Τρίτη 28 Φεβρουαρίου 2023

Ιδού η Θεολογία του Σώματος



Στιχηρόν τῶν Αἴνων τοῦ Ὄρθρου τῆς Μεγάλης Παρασκευῆς - Ἦχος γ'
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ 

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε, τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα, τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον, αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ, τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς. Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

(24) Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός... - YouTube

Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε,
τὰς ἀκάνθας ἡ κεφαλή,
ἡ ὄψις τὰ ἐμπτύσματα,
αἱ σιαγόνες τὰ ῥαπίσματα,
τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει,
τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας.
Ὁ νῶτος τὴν φραγγέλωσιν,
καὶ ἡ χεὶρ τὸν κάλαμον,
αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ,
τὰ ἄρθρα τοὺς ἥλους,
καὶ ἡ πλευρὰ τὴν λόγχην.
Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς.
Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς,
παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.


«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον γυμνός εἰς κρίσιν ἵστατο καί ἐν σιαγόνι ῥάπισμα ἐδέξατο ὑπό χειρῶν ὧν ἔπλασεν· ὁ δέ παράνομος λαός τῷ σταυρῷ προσήλωσε τόν Κύριον τῆς δόξης· τότε τό καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη· ὁ ἥλιος ἐσκότασε, μή φέρων θεάσασθαι Θεόν ὑβριζόμενον, ὅν τρέμει τά σύμπαντα. Αὐτόν προσκυνήσωμεν».

«Σήμερον κρεμᾶται ἐπί ξύλου ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας (τρίς). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν ἀγγέλων βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται ὁ περιβάλλων τόν οὐρανόν ἐν νεφέλαις. Ράπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τόν Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχη ἐκεντήθη ὁ Υἱός τῆς Παρθένου. Προσκυνοῦμέν σου τά πάθη, Χριστέ (τρίς). Δεῖξον ἡμῖν καί τήν ἔνδοξόν σου ἀνάστασιν»






Ἐπὶ ξύλου βλέπουσα κρεμάμενον, Χριστέ, σὲ τὸν πάντων κτίστην καὶ Θεὸν ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα πικρῶς· Υἱέ μου, ποῦ τὸ κάλλος ἒδυ τῆς μορφῆς σου; οὐ φέρω καθορᾶν σε ἀδίκως σταυρούμενον· σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἲδω κἀγὼ σοῦ τὴν ἐκ νεκρῶν τριήμερον ἐξανάστασιν.



Δεν υπάρχουν σχόλια: