Παρασκευή 6 Ιανουαρίου 2023

Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφοὺς Λόγος τρίτος

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΤΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ ΣΙΝΑ

Εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφοὺς Λόγος τρίτος,

ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν Ψυχῶν

(ἐκ τοῦ Ἑλληνικοῦ Τυπογραφείου, ἐν Βενετίᾳ 1865)

 [...] ἐκοπίασαν, διὸ καὶ εἰσῆλθον εἰς τὴν φωτεινὴν τοῦ νυμφῶνος κατοικίαν· ἐπόνεσαν, διὸ καὶ εὐφραίνονται· δὲν ἀμέλησαν, διὰ τοῦτο καὶ ἀναπαύονται· ἐφρόνησαν, ὅτι τῶν τοῦ κόσμου πραγμάτων κατεφρόνησαν. Ἐξῆλθον ἐκ τοῦ κόσμου καὶ ἀπῆλθον εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἔξαφνα καὶ ἐπετάσθησαν ὡς χελιδόνες καλόφωνοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ καθαρώταται· ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρά. Μετέστησαν τῆς μάνδρας καὶ στενάζουσι τὰ πρόβατα· ἀφῆκαν τὴν φωλεὰν ἡμῶν καὶ βοῶμεν ὡς μικρὰ αὐτῶν πουλία· ἐχωρίσθη τὸ μέλος καὶ λυποῦνται τὰ λοιπὰ μέλη· δακρύομεν, ὅτι τῆς συνοδίας σας ἐχωρίσθημεν· στενάζομεν, ὅτι τοὺς χαρακτῆρας σας δὲν βλέπομεν· ὀδυνόμεθα, ὅτι οὕτως ἔξαφνα ἁρπαζόμεθα· ὀδυρόμεθα, ὅτι καὶ ἡμεῖς ὀγλίγωρα ἀπερχόμεθα· λυπούμεθα, ὅτι τῆς ἀρετῆς σας ἐνθυμούμεθα. Τοὺς ὀφθαλμοὺς περιστρέφομεν καὶ τὴν ἀγάπην σας δὲν βλέπομεν· δακρύομεν, ὅτι καὶ τὰ ζῶα δακρύουσιν ἐπὶ τῷ χωρισμῷ τῶν ὁμοφύλων αὑτῶν· ὀδυρόμεθα, ὅτι καὶ οἱ βόες μουγγρίζουν ἐκζητοῦντες τοὺς ὁμοζύγους αὑτῶν· καὶ χελιδόνες βοῶσιν, ἁρπαζομένων τῶν πουλίων αὑτῶν· καὶ ἄρνες κράζουσι, χωριζομένων τῶν ἀδελφῶν αὑτῶν. Ὅτι ἐὰν καὶ εἰς ἐσᾶς εἰς συμφέρον ὁ θάνατος ἐγένετο, ἀλλὰ εἰς ἡμᾶς λύπην ἐποιήσατε· τὸ ἐδικόν σας μαρτύριον ἔγινεν εἰς ἐσᾶς ἐπιθυμητόν, ἀλλὰ εἰς ἡμᾶς ἔγινε θλίψις· «Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός»[...]

Δεν υπάρχουν σχόλια: