτῆς μέρεσι, διά τήν ἑαυτῶν πρός ἄλληλα τῶν μερῶν διαφοράν· ἀλλά καί αὐτά τῇ πρός τό ἕν ἑαυτῆς ἀναφορᾷ τά μέρη, τῆς ἐν τῇ κλήσει διαφορᾶς ἀπολύουσα, (669) καί ταυτόν ἀλλήλοις ἄμφω δεικνύουσα· καί θάτερον θατέρῳ κατ’ ἐπαλλαγήν ὑπάρχον, ὅπερ ἑκάτερον ἑαυτῷ καθέστηκεν ὅν ἀποφαίνουσα· ἱερατεῖον μέν τόν ναόν κατά τήν δύναμιν, τῇ πρός τό πέρας ἀναφορᾷ τῆς μυσταγωγίας ἱερουργούμενον· καί ἔμπαλιν ναόν τό ἱερατεῖον, κατά τήν ἐνέργειαν τῆς ἰδίας αὐτόν ἔχον μυσταγωγίας ἀρχήν, μία δι᾿ ἀμφοῖν καί ἡ αὐτή  διαμένει. Οὕτω καί ὁ ἐκ Θεοῦ κατά γένεσιν παρηγμένος σύμπας τῶν ὄντων κόσμος, διαιρούμενος εἴς τε τόν νοητόν κόσμον, τόν ἐκ νοερῶν καί ἀσωμάτων οὐσιῶν συμπληρούμενον· καί τόν αἰσθητόν τοῦτον καί σωματικόν, καί ἐκ πολλῶν μεγαλοφυῶς συνυφασμένον εἰδῶν τε καί φύσεων· ἄλλη πως ὑπάρχων ἀχειροποίητος Ἐκκλησία, διά ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται· καί ἱερατεῖον μέν ὥσπερ ἔχων τόν ἄνω κόσμον, καί ταῖς ἄνω προσνενεμημένον δυνάμεσι· ναόν δέ, τόν κάτω, καί τοῖς δι’ αἰσθήσεως ζῇν λαχοῦσι προσκεχωρημένον.  

Πάλιν εἷς ἐστι κόσμος τοῖς ἑαυτοῦ μή συνδιαιρούμενος μέρεσι· τοὐναντίον δέ, καί αὐτῶν τῶν μερῶν τήν ἐξ ἰδιότητος φυσικῆς διαφοράν, τῇ πρός τό ἕν ἑαυτοῦ καί ἀδιαίρετον ἀναφορᾷ περιγράφων· καί ταυτόν ἑαυτῷ τε καί ἀλλήλοις ἀσυγχύτως ἐναλλάξ ὄντας· καί θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνύς ἐμβεβηκότα· καί ἄμφω ὅλον αὐτόν ὡς μέρη ἕνα συμπληροῦντας, καί κατ᾿ αὐτόν ὡς ὅλον μέρη ἑνοειδῶς τε καί ὁλικῶς συμπληρουμένους. Ὅλος γάρ ὁ νοητός κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμβουλικοῖς εἴδεσι τυπούμενος φαίνεται τοῖς ὁρᾷν δυναμένοις· καί ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητός γνωστικῶς κατά νοῦν τοῖς λόγοις ἁπλούμενος ἐνυπάρχων ἐστίν. Ἐν ἐκείνῳ γάρ, οὗτος τοῖς λόγοις ἐστί· κἀκεῖνος ἐν τούτῳ, τοῖς τύποις· καί τό ἔργον αὐτῶν ἕν, καθώς ἄν εἴη τροχός ἐν τῷ τροχῷ, φησίν ὁ θαυμαστός τῶν μεγάλων θεατής Ἰεζεχιήλ, περί τῶν δύο κόσμων, οἶμαι, λέγων. Καί πάλιν· Τά γάρ ἀόρατα αὐτοῦ ἀπό κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, φησίν  ὁ θεῖος Ἀπόστολος. Καί εἰ καθορᾶται διά τῶν φαινομένων τά μή φαινομένα, καθώς γέγραπται, πολλῷ δή καί διά τῶν μή φαινομένων  τοῖς θεωρίᾳ πνευματικῇ προσανέχουσι τά φαινόμενα νοηθήσεται. Τῶν γάρ νοητῶν ἡ διά τῶν ὁρατῶν συμβολική θεωρία, τῶν ὁρωμένων ἐστί διά τῶν ἀοράτων πνευματική ἐπιστήμη καί νόησις. Δεῖ γάρ τά ἀλλήλων ὄντα δηλωτικά, πάντως ἀληθεῖς καί ἀριδήλους τάς ἀλλήλων ἔχειν ἐμφάσεις, καί τήν ἐπ’ αὐταῖς σχέσιν ἀλώβητον.      

(672)  ΚΕΦΑΛ.  Γ´.  


Ὅτι καί μόνου τοῦ αἰσθητοῦ κόσμου ἐστίν εἰκών, ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία.  


Καί αὖθις μόνου τοῦ αἰσθητοῦ κόσμου καθ᾿ ἑαυτόν τήν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν εἶναι σύμβολον, ἔφασκεν· ὡς οὐρανόν μέν, τό θεῖον ἱερατεῖον ἔχουσαν· γῆν δέ, τήν εὐπρέπειαν τοῦ ναοῦ κεκτημένην. Ὡσαύτως δέ καί τόν κόσμον ὑπάρχειν Ἐκκλησίαν· ἱερατείῳ μέν ἐοικότα τόν οὐρανόν ἔχοντα· ναῷ δέ, τήν κατά γῆν διακόσμησιν.      

ΚΕΦΑΛ.  Δ´.  


Πῶς τε καί ποίῳ τρόπῳ συμβολικῶς εἰκονίζει τόν ἄνθρωπον ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία· καί αὐτή ὡς ἄνθρωπος ὑπ᾿ αὐτοῦ εἰκονίζεται.  


Καί πάλιν κατ᾿ ἄλλον τρόπον θεωρίας, ἄνθρωπον εἶναι τήν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἔλεγε· ψυχήν μέν ἔχουσαν τό ἱερατεῖον· καί νοῦν, τό θεῖον θυσιαστήριον· καί σῶμα, τόν ναόν· ὡς εἰκόνα καί ὁμοίωσιν ὑπάρχουσαν τοῦ κατ᾿ εἰκόνα Θεοῦ καί ὁμοίωσιν γενομένου ἀνθρώπου· καί διά μέν τοῦ ναοῦ, ὡς διά σώματος, τήν ἠθικήν φιλοσοφίαν προβαλλομένην· διά δέ τοῦ ἱερατείου, ὡς διά ψυχῆς, τήν φυσικήν θεωρίαν πνευματικῶς ἐξηγουμένην·  καί  ὡς διά νοός τοῦ θείου θυσιαστηρίου, τήν μυστικήν θεολογίαν ἐμβαίνουσαν. Καί ἔμπαλιν, Ἐκκλησίαν μυστικήν τόν ἄνθρωπον, ὡς διά ναοῦ μέν τοῦ σώματος, τό πρακτικόν τῆς ψυχῆς ταῖς τῶν ἐντολῶν ἐνεργείαις κατά τήν ἠθικήν φιλοσοφίαν ἐναρέτως φαιδρύνοντα· ὡς δι᾿ ἱερατείου δέ τῆς ψυχῆς τούς κατ᾿ αἴσθησιν λόγους, καθαρῶς ἐν πνεύματι τῆς ὕλης περιτμηθέντας, κατά τήν φυσικήν θεωρίαν διά  λόγου τῷ Θεῷ  προσκομίζοντα· καί ὡς διά θυσιαστηρίου τοῦ νοός, τήν ἐν ἀδύτοις πλυύμνητον τῆς ἀφανοῦς καί ἀγνώστου μεγαλοφωνίας σιγήν τῆς θεότητος, δι᾿ ἄλλης λάλου τε καί πολυφθόγγου σιγῆς προσκαλούμενον· καί ὡς ἐφικτόν ἀνθρώπῳ, κατά μυστικήν θεολογίαν αὐτῇ συγγινόμενον· καί τοιοῦτον γινόμενον, οἷον εἰκός εἶναι δεῖ τόν ἐπιδημίας ἀξιωθέντα Θεοῦ, καί ταῖς αὐτοῦ παμφαέσιν αἴγλαις ἐνσημανθέντα.

"Κατά τόν αὐτόν τρόπον καί ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, τά αὐτά τῷ Θεῷ περί ἡμᾶς ὡς ἀρχετύπῳ εἰκών ἐνεργοῦσα δειχθήσεται". ΚΑΤΑ ΤΟΝ ΤΡΟΠΟΝ ΤΗΣ ΠΡΟΝΟΙΑΣ. ΚΑΙ ΕΙΝΑΙ ΜΑΛΛΟΝ ΑΚΑΙΡΟ ΝΑ ΤΑΥΤΙΖΟΥΜΕ ΤΗΝ ΕΚΚΛΗΣΙΑ ΜΕ ΤΗΝ ΠΡΟΝΟΙΑ ΔΙΟΤΙ "Εἰκών μέν οὖν ἐστι τοῦ Θεοῦ, καθώς εἴρηται, ἡ ἁγία Ἐκκλησία, ὡς τήν αὐτήν τῷ Θεῷ περί τούς πιστούς ἐνεργοῦσα ἕνωσιν οἱ κατ᾿ αὐτήν διά τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες·"

1 σχόλιο:

Θωμάς είπε...

https://amethystosbooks.blogspot.com/2016/10/blog-post_32.html
Μάξιμος ο Ομολογητής - Μυσταγωγία (στην δημοτική)