Πέμπτη 10 Απριλίου 2025

Στοὺς λόγους τῆς ἀλήθειας μετέχουν μόνο ἐκεῖνοι ποὺ εἶναι μέτοχοι τῆς ἀλήθειας

 

«Ἐκεῖνος ποὺ ζητεῖ νὰ ἐμβαθύνει στοὺς λόγους τῶν ἐντολῶν, χωρὶς νὰ ἐργάζεται τὶς ἐντολές, κι ἐπιθυμεῖ νὰ τὸ πετύχει μὲ τὴν ἀνάγνωση καὶ τὴ μάθηση, εἶναι ὅμοιος μ’ ἐκεῖνον ποὺ φαντάζεται, ἀντὶ γιὰ τὴν ἀλήθεια, τὴ σκιά της. Γιατὶ στοὺς λόγους τῆς ἀλήθειας μετέχουν μόνο ἐκεῖνοι ποὺ εἶναι μέτοχοι τῆς ἀλήθειας. Ἐκεῖνοι ποὺ δὲν μετέχουν στὴν ἀλήθεια κι εἶναι ἀμύητοι σ’ αὐτήν, ζητοῦν ὡστόσο τοὺς λόγους της, βρίσκουν τοὺς λόγους τῆς κοσμικῆς σοφίας ποὺ ἀποδείχθηκε μωρία (Α’ Κορ. 1:20). Αὐτοὺς ὁ Ἀπόστολος τοὺς ὀνόμασε ψυχικούς, καθὼς δὲν ἔχουν τὸ Πνεῦμα (Ἰούδα 19), κι ἂς ὑπερηφανεύονται ὅτι κατέχουν τὴν ἀλήθεια»

Άγιος Γρηγόριος Σιναΐτης

Κεφάλαια πάνυ ὠφέλιμα, κβ’ (Φιλοκαλία, τόμ. Δ’, σ. 34))

Αναστάσιος: Στοὺς λόγους τῆς ἀλήθειας μετέχουν μόνο ἐκεῖνοι ποὺ εἶναι μέτοχοι τῆς ἀλήθειας

2 σχόλια:

Ανώνυμος είπε...

Ησ ΞΕʹ, 8 – 16

Οὕτω λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ἡ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω, ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν, οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ, Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές με εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν.

Ανώνυμος είπε...

Πρμ ΚΓʹ, 15 – ΚΔʹ, 5

Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʹ ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτʹ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.