Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν
ἕνα καὶ τὸν αὐτὸν
ὁμολογεῖν υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν
συμφώνως ἅπαντες ἐκδιδάσκομεν,
τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ
τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι,
θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς
τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος,
ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ
ὁμοούσιον τὸν αὐτὸν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα,
κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας·
πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα,
ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν
τὸν αὐτὸν
δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
ἐκ Μαρίας τῆς παρθένου τῆς θεοτόκου κατὰ τὴν ἀνθρωπότητα,
ἕνα καὶ τὸν αὐτὸν
Χριστόν, υἱόν, Κύριον, μονογενῆ,
ἐν δύο φύσεσιν
ἀσυγχύτως,
ἀτρέπτως,
ἀδιαιρέτως,
ἀχωρίστως
γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων
διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν,
σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος
ἑκατέρας φύσεως καὶ
εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης,
οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον,
ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν
υἱὸν καὶ μονογενῆ, θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν,
καθά περ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ
αὐτὸς ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε
καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε
σύμβολον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου